← 辛普里丘

亚里士多德《物理学》注释

§376.15-377.35

关于本性与目的之诠释对亚历山大的批判

辛普里丘驳斥了亚历山大认为加上“具有本性”是为了同运气相对立的观点,主张这实则是为了同技艺相对比和类比。此外,围绕“目的”的涵义,他根据手抄本证据和句法结构的不通,否定了亚历山大所设想的异文,论证了目的乃是连续有序进程的终点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.62#2

ἀλλ’ οὐ τοῦ τέλους χάριν ἐστὶ τὰ πρὸ αὐτοῦ. δείξας οὖν ὅτι τὰ φύσει ἕνεκά του, νῦν προσαπέδειξεν ὅτι οὐχ οὕτως ἕνεκά του ὡς ἐν τοῖς κατὰ τύχην, ἀλλ’ ὅτι πέφυκεν οὕτως”. μήποτε δὲ οὐ διὰ τὴν πρὸς 〈τὰ〉 κατὰ τύχην ἀντιδιαστολὴν τὸ πεφυκέναι προσέθηκεν. ἐπὶ γὰρ τῶν κατὰ τύχην τὸ πραττόμενον ὅσον ἐπὶ τῷ τέλει1 μάτην πράττεται. νῦν δὲ τὸ πράττεσθαι ἕνεκα τοῦ τέλους ὁμολογούμενον λαβὼν ἐκ τούτου τὸ πεφυκέναι οὕτως κατεσκεύασεν. ὥστε οὐδὲ ἡ πρώτη ἐξήγησις τοῦ Ἀλεξάνδρου δόξει λόγον ἔχειν. εἰ γὰρ ὁμολογούμενον ἐλήφθη τὸ ἕνεκα τοῦ τέλους πράττεσθαι τὸ πραττόμενον ἐν τοῖς φυσικοῖς, οὐδεὶς ἂν εἶπεν εἶναι μὲν ἐν τοῖς φύσει τὸ ἕνεκά του, τὴν δὲ φύσιν μὴ τοῦ τέλους ἕνεκα ποιεῖν. ἀλλ’ ἴσως πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν κατὰ τέχνην. ἐν γὰρ τούτοις τὸ πραττόμενον ἕνεκα τοῦ τέλους πράττεται, οὐ μέντοι κατὰ φύσιν πράττεται. δείξας οὖν κοινῶς ὅτι ἐν οἷς τέλος τί ἐστι τούτου ἕνεκα πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς, ὅπερ καὶ ἐπὶ τῶν τεχνητῶν καὶ ἐπὶ τῶν κατὰ προαίρεσιν ἁρμόττει, νῦν δείκνυσιν ὅτι ἐπὶ τῶν φυσικῶν κατὰ φύσιν ἐστὶ τοῦτο. καὶ ἡ φύσις ἐστὶν ἡ ἕνεκά του ποιοῦσα. τοῦτο γὰρ τὸ πεφυκέναι οὕτως σημαίνει. ὅτι δὲ ταύτην ἔχει τὴν ἔννοιαν, τεκμαίρομαι ἐκ τοῦ ἐπαγομένου οἷον εἰ ἡ οἰκία τῶν φύσει γινομένων ἦν καὶ τῶν ἑξῆς. δι’ ὧν οὐδὲν ἄλλο δείκνυσιν ἢ ὅτι ὡς ἐπὶ τῶν κατὰ τέχνην τοῦ τέλους ἕνεκα πράττεται τὸ πραττόμενον τεχνικῶς, τουτέστι τῆς τέχνης ποιούσης ἤτοι τοῦ τεχνίτου κατὰ τὴν τέχνην, οὕτως καὶ ἐπὶ τῶν φύσει γινομένων ὑπὸ τῆς φύσεως ἕνεκα τοῦ τέλους πράττεται τὸ πραττόμενον. εἰ γὰρ ἡ οἰκία τῶν φύσει γινομένων ἦν, οὕτως ἂν ἕνεκα τοῦ τέλους τὸ πρότερον καὶ τὸ ἐφεξῆς τῶν ἐν αὐτῇ πραττομένων ἐπράττετο ὑπὸ τῆς φύσεως, ὡς νῦν ὑπὸ τῆς τέχνης καὶ οὐκ ἄλλως. ἀλλ’ οὐδὲ εἰ ἡ τέχνη ζῷον ἐποίει, ἄλλως ἂν ἐποίησεν ἢ ὡς ἡ φύσις ποιεῖ. ἐποίησε δ’ ἂν ἕνεκα τοῦ τέλους τὰ πρὸ αὐτοῦ. τοῦτο γάρ ἐστι τὸ ἕνεκα ἄρα θατέρου θάτερον. τοῦτο δὲ προσέθηκε τὸ ἀντίστροφον δεικνύς, ὅτι καὶ εἴ τι τῶν φύσει γινομένων καὶ κατὰ τέχνην γίνοιτο, ὁμοίως ἂν γίνοιτο. καὶ καλῶς τὴν οἰκίαν παράδειγμα παρέθετο πρότερον καὶ φύσει γινομένην ὑπὸ τῶν ἀλόγων ζῴων καὶ τέχνῃ ὑπ’ ἀνθρώπων. εἰ οὖν καὶ κατὰ τέχνην ὁμοίως ἂν γίνοιτο ὥσπερ καὶ κατὰ φύσιν, ἐν δὲ τοῖς κατὰ τέχνην ἐναργῶς τοῦ τέλους ἕνεκα γίνεται τὰ πρὸ τοῦ τέλους, καὶ ἐν τοῖς κατὰ φύσιν ὁμοίως ἔχει. Ὅταν δὲ λέγῃ ἐν οἷς τέλος τί ἐστι, τούτου ἕνεκα πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς, τέλος λέγει οὐχ ἁπλῶς τὸ οὗ ἕνεκεν (τοῦτο γὰρ ἦν τὸ ζητούμενον, εἰ ἕνεκά του ποιεῖ ἡ φύσις), ἀλλ’ ὅπερ τὸ πρότερον καὶ τὸ ἐφεξῆς, ἁπλῶς τὴν ἐν τάξει πρόοδον συμπεραίνει καὶ ὃ τελειοῖ τὴν κίνησιν, συνεχεῖ οὔσῃ αὐτῇ τελευταῖον ἐπιγινόμενον καὶ περατοῦν αὐτήν. ὁ μέντοι Ἀλέξανδρος “τέλος, φησί, λέγει οὐχ ἁπλῶς τὸ ὕστερον ἐπιγινόμενον, ἐπεὶ καὶ τοῖς αὐτομάτως γινομένοις ὕστερόν τι ἀπαντᾷ, ἀλλ’ ὡς τὸ οὗ ἕνεκα.” καὶ ἐπάγει ὅτι “τοῦτο βουλόμενος καὶ νῦν ἐνδείξασθαι προσέθηκε τὸ ἔτι ἐν οἷς τέλος ἐστὶ τὸ ἕνεκά του· οὐ γὰρ ἁπλῶς ἠρκέσθη τέλος εἰπών, ἀλλὰ προσέθηκε τὸ ἕνεκά του δεικνὺς ὁποῖον τὸ τέλος εἶναι βούλεται”. καὶ ταῦτα ἐπιστάσεως ἄξιά μοι δοκεῖ, πρῶτον ὅτι οὐχ οὕτως ἔχει ἡ γραφὴ τῶν ἐμοὶ συνεγνωσμένων ἀντιγράφων πάντων, ἀλλ’ οὕτως ἔτι ἐν οἷς τέλος τί ἐστι, τούτου ἕνεκα πράττεται τὸ πρότερον· ἔπειτα ὅτι τὸ ἕνεκά του οὐκ ἔστι τέλος, ἀλλὰ τὸ οὗ ἕνεκα. βουληθεὶς δὲ οὕτως συντάξαι ἔτι ἐν οἷς τὸ ἕνεκά του τέλος τί ἐστιν εὑρίσκω μὴ προχωροῦσαν τὴν σύνταξιν διὰ τὸ ἑνικὸν ἄρθρον τῷ ἕνεκά του προσκείμενον.2 ὅλως δέ, ὅπερ εἶπον, τοῦτο ἦν τὸ ζητούμενον, εἰ ἕνεκά του ποιεῖ ἡ φύσις. ὅπερ ἐνδείκνυσι διὰ τοῦ ἐφεξῆς καὶ ἐν τάξει τὴν ὁδὸν ποιουμένην εἰς πέρας τι καταντᾶν· τὸ δὲ τοιοῦτον πέρας οὗ ἕνεκά ἐστι. φύσει δὲ τὸ οὕτως ὁδεῦον, ὡς καὶ πρότερον εἶπε καὶ ἐφεξῆς δηλώσει λέγων “φύσει γάρ, ὅσα ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφικνεῖται εἰς τέλος”.

“但先于它的各环节并不是为了目的。因此,在证明了依自然之物是为了何物之后,他现在附加论证了:并非像在出于运气的事物中那样是为了何物,而是依此具有本性。”然而,也许他加上“具有本性”并不是为了同出于运气的事物作区分。因为在出于运气的事物中,所做之事就目的而言是徒劳进行的。但现在,他在把为了目的而进行作为公认的前提接受之后,由此确立了依此具有本性。因此,亚历山大的第一种解释看来也是没有道理的。因为如果在自然之物中所做之事是为了目的而进行的已被作为公认的前提接受,那就没有人会说依自然之物中固然存在“为了何物”,但自然却并非为了目的而造作。 相反,这也许是为了同依技艺之物作区分而言的。因为在这些事物中,所做之事是为了目的而进行的,却不是依自然进行的。因此,在普遍地证明了凡有某种目的的事物,在先者与继起者都是为了这一目的而进行的之后(这既适用于技艺之物,也适用于依抉择之物),他现在证明了在自然之物中这是依自然存在的。而为了何物而造作的正是自然。因为“依此具有本性”指的正是这一点。而它具有这种意涵,我是从紧接着的“例如,如果房屋属于依自然生成的事物”及下文推测出来的。通过这些,他所证明的无非是:正如在依技艺之物中所做之事是出于技艺为了目的而进行的,也就是说技艺在造作,或者说工匠依技艺在造作,依自然生成的事物中所做之事同样也是由自然为了目的而进行的。因为如果房屋属于依自然生成的事物,那么其中所做之事的在先者与继起者就会像现在由技艺进行那样由自然为了目的而进行,而不会是以其他方式。同样,即使技艺造作动物,它也不会以不同于自然造作的方式来造作。它也会为了目的而造作先于目的的各环节。因为这正是“因此一者是为了另一者”。他之所以加上这一点,是为了展示相反的情况,即如果依自然生成之物中的某物也能依技艺生成,它也会以同样的方式生成。他首先把房屋作为例子引证是恰当的,因为房屋既能由无理性的动物依自然生成,也能由人依技艺生成。因此,如果依技艺生成也会像依自然生成那样以同样的方式进行,而在依技艺之物中先于目的的各环节显然是为了目的而生成的,那么在依自然之物中情况也同样如此。 而当他说“凡有某种目的的事物,在先者与继起者是为了这一目的而进行的”时,他所说的“目的”并不是单纯指“所为了之物”(因为这原本就是所探求的课题,即自然是否为了何物而造作),而是指终结在先者与继起者、终结单纯有秩序的进程的事物,以及当运动是连续的时作为最后环节附带发生并规定界限从而完成该运动的事物。然而亚历山大说:“他说‘目的’不是单纯指后来附带发生的事物,因为在自发生成的事物中也有某种后来的事物出现,而是指作为‘所为了之物’的目的。”他接着说:“他现在也想表明这一点,因而加上了‘再者,凡‘为了何物’是目的的事物’;因为他并非单纯满足于说了‘目的’,而是加上了‘为了何物’以表明他所希望的目的究竟是何种目的。”而在我看来,这些说法值得仔细推敲:首先,因为我所知的一切抄本的文字并不是这样的,而是这样:“再者,凡有某种目的的事物,在先者是为了这一目的[而进行的]”;其次,因为“为了何物”并不是目的,而“所为了之物”才是目的。当我试图这样进行句法分析,即“再者,凡‘为了何物’是某种目的的事物”时,我发现由于加在‘为了何物’上的单数冠词,这一句法分析无法成立。总的来说,正如我说过的,所探求的课题原本就是自然是否为了何物而造作;而他通过有秩序且相继进行的途径达到某种界限这一点来表明它;而这样的界限就是所为了之物。按这种方式前进的事物就是依自然的,正如他之前所说、且在下文将要通过说“因为凡是从自身中的某一始因出发连续运动而达到终点者,皆是依自然的”来表明的那样。

语法注2 条
  1. 2.62ὅσον ἐπὶ τῷ τέλει

    ὅσον ἐπί 搭配与格是表示限制的习语,意为“就……而言”。此处指“就目的而言”,说明在出于运气的事情中,从所产生之目的的角度来看,其行为是没有目的、徒劳(μάτην)进行的。

  2. 2.62βουληθεὶς δὲ οὕτως συντάξαι ἔτι ἐν οἷς τὸ ἕνεκά του τέλος τί ἐστιν εὑρίσκω μὴ προχωροῦσαν τὴν σύνταξιν διὰ τὸ ἑνικὸν ἄρθρον τῷ ἕνεκά του προσκείμενον

    句子的核心结构是 εὑρίσκω μὴ προχωροῦσαν τὴν σύνταξιν(“我发现句法分析无法成立”)。辛普里丘指出,如果试图将亚历山大所依据的异文理解为 ἔτι ἐν οἷς τὸ ἕνεκά του τέλος τί ἐστιν(“凡‘为了何物’是某种目的的事物”),那么由于介词短语 ἕνεκά του 前加了中性单数定冠词 τὸ 将其实体化,导致主语与表语之间的语法结构无法顺畅成立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:376.15-377.35