← 辛普里丘

亚里士多德《物理学》注释

§374.29-376.15

第二个目的论论证与对亚历山大的批判

辛普里丘探讨了亚历山大对《物理学》199a8中第二个目的论论证的解释,批评其陷入窃取论题的循环,并提出了自己对该三段论的重构,讨论了先行环节与目的及本性之间的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.62#1

" Ἔτι ἐν οἷς τέλος 〈τί〉 ἐστὶν ἕως τοῦ ἕνεκα ἄρα θατέρου θάτερον." Δεύτερον τοῦτο ἐπιχείρημα. ὁ δὲ Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον· “δείξας, φησίν, ὅτι τὰ φύσει ἕνεκά του (ἔστι γὰρ ἐν αὐτοῖς τέλος τι οὗ ἕνεκα), προσλαμβάνει τοῦτο ὡς ἑπόμενον, ἐν οἷς τέλος τί ἐστιν ἕνεκά του, τούτου χάριν τὰ πρὸ αὐτοῦ πράσσεται· ᾧ ἕπεται τὸ καὶ ἐν τοῖς φύσει γινομένοις τοῦ τέλους ἕνεκα γίνεσθαι τὰ πρὸ τοῦ τέλους”. ἐγὼ δὲ ἔοικα μὴ νοεῖν τὸ λεγόμενον·1 δοκεῖ γάρ μοι λέγειν οὐδὲν ἄλλο ἢ ὅτι λαβὼν ὅτι τὰ φύσει ἕνεκά του, συνάγει ὅτι τὰ φύσει ἕνεκά του· τὸ γὰρ “ἐν τοῖς φύσει γινομένοις τοῦ τέλους ἕνεκα γίνεσθαι τὰ πρὸ τοῦ τέλους” τί ἄλλο ἐστί; “πάλιν δὲ λαβών, φησί, τὸ ἐν οἷς τέλος τί ἐστι τοῦ τέλους χάριν τὰ πρὸ αὐτοῦ πράσσεσθαι ὡς ὁμολογούμενον, προσλαμβάνει αὐτῷ τὸ ὡς πράσσεται οὕτως καὶ πεφυκέναι πράσσεσθαι, καὶ ὡς πέφυκεν οὕτω πράσσεσθαι· ἐξ ὧν συνάγει τὸ μὴ μόνον εἶναι ἐν τοῖς φύσει τὸ ἕνεκά του, ἀλλὰ καὶ πεφυκέναι αὐτὰ ἕνεκά του. τοῦτο δὲ προσαπέδειξεν, ἵνα μή τις λέγῃ εἶναι μὲν ἐν τοῖς φύσει γινομένοις τὸ ἕνεκά του, οὐ μὴν καὶ τούτου χάριν τὴν φύσιν αὐτὰ ποιεῖν.” καίτοι πῶς εἶχε λόγον, μὴ δι’ ὅ ἐστι διὰ τοῦτο ποιεῖν αὐτὸ τὸ ποιοῦν; ὅλως δὲ εἰ προείληπται ὡς ὁμολογούμενον τὸ ἐν οἷς τέλος τί ἐστι τοῦ τέλους χάριν τὰ πρὸ αὐτοῦ πράσσεσθαι, προείληπται τὸ τούτου χάριν γίνεσθαι ὑπὸ τοῦ ποιοῦντος. μήποτε οὖν ἡ μὲν πρώτη ἀπόδειξις τοιαύτη ἐστίν·2 ἐν οἷς τῶν γινομένων τέλος τί ἐστι τὸ ὡς πέρας, εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προϊοῦσα συνεχῶς τελευτᾷ, ἐν τούτοις ἅπαντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκεν γίνεται· ἐν δὲ τοῖς φύσει γινομένοις ἔστι τι τέλος· συνεχῶς γὰρ κινεῖται καὶ πρόεισιν ἀδιαλείπτως μέχρι τοῦ τὸ τέλος ὁλόκληρον περιποιήσασθαι. καὶ γὰρ ἡ πόα καὶ ἡ καλάμη καὶ ὁ ἄσταχυς καὶ 〈αἱ ποικίλαι καὶ〉 παμπληθεῖς αὗται μορφαὶ προΐασι μέχρι τοῦ πυροῦ, εἶτα ἐντεῦθεν στάσις ἤδη καὶ ἠρεμία. ταύταις ταῖς δύο προτάσεσι τεθείσαις ἀκολουθεῖ συμπέρασμα τὸ ἐν τοῖς φύσει γινομένοις ἕνεκα τοῦ τέλους ἀεὶ πράττεσθαι τὸ πρότερον καὶ τὸ ἐφεξῆς, ὅπερ ἐστὶ τὸ ἕνεκά του ποιεῖν τὴν φύσιν· τοῦτο δὲ ἦν τὸ προκείμενον. τῶν δὲ δύο τὴν πρώτην εἰρημένην μόνην πρότασιν τέθεικε λέγων ἐν οἷς τέλος τί ἐστι, τούτου ἕνεκα πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς. τὴν δὲ δευτέραν καὶ τὸ συμπέρασμα ὡς πρόδηλα ἀφῆκεν. Ὅτι δὲ ἀληθεῖς αἱ δύο προτάσεις, δῆλον. ὅπου γάρ ἐστι τέλος τι καὶ συνεχὴς καὶ τεταγμένη ἡ ἐπ’ αὐτὸ ὁδός, φανερὸν ὅτι τούτου ἕνεκα πάντα τὰ ἔμπροσθεν πράττεται. οἷον ἐν τοῖς τεχνητοῖς ἐστι τέλος ἡ ὑγίεια· ταύτης ἕνεκα τὰ ἔμπροσθεν ποιεῖ πάντα ὁ ἰατρός. καὶ ὅτι ἐν τοῖς φυσικοῖς τέλος ἐστὶ τὸ εἶδος. καὶ τούτου ἕνεκα πάντα πράττεται, τοῦ εἰδοποιηθῆναι τῶν φυσικῶν ἕκαστον καὶ ἀπολαβεῖν τὴν οἰκείαν μορφήν. τοιγαροῦν εἰς τοῦτο ἐλθοῦσα παύεται ἡ τῆς φύσεως ἐνέργεια. τούτων δὲ κειμένων ἀληθὲς ἂν εἴη τὸ ἐν τοῖς φυσικοῖς πάντα τὰ ἔμπροσθεν ἕνεκα τοῦ τέλους πράττεσθαι. οὐκοῦν εἰ τοῦτο οὕτως ἔχει, οὐκ ἐπισυμβαίνει τὸ τέλος τοῖς πρὸ τοῦ τέλους, ἀλλ’ ἐκείνου ἕνεκα πέφυκε γίνεσθαι, καὶ ὡς πράττεται, οὕτως πέφυκε, καὶ ὡς πέφυκεν, οὕτως πράττεται ἕκαστον, ἄν μή τι ἐμποδίσῃ· ὥστε εἰ πράττεται τοῦ τέλους ἕνεκα, καὶ πέφυκε τούτου ἕνεκα. μήποτε δὲ τὸ οὐκοῦν ὡς πράττεται οὕτω πέφυκε καὶ τὰ ἑξῆς οὐ τοῦ μὴ ἐπισυμβαίνειν τὸ τέλος ἐστὶ δεικτικά. εἰ γὰρ τὸ πράττεσθαι ἕνεκά του ὁμολογούμενον λαβὼν ὡς ἀκόλουθον τούτῳ ἐπάγει τὸ καὶ πέφυκεν ἕνεκά του, τὸ δὲ ἕνεκά του πραττόμενον ἐκεῖνο οὗ ἕνεκα πράττεται οὐκ ἔχει ἐπισυμβαῖνον, δῆλον ὅτι οὐδὲν ἔσχε πλέον τὸ μεταλαβεῖν τὸ ἕνεκά του πραττόμενον εἰς τὸ πεφυκέναι ἕνεκά του.3 ὁ δὲ Ἀλέξανδρος, ὡς εἴρηται, τὸ καὶ πεφυκέναι οὕτως προσαποδεδεῖχθαί φησιν, “ἵνα μή τις λέγῃ εἶναι μὲν ἐν τοῖς φύσει γινομένοις τὸ ἕνεκά του (ὡς ἐπὶ τῶν ὀδόντων ἐλέγετο), οὐ μὴν τούτου χάριν τὴν φύσιν αὐτὰ ποιεῖν, ἀλλ’ ἐπισυμβαίνειν τὴν χρείαν. ἔτι δέ, φησὶν ὡς καὶ προελθὼν ὑπομνήσει, ἔστι καὶ ἐν τοῖς ἀπὸ τύχης γινομένοις τό τε οὗ ἕνεκα καὶ τὸ ἐκείνου χάριν.

“再者,凡有某种目的的事物”直至“因此一者是为了另一者”。 这是第二个论证。亚历山大是这样解释这一段落的:“他说,在证明了依自然之物是为了何物之后(因为在它们之中存在着某种作为其目的的‘为了何物’),他补充设定了作为其推论的这一点:凡有某种目的的事物是为了何物,在其先的各个环节都是为了这个目的而进行的;由此得出的推论是,在依自然生成的事物中,先于目的的各环节也是为了目的而生成的。”但我似乎并不理解所说的话;因为在我看来,他所说的无非是:在假定了依自然之物是为了何物之后,他推导出了依自然之物是为了何物;因为“在依自然生成的事物中,先于目的的各环节是为了目的而生成的”除了这个还能是什么呢?“他说,他又把‘凡有某种目的的事物,其先的各环节是为了目的而进行的’作为一个公认的前提加以接受,并向其补充设定了:以何种方式进行,其本性就宜于以何种方式进行;以何种方式宜于进行,就以何种方式进行;由此他推导出,不仅‘为了何物’存在于依自然之物中,而且它们本身也具有为了何物的本性。他之所以附加论证了这一点,是为了免得有人说:依自然生成的事物中固然存在‘为了何物’,但自然却并非为了这一目的而造作它们。”然而,造作者不是为了它赖以存在的那一目的而造作它本身,这怎么会有道理呢?总的来说,如果“凡有某种目的的事物,其先的各环节是为了目的而进行的”已经作为公认的前提预先设定了,那么“由造作者为了这一目的而生成”也就已经被预先设定了。 那么,也许第一种证明是这样的:在生成的事物中,凡有某种作为界限的目的(运动在此界限终止并连续进行至终点)的事物,在其中先于目的的一切环节都是为了目的而生成的;而在依自然生成的事物中,存在着某种目的;因为它们连续运动并不间断地前进,直至完全获得该目的。事实上,青草、秆、穗以及这些[多样的]无数形态都一路推进直至小麦,随后自此便已停顿且静止。在这两个前提被设定之后,所跟随的结论就是:在依自然生成的事物中,在先者与继起者总是为了目的而进行的,而这正是指自然是为了何物而造作的;而这正是所提出的论题。在所说的这两个前提中,他只设定了第一个,说道“凡有某种目的的事物,在先者与继起者是为了这一目的而进行的”;而把第二个前提和结论作为极其显明的事情省略了。 而这两个前提是真实的,这一点很清楚。因为凡有某种目的且朝向该目的的途径是连续且有秩序的地方,显然先于它的一切环节都是为了这一目的而进行的。例如在技艺之物中,健康是目的;医生为了这一目的而进行先于它的一切事。在自然之物中,形式是目的;一切环节都是为了这一点而进行的,即为了使每个自然之物获得形式并取得其特有的形态。因此,自然的现实活动一旦达到这一点便停止了。在这些被确立之后,“在自然之物中先于它的一切环节都是为了目的而进行的”就会是真的。因此,如果情况是这样,目的就不是附带发生于先于目的的各环节之上,而是这些环节依本性就是为了那个目的而生成的,并且正如进行的那样,它就具有那样的本性,正如它具有那样的本性,每个环节只要未受阻碍就按那样进行;以至于如果它是为了目的而进行的,它也是为了这一目的而具有本性的。 不过,也许“因此正如进行的那样,它就具有那样的本性”及下文并不是用来表明目的不是附带发生的。因为如果他在把“为了何物而进行”作为公认的前提接受之后,作为其推论引入了“也为了何物而具有本性”,而为了何物而进行的事物并不把那赖以进行的目的当作附带发生之物,显然,把“为了何物而进行”置换为“为了何物而具有本性”并没有获得任何更多的东西。但正如所说,亚历山大主张依此具有本性也是附加被证明的,“是为了免得有人说:在依自然生成的事物中固然存在‘为了何物’(正如对牙齿所说的那样),但自然却并非为了这一目的而造作它们,而是功用附带发生而已。再者,他说正如〔阿里斯托泰利斯〕下文推进时也将提示的那样,‘为了何物’以及‘因那目的而在者’也存在于出于运气生成的事物之中。”

语法注3 条
  1. 2.62ἐγὼ δὲ ἔοικα μὴ νοεῖν τὸ λεγόμενον

    ἔοικα 带不定词的主语人称构式,并附带否定词 μή。这是古典时期常见的带有谦逊或委婉讽刺意味的惯用表达,意为“我似乎并不理解所说的话”。否定词 μή 修饰不定词 νοεῖν。

  2. 2.62μήποτε οὖν ἡ μὲν πρώτη ἀπόδειξις τοιαύτη ἐστίν

    μήποτε 引导的表示委婉断定或提议的构式(“那么,也许……是……”)。与直陈式现在时 ἐστίν 连用,在批评了亚历山大的解释后,引出辛普里丘自己对亚里士多德证明的替代性重构。

  3. 2.62οὐδὲν ἔσχε πλέον τὸ μεταλαβεῖν τὸ ἕνεκά του πραττόμενον εἰς τὸ πεφυκέναι ἕνεκά του

    主语是带冠词的不定词短语 τὸ μεταλαβεῖν(“置换/替换”),以 τὸ ἕνεκά του πραττόμενον 为宾语,介词短语 εἰς τὸ πεφυκέναι ἕνεκά του 表示置换的目标。成语 οὐδὲν ἔσχε πλέον 意为“没有获得任何更多的好处/毫无所得”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:374.29-376.15