← 辛普里丘

亚里士多德《物理学》注释

§378.1-378.24

技艺与自然的类比论证及波菲利之见

辛普里丘注解《物理学》第2卷第8章199a15及以下内容,解释了阿里斯托泰利斯如何通过技艺与自然的协作与模仿关系来论证自然的目的性,并审视了波菲利将该论证解读为举轻明重(大小推论)的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.63

" Ὅλως τε ἡ τέχνη τὰ μὲν ἐπιτελεῖ ἕως τοῦ καὶ ἐν τοῖς κατὰ φύσιν τὰ ὕστερα πρὸς τὰ πρότερα." Ἀπὸ τῆς τέχνης ὡς καὶ παρ’ ἐκείνοις ὁμολογουμένως ἕνεκά του ποιούσης δείξας ὅτι καὶ ἡ φύσις ἕνεκά του ποιεῖ, ὅτι οἰκείως ἐχρήσατο τῇ ἀποδείξει πιστοῦται τὴν ὁμοιότητα δεικνὺς τῆς τέχνης πρὸς τὴν φύσιν, καὶ τὴν πρὸς αὐτὴν κοινωνίαν. ὧν τὴν μὲν κοινωνίαν δηλοῖ τῷ συνεργαζομένην τῇ φύσει τὴν τέχνην ἀναπληροῦν1 ὅσα ἡ φύσις ἀδυνατεῖ καθ’ αὑτὴν ποιεῖν, οἷον ὑγείαν καὶ σάρκωσιν ἰατρική, ὅταν ἡ φύσις καθ’ αὑτὴν ταῦτα ποιεῖν ἀδυνατῇ. μιμεῖται δὲ ἡ τέχνη τὴν φύσιν γράφουσα καὶ πλάττουσα παντοίων ζῴων καὶ φυτῶν ἰδέας. ἤδη δέ τινες καὶ ἐξ ᾠῶν νεοττιὰς γεννῶσι χωρὶς ὀρνίθων τῇ πρὸς ἐκείνας μιμήσει τῇ τέχνῃ χρώμενοι. εἰ οὖν συνεργὸς καὶ μιμητικὴ τῆς φύσεώς ἐστιν ἡ τέχνη καὶ ἔστι τὰ κατὰ τέχνην ἕνεκά του, δῆλον ὅτι καὶ τὰ κατὰ φύσιν. ὁμοίως γὰρ ἔχει τὸ τέλος καὶ τὰ πρὸς τὸ τέλος καὶ ἐν τοῖς κατὰ τέχνην καὶ ἐν τοῖς κατὰ φύσιν, εἴπερ μιμεῖται ἡ τέχνη τὴν φύσιν καὶ κοινωνός ἐστιν αὐτῆς. εἰ οὖν ἐν τοῖς κατὰ τέχνην τὰ πρότερα τῶν ὑστέρων ἕνεκα γίνεται, καὶ ἐν τοῖς κατὰ φύσιν ὁμοίως ἕξει. ὁ μέντοι Πορφύριος ἐκ τοῦ μᾶλλον καὶ ἧττον γίνεσθαι τὴν ἐπιχείρησιν ἐνταῦθά φησιν· “εἰ γὰρ ἡ τέχνη χείρων οὖσα τῆς φύσεως, ὥσπερ καὶ ἡ εἰκὼν τοῦ παραδείγματος, τὰ πρὸ τοῦ τέλους ἕνεκα τοῦ τέλους ποιεῖ, πολὺ μᾶλλον ἡ φύσις κρείττων οὖσα τῆς τέχνης οὕτως ποιήσει.” πῶς δ’ ἂν λέγοι χείρονα τῆς φύσεως τὴν τέχνην, εἴπερ ἐκεῖνά φησιν ἐπιτελεῖν τὴν τέχνην, ἅπερ ἡ φύσις ἀδυνατεῖ ἀπεργάσασθαι;2 εἰ μὴ ἄρα τοῦτο οὕτως εἶπεν, ὡς τῆς τέχνης τὸ λεῖπον ἀναπληρούσης (τοῦτο δὲ καὶ τὸ χεῖρον ποιεῖν δυνατόν) ἢ καὶ ὡς μιμουμένης.

“总的说来,技艺一方面完成……直到:在依自然之物中,后来的事物相对于在先的事物[也同样如此]。” 既然技艺甚至在他们看来也是公认为了何物而造作的,他在由此证明了自然也为了何物而造作之后,通过展示技艺对自然的相似性以及与自然的共通关系,确证了自己恰当地使用了这一证明。在这些之中,他通过技艺与自然通力合作、弥补自然自身所无力造作的一切来阐明这一共通关系,例如当自然自身无力造作这些时,医术[弥补]健康和生肌。另一方面,技艺通过描摹和塑形各种动植物的形态来模仿自然。现在甚至已经有人不用母禽,而是通过模仿母禽而运用技艺从禽蛋中孵出雏鸟。因此,如果技艺是自然的协作者与模仿者,且依技艺之物是为了何物,那么显而易见依自然之物也同样如此。因为如果技艺确实模仿自然且是它的伙伴,那么目的以及通向目的的各个环节在依技艺之物与依自然之物中就具有类似的关系。因此,如果依技艺之物中在先者是为了后来者而生成的,那么依自然之物中情况也同样如此。然而波菲利认为这里的论证是根据“更大与更小”(举轻明重)进行的,他说:“因为如果技艺作为低于自然者——正如影像相对于范型一样——尚且为了目的而造作先于目的的各环节,那么作为高于技艺者的自然就更加会这样造作了。”然而,如果他明明说技艺完成了自然所无力完全做出的那些事物,他又怎能说技艺低于自然呢?除非他这样说是因为技艺所做的是弥补缺失(而这一点哪怕较低下者也是能够做到的),或者也是因为它具有模仿的性质。

语法注2 条
  1. 2.63τῷ συνεργαζομένην τῇ φύσει τὴν τέχνην ἀναπληροῦν

    带冠词不定式构成的手段/原因与格结构(τῷ + ἀναπληροῦν)。不定式的逻辑主语是宾格的 τὴν τέχνην,分词 συνεργαζομένην 与其保持一致。该短语修饰前导动词 δηλοῖ。

  2. 2.63πῶς δ’ ἂν λέγοι χείρονα τῆς φύσεως τὴν τέχνην, εἴπερ ἐκεῖνά φησιν ἐπιτελεῖν τὴν τέχνην, ἅπερ ἡ φύσις ἀδυνατεῖ ἀπεργάσασθαι;

    带 ἄν 的希求法(λέγοι)表示潜在可能性或反问。根据上下文,λέγοι 的主语指波菲利(或泛指的论述者),而随后从句中 φησιν 的主语则指阿里斯托泰利斯(引文文本的作者)。整句构成诘问:“如果[阿里斯托泰利斯]说技艺完成了自然无力做成之事,那么[波菲利]又怎能说技艺低于自然呢?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:378.1-378.24