← 辛普里丘

亚里士多德《物理学》注释

§378.25-380.16

动植物活动中的目的论与作为形式的目的因

辛普里丘阐释了亚里士多德借助动物(蜘蛛、蚂蚁、鸟类等)与植物的活动来确立自然目的论的论证,探讨了灵魂涉及身体的功能为何归入自然学,并阐明目的原因在严格意义上是形式而非质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.64

" Μάλιστα δὲ ἐπὶ τῶν ζῴων τῶν ἄλλων ἕως τοῦ ἔστιν ἡ αἰτία ἡ τοιαύτη ἐν τοῖς φύσει γινομένοις καὶ οὖσιν." Ὅτι τὰ κατὰ φύσιν γινόμενα ἕνεκά του γίνεται ὁμοίως τοῖς κατὰ τέχνην καὶ προαίρεσιν καὶ νοῦν, δείκνυσι καὶ ἐκ τῶν ἀλόγων ζῴων πάνυ ἐμμεθόδως ἐπιχειρῶν. οἱ γὰρ ἀράχναι καὶ οἱ μύρμηκες οὔτε τέχνῃ οὔτε προαιρέσει, ἀλλ’ ἀλόγως καὶ κατὰ φύσιν ποιοῦντες προφανὲς ἔχουσι τὸ ἕνεκά του ποιεῖν οὕτως, ὡς καὶ ἀμφισβητεῖσθαι, μήποτε νῷ ἢ τέχνῃ καὶ προλογισμῷ ἐργάζονται·1 οὕτως πάντα τοῦ χρειώδους ἕνεκα καὶ ὠφελίμου ποιοῦσιν ὡς τὰ νῷ καὶ προλογισμῷ χρώμενα, οἱ μὲν ἀράχναι διὰ τὴν τῶν μυῶν ἄγραν δίκτυα ἀσφαλῆ καὶ ἐπὶ πολὺ διικνούμενα διατείνοντες, οἱ δὲ τὴν τροφὴν θησαυρίζοντες καὶ θαυμασταῖς χρώμενοι μεθόδοις πρὸς ὁλκὴν τῶν μειζόνων βαρῶν καὶ ὑγρανθεῖσαν πολλάκις τὴν τροφὴν ἀνάγοντες ὑπὸ τὸν ἥλιον καὶ διαψύχοντες καὶ τάξιν ἐν τῇ πορείᾳ φυλάττοντες. τὸ δὲ ἔτι τούτων θαυμασιώτερον, ὅτι τοὺς ἑαυτῶν φωλεούς, οὓς χειὰς καλοῦμεν, τριχῇ διαιροῦντες ἐν μὲν τῷ ἑνὶ μέρει διαιτῶνται, ἐν δὲ τῷ ἑτέρῳ τὰς τροφὰς ἀποτίθενται, καὶ ἐν τῷ τρίτῳ θάπτουσι τοὺς νεκρούς. καὶ ἡ χελιδὼν δὲ καὶ ἡ ἀηδὼν οἰκοδομεῖ τὴν νεοττιὰν πηλόν τε τὸν εὐεργότατον ἐκλεξαμένη, ὡς καὶ τοὺς ἰατροὺς αὐτῷ ἀντὶ τῶν ξηραντικωτάτων χρῆσθαι φαρμάκων, καὶ κάρφεσι συνδέουσα τὸν πηλὸν κατὰ σχῆμα πολυχωρητότατον καὶ ἰσχυρότατον. καὶ ἡ μέλιττα 〈θαυμαστὴ〉 τῆς τῶν ἑξαγώνων χωρημάτων συνθέσεως·2 τῆς δὲ ἀλκυόνος τὴν καλιὰν ἐν ὕδατι γινομένην ἥκιστα ἂν ὕδωρ λυμαίνοιτο. καὶ πολλὰ ἄν τις εἴποι τὸ τεχνοειδὲς τῆς τῶν ἀλόγων ζῴων ποιήσεως ἐπιδεικνύς. εἰ δέ τῳ δοκεῖ τὰ ἄλογα ζῷα λογισμῷ τινι ποιεῖν, ὁράτω κατὰ μικρὸν διὰ τῶν λογικῶν καὶ ἀλόγων τὸ ἕνεκά του καὶ ἐπὶ τὰ φυτὰ προϊόν,3 ἐν οἷς οὔτε ἀπορία τις ὑπολείπεται, μήποτε νῷ ποιοῦσιν ἢ τέχνῃ· καὶ ὄψεται καὶ ἐν ἐκείνοις τὴν φύσιν ἕνεκά του ποιοῦσαν. τά τε γὰρ φύλλα καὶ τὰ περικάρπια τοῦ καρποῦ ἕνεκα γίνεται καὶ αἱ ῥίζαι ἕνεκα τῆς τροφῆς. ἐπεὶ διὰ τί οὐκ ἄνω μὲν αἱ ῥίζαι, κάτω δὲ οἱ κλάδοι; διὰ τί δὲ οὕτως ἀμφιέννυσι τὰ σπέρματα ἀσφαλῶς, εἰ μὴ πολλὴν εἶχε πρόνοιαν τῆς ἐξ ἀλλήλων παλιγγενεσίας; Καὶ εἴη ἂν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· τὰ ἐν τοῖς ἀλόγοις ζῴοις καὶ μάλιστα τὰ ἐν τοῖς φυτοῖς κατὰ φύσιν γινόμενα ὁμοίως γίνεται τοῖς κατὰ νοῦν καὶ τέχνην γινομένοις· τὰ κατὰ νοῦν καὶ τέχνην γινόμενα ἕνεκά του γίνεται· τὰ δὲ ἐν τοῖς ἀλόγοις ζῴοις ἄρα καὶ ἐν τοῖς φυτοῖς γινόμενα ἕνεκά του γίνεται· ἡ φύσις ἄρα ἕνεκά του ποιεῖ. ἐν δὲ τούτοις πάλιν ἀξιῶ ἐφιστάνειν, ὅτι τὰ ἄλογα ζῷα καὶ τὰ φυτὰ ὡς φυσικὰ λαμβάνει ὁ Ἀριστοτέλης, καίτοι ἔμψυχα ὄντα καὶ ὑπὸ ψυχῆς διοικούμενα, τῶν ἀλόγων ζῴων καὶ φαντασίᾳ καὶ αἰσθήσει χρωμένων καὶ ὀρέξει ἐν ταῖς οἰκείαις ἐνεργείαις. εἰ δὲ ἐβούλετο ἐπὶ τῶν κυρίως φύσει ὄντων καὶ μόνως φύσει τὸ ἕνεκά του ἰδεῖν, παρέλαβεν ἂν τὴν κατὰ τόπον τῶν στοιχείων κίνησιν γινομένην ἕνεκα τοῦ τὴν οἰκείαν ὁλότητα καταλαβεῖν καὶ τὴν τῶν ἐναντίων ποιοτήτων μάχην ἕνεκα τῆς ἐν τῷ ὑποκειμένῳ σωτηρίας καὶ τῶν ἐν τῇ ἑκάστου γενέσει γινομένων τροπῶν ἀεὶ τὴν προτέραν τῆς ἐφεξῆς ἕνεκα προγινομένην· ἀπὸ γὰρ ὕδατος πῦρ γίνεται διὰ μέσου ἀτμοῦ καὶ ἀέρος. μήποτε οὖν φύσιν ὁ Ἀριστοτέλης καλεῖ καὶ τῆς ψυχῆς πᾶν τὸ περὶ σώματα καταγινόμενον. διὸ καὶ τὴν περὶ ψυχῆς πραγματείαν τὰ πολλὰ περὶ τὴν τοιαύτην ψυχὴν πραγματευομένην τῆς φυσικῆς θεωρίας ὑπολαμβάνουσιν.

“尤其在其他动物身上……直到:在依自然生成和存在的事物中存在着这样的原因。” 依自然生成之物如同依技艺、选择和理智之物一样是为了何物而生成的,他也从无理智动物出发,十分有条理地推进论证来表明这一点。因为蜘蛛和蚂蚁既非依技艺亦非依选择,而是无理智且依自然造作,却如此显明地为了何物而造作,以至于甚至被争论它们是否借助理智、技艺和审思来工作;它们为了必需与效用而造作一切,一如运用理智与审思的事物那样:蜘蛛为了捕捉苍蝇而张开稳固且延展极广的网,而蚂蚁则贮藏食物,运用令人赞叹的方法牵引较重的负重,常常把受潮的食物搬到阳光下晾晒,并在行进中保持秩序。比这些更加令人赞叹的是:它们把自己的巢穴——我们称之为洞穴者——划分为三个部分,在其中一部分生活,在另一部分贮藏食物,在第三部分埋葬死者。燕子与夜莺也是挑选最易加工的泥土来筑巢,以至于医者甚至用这种泥土来代替最具干燥力的药物,并且用秸秆将泥土结合成容积最大且最坚固的形状。蜜蜂也因其六角形巢室的构筑而[令人称奇];至于翠鸟在水中筑成的巢,水绝不能对它造成损害。人们还可以列举很多例子来表明无理智动物造作的类似技艺的性质。但如果有人以为无理智动物是依某种推想而造作的,就让他观察“为了何物”逐步经由具理智者与无理智者而推进到植物身上,在植物身上甚至完全不残留它们是否凭借理智或技艺造作的困惑;并且他将看到即使在植物身上自然也是为了何物而造作的。因为叶子和果皮都是为了果实而生成的,根则是为了养分[而生成的]。否则,为什么根不朝上而枝条不朝下呢?又为什么如此安全地包裹种子,除非它对相互之间的再生有着极大的预先考虑呢?论证的推导将是这样的:在无理智动物中以及尤其在植物中依自然生成的事物,如同依理智和技艺生成的事物一样生成;依理智和技艺生成的事物是为了何物而生成的;因此,在无理智动物和植物中生成的事物也是为了何物而生成的;所以自然是为了何物而造作的。但在这些之中,我认为应当再次提请注意:亚里士多德是将无理智动物和植物作为自然物来把握的,尽管它们是有灵魂的且由灵魂统管,无理智动物在其特有的活动中还运用了表象、感觉和欲望。但如果他原本希望在严格意义上依自然存在且仅仅依自然存在的事物上观察“为了何物”,他就会选取元素为了获得其特有整体而生成的空间运动、相反性质为了在底层基质中保持存续而起的争斗,以及在各个事物的生成中出现的变化里,在先的变化总是为了后继的变化而先行发生——因为从水生成火是经过水汽和空气作为中介的。因此,或许亚里士多德也将灵魂中一切与身体打交道的部分都称为自然。正因如此,人们也将大部分都在讨论此类灵魂的《论灵魂》著作视为属于自然学考察的范围。

§2.65

"Καὶ ἐπεὶ ἡ φύσις διττὴ ἕως τοῦ αὕτη ἂν εἴη ἡ αἰτία ἡ οὗ ἕνεκα." Δείξας ὅτι τὰ φύσει γινόμενα ἕνεκά του γίνεται, βούλεται δεῖξαι τί τοῦτο τὸ οὗ ἕνεκά ἐστιν. ἐπεὶ οὖν σύνθετά ἐστι τὰ φυσικὰ ἐξ ὕλης καὶ εἴδους καὶ ἑκάτερον τούτων φύσις λέγεται, ὡς δέδεικται πρότερον, καὶ μᾶλλον τὸ εἶδος τῆς ὕλης, καὶ ἔστιν ἐν τῷ γινομένῳ τέλος τοῦτο, τοῦ τέλους δὲ ἕνεκα τὰ πρὸ τοῦ τέλους, ἡ μορφὴ ἂν εἴη τὸ οὗ ἕνεκα τὰ ἄλλα,4 ὅπερ καὶ πρότερον ἔδειξεν, ὅτε τὸ εἶδος καὶ τὸ τέλος εἰς ταὐτὸν ἦγε. “δοκεῖ δέ μοι, φησὶν ὁ Ἀλέξανδρος, διὰ τούτου ἐνδείκνυσθαι, ὅτι κυριωτέρα αἰτία τὸ εἶδός ἐστι καὶ οὐχὶ ἡ ὕλη, ὡς οἱ ἀρχαῖοι λέγειν ἐδόκουν εἰς τὴν ὑλικὴν αἰτίαν πάντα ἀνάγοντες· εἰ γὰρ καὶ ἡ ὕλη τοῦ εἴδους χάριν ἐστί, κυριωτέρα ἂν εἴη αἰτία τῆς ὕλης τὸ εἶδος”.

“并且既然自然是双重的……直到:这应当就是目的原因。” 在表明了依自然生成之物是为了何物而生成之后,他希望表明这个“何物所为了者”(目的)究竟是什么。既然如前所示,自然物是由质料与形式组成的复合物,且这两者中每一者都被称为自然,而形式比质料更具自然的资格,并且在生成之物中这就是目的,先于目的的各环节又是为了目的,那么形式就应当是其他事物为了它的那个目的,正如他以前将形式和目的归为同一者时所表明的那样。“在我看来,”亚历山大说,“他是通过这一点表明:形式是更根本的原因,而不是质料,并非像那些把一切都归结为质料因的古人似乎所说的那样;因为如果质料也是为了形式的缘故,那么形式就会是比质料更根本的原因。”

语法注4 条
  1. 2.64ὡς καὶ ἀμφισβητεῖσθαι, μήποτε νῷ ἢ τέχνῃ καὶ προλογισμῷ ἐργάζονται

    ὡς 搭配不定式(ἀμφισβητεῖσθαι)代替 ὥστε 引导结果从句,随后接由 μήποτε 引导的从句,表达疑虑或探询(“是否可能……”)。从句中使用陈述式现在时 ἐργάζονται,生动地表达对当前实际情况的猜度与争论。

  2. 2.64καὶ ἡ μέλιττα 〈θαυμαστὴ〉 τῆς τῶν ἑξαγώνων χωρημάτων συνθέσεως

    属格 τῆς... συνθέσεως 是原因属格,依附于补出的表语 〈θαυμαστή〉(或隐涵的动词如 θαυμάζεται),与上文对动物奇特本能的赞叹形成呼应,表示“蜜蜂因六角形巢室的构筑而[令人惊异]”。

  3. 2.64ὁράτω κατὰ μικρὸν διὰ τῶν λογικῶν καὶ ἀλόγων τὸ ἕνεκά του καὶ ἐπὶ τὰ φυτὰ προϊὸν

    表知觉的命令式动词 ὁράτω 支配宾格主语 τὸ ἕνεκά του 及作补足语的述谓分词 προϊὸν(“让他观察‘为了何物’正在……推进”)。介词短语 κατὰ μικρόν(“逐步地”)与 διὰ τῶν λογικῶν καὶ ἀλόγων(“经由具理智者与无理智者”)均作状语修饰分词 προϊόν。

  4. 2.65ἡ μορφὴ ἂν εἴη τὸ οὗ ἕνεκα τὰ ἄλλα

    在名词性从句 τὸ οὗ ἕνεκα τὰ ἄλλα 中,主语 τὰ ἄλλα 之后省略了存在动词 ἐστί(或 γίνεται)。整句结构为“形式应当就是其他事物为了它[而存在]的那个目的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:378.25-380.16