- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:372.21-373.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘解析了亚里士多德在《物理学》198b34及以下提出的目的论论证,阐明亚里士多德如何依据自然事物“总是或在大多数情况下”发生这一前提否定偶然与附带性,并通过三段论格式与析取命题确立目的因的存在。
" Ἀδύνατον δὲ τοῦτον ἔχειν τὸν τρόπον ἕως τοῦ ἔστιν ἄρα τὸ ἕνεκά του ἐν τοῖς φύσει γινομένοις καὶ οὖσι." Συνηγορήσας τῷ λέγοντι λόγῳ, ὅτι κατὰ συμβεβηκὸς ἀκολουθεῖ τοῖς φύσει γινομένοις τὸ χρειῶδες καὶ ὠφέλιμον, οὐ τούτου ἕνεκα τῆς φύσεως ποιούσης, νῦν δείκνυσιν ὅτι ἀδύνατον τοῦτο οὕτως ἔχειν λαβὼν ἐναργὲς ὂν ὃ ὕστερον ἐπάγει,1 ὅτι τὰ γινόμενα ἢ κατὰ προωρισμένον σκοπὸν καὶ ἕνεκά του ἢ ἐκ τύχης ἢ ἐκ ταὐτομάτου γίνεται, καὶ ὅτι ταῦτα μὲν τὰ μόρια τῶν ζῴων καὶ ὅλως πάντα τὰ φύσει ἢ ἀεὶ ὡς ἐπὶ τῶν ἀϊδίων ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεται, τὰ δὲ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου ἐδείχθη ἐν τοῖς ἐπ’ ἔλαττον, καὶ συλλογιζόμενος λοιπὸν οὕτως· τὰ φύσει ἢ ἀεὶ οὕτως γίνεται ἢ ὡς ἐπὶ τὸ πολὺ (ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου), καὶ τῶν ὀδόντων ἡ φύσις ὡς ἐπὶ τὸ πλεῖστον ὁμοίως καὶ τῶν ἄλλων μερῶν· τὰ δὲ ἀπὸ τύχης καὶ ταὐτομάτου ἢ ὅλως κατὰ συμβεβηκὸς οὔτε ἀεὶ οὔτε ὡς ἐπὶ τὸ πολύ (ἐν γὰρ τοῖς ἐπ’ ἔλαττον ἐδείχθη ταῦτα γινόμενα)· οὐκ ἄρα τὰ φύσει ἀπὸ τύχης ἢ ἐκ ταὐτομάτου ἢ ὅλως κατὰ συμβεβηκός. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι συναχθείς, οὗ τὰς μὲν προτάσεις τέθεικεν ὁ Ἀριστοτέλης, τὸ δὲ συμπέρασμα ὡς σαφὲς οὐκ ἐπήγαγε. τὴν δὲ μείζονα τῶν προτάσεων τὴν λέγουσαν ‘τὰ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου οὔτε ἀεὶ οὔτε ὡς ἐπὶ τὸ πολύ’ ἔδειξεν ἐκ τοῦ ἀντικειμένου· τὰ γὰρ ὡς ἐπὶ τὸ πολὺ γινόμενα, οἷον τὸ ὕειν πολλάκις χειμῶνος ἢ τὸ καῦμα γίνεσθαι ὑπὸ κύνα, οὐκ ἀπὸ τύχης οὔτε ἀπὸ συμπτώματος λέγομεν, ἀλλ’ ὅταν ὑπὸ κύνα μὲν ὕῃ πολλάκις ἢ χειμῶνος καύματα ποιῇ, καὶ ὅλως ἐν τοῖς ἐπ’ ἔλαττον. δυνατὸν δὲ καὶ ἐν πρώτῳ σχήματι συναγαγεῖν τὸν συλλογισμὸν οὕτως· τὰ φύσει ὡς ἐπὶ τὸ πολύ· οὐδὲν τῶν ὡς ἐπὶ τὸ πολὺ κατὰ συμβεβηκός· οὐδὲν ἄρα τῶν φύσει κατὰ συμβεβηκός. δείξας οὖν ὅτι οὐδὲ τὰ ὠφέλιμα καὶ χρειώδη ἐν τοῖς φύσει κατὰ συμβεβηκὸς γίνεται, εἴπερ ὡς ἐπὶ τὸ πολὺ γίνεται, δείκνυσι λοιπὸν ὅτι ἕνεκά του ταῦτα γίνεται. καὶ ἔστι τὸ διαιρετικὸν ὃ προσέλαβε τοιοῦτον· τὰ γινόμενα ἢ κατὰ συμβεβηκὸς καὶ ἀπὸ συμπτώματος γίνεται ἢ ἕνεκά του· ἀλλὰ μὴν ταῦτα οὐκ ἀπὸ συμπτώματος, ὡς δέδεικται· ἕνεκά του ἄρα. τὸ δὲ διαιρετικὸν ἀναγκαῖον δοκεῖ, διότι καὶ ἐκεῖνοι ὡς ἀναιρετικὸν τοῦ ἕνεκά του τὸ ἀπὸ συμπτώματος ἔλεγον. ὡς γὰρ ὀφείλοντος πάντως τοῦ γινομένου ἢ οὕτως ἢ ἐκείνως γίνεσθαι,2 τῷ δεῖξαι ὅτι κατὰ συμβεβηκὸς ἀναιρεῖν ᾤοντο τὸ ἕνεκά του. καὶ οὕτως μὲν εἴ τις ἐν ἀρχῇ λαμβάνει τὰ φύσει ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι, συνάγει διά τε τῶν λημμάτων καὶ τοῦ διαιρετικοῦ, ὅτι τὰ φύσει ἕνεκά του καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ σχήματι.
“但这不可能是这种情形,直到,因此为了何物而在者存在于依自然生成且存在的事物之中。” 在为那种认为合用与有益之物只是附带地伴随着依自然生成之物、而非自然为了此目的而作为的论调进行了辩护之后,[亚里士多德]现在表明情况不可能如此,他将自己随后引入的前提视为显然自明而予以采纳:即生成之物要么依照预定的目的且为了何物而生成,要么出于运气,要么出于偶然;而动物的这些部分以及总括来说一切依自然存在之物,要么如在永恒之物中那样总是生成,要么在大多数情况下生成,而出于运气和偶然的事物已被表明属于较少发生之列;随后他进行如下的三段论推导:依自然之物要么总是如此生成,要么在大多数情况下如此生成(因为人来自人,马来自马),牙齿的自然本性以及其他部分在大多数情况下也同样如此;但出于运气和偶然之物,或者总括来说偶然附带之物,既非总是也非在大多数情况下(因为这些已被表明是属于较少发生之列);因此,依自然之物既非出于运气,亦非出于偶然,总括来说并非偶然附带的。这一三段论是在第二格中推导出的,亚里士多德已经给出了其前提,但由于结论很明显,便没有补出结论。而说明“出于运气和偶然之物既非总是亦非在大多数情况下”的大前提,他是从相反方面来证明的;因为在大多数情况下发生的事情,例如冬天常常下雨或在犬星当令时发生酷热,我们并不称之为出于运气或出于巧合,而只有当在犬星当令时经常下雨或在冬天产生酷热时,总括来说是在较少发生的事情中,我们才这样说。不过,也可以在第一格中将该三段论推导如下:依自然之物在大多数情况下存在;凡在大多数情况下存在之物皆非偶然附带;因此,凡依自然之物皆非偶然附带。那么,在证明了依自然之物中哪怕有益且合用的事物也并非偶然附带地生成(既然它们是在大多数情况下生成的)之后,他接下来便证明这些事物是为了何物而生成的。他所补充采纳的析取命题是这样的:生成之物要么偶然附带且出于巧合而生成,要么为了何物而生成;但是诚然,正如已被证明的那样,这些事物并非出于巧合;因此,是为了何物而生成的。这一析取命题看来是必然的,因为那些哲学家也将出于巧合之事说成是排斥为了何物之事的。因为他们认为生成之物必然要么以这种方式生成,要么以那种方式生成,所以他们以为,通过证明它是附带的,就可以取消为了何物。因此,如果有人在开端就设定依自然之物要么总是要么在大多数情况下生成,那么他通过这些前提命题与析取命题,无论在第二格还是在第三格中,都能推导出依自然之物是为了何物而存在的。
- 2.61λαβὼν ἐναργὲς ὂν ὃ ὕστερον ἐπάγει
分词 λαβών 的宾语是关系代词从句 ὃ ὕστερον ἐπάγει,而 ἐναργὲς ὄν 则作为谓语性补充成分(“将……视为自明而予以采纳”),整体意为“将他随后引入的前提视为自明而予以设定”。
- 2.61ὡς γὰρ ὀφείλοντος πάντως τοῦ γινομένου ἢ οὕτως ἢ ἐκείνως γίνεσθαι
带有连词 ὡς 的属格绝对结构,表示自然哲学家们所持的主观理由或假定(“因为他们认定生成之物必定要么以这种方式、要么以那种方式生成”)。
