- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:373.23-374.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引用亚历山大的观点,分析了亚里士多德如何从动物各部分的合目的性出发在第三格三段论中推导自然目的论,并通过降雨与庄稼生长及腐烂的例子讨论了自然的目的与神的造物秩序。
αὐτὸς δὲ ἐπὶ τῶν μορίων τῶν ζῴων καὶ τῶν τοιούτων μάλιστα προαγαγὼν τὸν λόγον1 ὡς ἐναργῶς ἐχόντων τὸ ἐπὶ πολὺ γίνεσθαι καὶ δείξας, ὅτι τῶν μορίων 〈αἱ〉 εὐχρηστότητες διὰ τὸ μὴ κατὰ συμβεβηκὸς γίνεσθαι ἕνεκά του γίνονται, καὶ προσλαβών, ὅτι φύσει ἐστὶ πάντα τὰ τοιαῦτα, ὡς κἂν αὐτοὶ φαῖεν ἂν οἱ ταῦτα λέγοντες (φύσεως γὰρ ἔργα τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ τούτων μέρη, ἐν οἷς οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον) καὶ ὑποκείμενον ποιήσας τὰ μόρια τῶν ζῴων καὶ τὰ τοιαῦτα καὶ κατηγορήσας αὐτῶν τό τε ἕνεκά του καὶ τὸ φύσει, μερικὸν συμπέρασμα συνάγει ἐν τρίτῳ σχήματι, ὅτι τινὰ τῶν ἕνεκά του φύσει ἐστί. καλῶς γὰρ ὁ Ἀλέξανδρος ἐπέστησεν ὅτι “οὐκ ἐν πρώτῳ σχήματι ἀλλ’ ἐν τρίτῳ μᾶλλον γίνεται ἡ συναγωγὴ μερικὸν συμπέρασμα συνάγουσα τὸ λέγον ὅτι τινὰ τῶν ἕνεκά του γινομένων φύσει γίνεται. καὶ γὰρ ἡ ἐν πρώτῳ σχήματι συναγωγὴ συνάγει, ὅτι πάντα τὰ ἕνεκά του φύσει ἐστὶν οὐκ ὂν ἀληθές. τὰ μὲν γὰρ φύσει πάντα ἕνεκά του, τὰ δὲ ἕνεκά του οὐ πάντα φύσει. καὶ γὰρ τὰ κατὰ προαίρεσιν καὶ τὰ κατὰ τέχνην ἐν τοῖς ἕνεκά τού ἐστι. συνάγει γοῦν οὕτως· ἐπειδὴ τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ τούτων μόρια καὶ ἡ εὐχρηστία αὐτῶν ὡς ἐπὶ τὸ πλεῖστον οὕτως γίνεται, τὰ δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἕνεκά του, ἐὰν προσλάβωμεν ἄλλην πρότασιν τὴν λέγουσαν τὰ ζῷα καὶ τὰ φυτὰ καὶ τὰ τούτων μέρη φύσει, ὅπερ καὶ ὑπ’ ἐκείνων ὁμολογεῖται, συναχθήσεται τὸ τινὰ τῶν ἕνεκά του γινομένων φύσει γίνεσθαι, ὅπερ ἐδήλωσε καὶ αὐτὸς διὰ τοῦ ἔστιν ἄρα τὸ ἕνεκά του ἐν τοῖς φύσει γινομένοις καὶ οὖσι. καὶ γὰρ εἰ ἔστιν ἐν τοῖς φύσει γινομένοις τὸ ἕνεκά του, τὰ μὲν φύσει ἕνεκά τού ἐστι πάντως, οὐ πάντα δὲ τὰ ἕνεκά του φύσει. ὥσπερ ἐπειδὴ ἔστι τὸ τρέφεσθαι καὶ αὔξεσθαι ἐν τοῖς ζῴοις, τὰ μὲν ζῷα τρέφεται καὶ αὔξεται, οὐ πᾶν δὲ τὸ τρεφόμενον καὶ αὐξόμενον ζῷόν ἐστι.” μήποτε δὲ καὶ συντόμως μὲν τὸ προκείμενον συνελογίσατο2 καὶ καθόλου εἰπὼν ὅτι πάντα τὰ φύσει ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ καὶ προσλαβὼν ὅτι τὰ ἐκ τύχης οὐκ ἀεὶ καὶ συναγαγὼν ἐν δευτέρῳ καὶ ἐν πρώτῳ σχήματι, ὡς εἴρηται πρότερον. καὶ μέντοι ὡς ἐπὶ τῶν μορίων προαγαγὼν τὸν λόγον διὰ τὸ ἐναργὲς ἐν τρίτῳ σχήματι μερικὸν συμπέρασμα συνήγαγεν. εἰ τοίνυν ὁ σῖτος ὑπὸ τοῦ ὑετοῦ αὔξεται κατὰ φύσιν καὶ ὡς ἐπὶ τὸ πολύ, δῆλον ὅτι οὐ κατὰ συμβεβηκὸς αὔξεται ὁ σῖτος ὑπὸ τοῦ ὑετοῦ, ὥστε καὶ ἕνεκά του γίνεται ὁ ὑετὸς τοῦ αὔξεσθαι τὸν σῖτον, ὥσπερ καὶ ἄλλων πολλῶν ἕνεκα γίνεται, ἅπερ οὐ κατὰ συμβεβηκὸς ἕπεται τῷ ὑετῷ. τὸ γὰρ αὐτὸ πολλῶν ἕνεκα γίνεται καὶ μικρῶν καὶ μεγάλων. ἆρα οὖν καὶ τοῦ σαπῆναι ἕνεκα τὸν σῖτον; ἢ τοῦτο οὐκ ἔστι3 τῶν ὡς ἐπὶ τὸ πολὺ τῷ ὑετῷ ἀκολουθούντων, ἀλλὰ τῶν ὡς ἐπ’ ἔλαττον· διὸ κἂν φύσει γίνεται, ἀλλὰ κατὰ ἀποτυχίαν τοῦ σκοποῦ τῆς φύσεως ὥσπερ τὰ τέρατα. πλὴν καὶ εἰ ἕνεκά τοῦ σαπῆναι τὸν σῖτον γίνεται ὁ ὑετός, ἀλλ’ οὐχ ὑπὸ τῆς φύσεως ἕνεκα τούτου γίνεται, ἀλλ’ ὑπὸ τοῦ τῇ φύσει χρωμένου δημιουργοῦ θεοῦ τοῦ πάντα κατὰ δίκην ἀπευθύνοντος.
但他自己把论证主要推进到动物的部分及诸如此类的事物上,因为这些事物显然具有在大多数情况下生成的特征;并且他表明,各部分的合用性由于不是偶然附带生成的,因而是为了何物而生成的;他还补充设定,所有这类事物都是依自然的,正如主张这些观点的那些人自己也会说的那样(因为动物、植物及其部分都是自然的作品,在其中既无多余之物亦无欠缺之物);并且他把动物的部分及诸如此类的事物作为主词,将“为了何物”与“依自然”二者述谓于它们,从而在第三格中推导出一个特称结论,即为了何物之物中的某些事物是依自然的。因为亚历山大正确地指出:“这一推导并非在第一格中进行,而更是在第三格中进行的,推导出了一个特称结论,表明为了何物而生成之物中的某些事物是依自然生成的。因为在第一格中的推导会得出‘一切为了何物之物皆依自然’这一并非真实的结论。因为依自然之物虽全都是为了何物,但为了何物之物并不全都是依自然的。因为出于抉择的事物和出于技艺的事物也属于为了何物之列。无论如何,他是这样推导的:既然动物、植物及其部分以及它们的合用性在大多数情况下是这样生成的,而在大多数情况下存在之物是为了何物的,那么如果我们再补充另一个说明‘动物、植物及其部分是依自然的’的前提(这一点连他们也是承认的),就会推导出为了何物而生成之物中的某些事物是依自然生成的,他自己也通过‘因此为了何物而在者存在于依自然生成且存在的事物之中’表明了这一点。因为如果为了何物而在者存在于依自然生成的事物之中,那么依自然之物固然全然是为了何物的,但并非所有为了何物之物都是依自然的。正如既然营养与生长存在于动物之中,动物固然受到营养并生长,但并非凡受营养并生长者皆是动物。”不过,也许他也曾简明地对所提出的议题进行了三段论推导,普遍地陈述了一切依自然之物要么总是存在要么在大多数情况下存在,并补充设定出于运气之物并非总是存在,从而正如前文所说在第二格和第一格中进行了推导。然而,由于显明性的缘故,他把论证推进到各部分上,在第三格中推导出了特称结论。那么,如果庄稼依自然并在大多数情况下因雨水而生长,显然庄稼并非偶然附带地因雨水而生长,因此雨水也是为了某种目的——即为了庄稼生长——而生成的,正如它也是为了许多其他并非偶然附带地伴随着雨水的事物而生成的那样。因为同一事物是为了许多或小或大的目的而生成的。那么,它是否也是为了庄稼腐烂呢?抑或这并不属于在大多数情况下伴随雨水之事,而是属于较少发生之事;因此即使它是依自然生成的,也是由于自然目的的落空,正如畸形物一样。此外,纵使雨水是为了使庄稼腐烂而生成的,它也并非由自然为了此目的而生成,而是由运用自然的造物主神所生成的,这位神依正义引导着万物。
- 2.61αὐτὸς δὲ ἐπὶ τῶν μορίων τῶν ζῴων καὶ τῶν τοιούτων μάλιστα προαγαγὼν τὸν λόγον
句首的 αὐτὸς δέ 是指亚里士多德的主语,引领一系列状语分词(προαγαγών、δείξας、προσλαβών、ποιήσας、κατηγορήσας),最终连接到主动词 συνάγει(“推导出”),构成一个长句结构。
- 2.61μήποτε δὲ καὶ συντόμως μὲν τὸ προκείμενον συνελογίσατο
μήποτε 与直说过去时(此处为 συνελογίσατο)连用,表达委婉、审慎的推测(“或许他事实上已经推导了……”)。这是辛普利丘针对前文亚历山大所主张的“仅在第三格中成立”而提出的补充性见解。
- 2.61ἆρα οὖν καὶ τοῦ σαπῆναι ἕνεκα τὸν σῖτον; ἢ τοῦτο οὐκ ἔστι
由 ἆρα οὖν 引出的修辞性反问,随后用 ἤ 提出反驳与修正(“抑或这并不……”)。短语 τοῦ σαπῆναι ἕνεκα τὸν σῖτον 在介词 ἕνεκα 下由带冠词的属格不定词构成,其中 τὸν σῖτον 是不定词 σαπῆναι 的逻辑主语(宾格不定词结构)。
