- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:371.21-372.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐述了从力学与质料必然性解释牙齿形成的论难,并引证恩培多克勒的怪物生成说以说明否定目的论而主张适者生存的观点。随后他引用亚历山大指出自然中的目的并不必然需要选择与筹算,并进而阐明自然如同服从于更高主导原因的工具性原因。
ἡ γὰρ τοῦ φατνώματος, εἴποι τις ἄν, περιφέρεια πυκνοτέρα γέγονε τῶν ἑαυτῆς περάτων διὰ τὴν καμπήν· τὰ γὰρ καμπτόμενα πυκνοῦται κατὰ τὴν κοίλην καὶ κατὰ τὴν κυρτὴν ἐπιφάνειαν τῆς μὲν τεινομένης τῆς δὲ συμπιλουμένης κατ’ ἐκείνου, καθ’ οὗ τὸ περιφερὲς μάλιστα γίνεται. διὰ δὲ τοῦ πυκνοτέρου τὰ διιόντα ὀξύνεται καὶ τὰ ὀξέα μᾶλλον δίεισι. τούτων δὲ οὕτω γινομένων διὰ τὴν ἀνάγκην τὴν ὑλικὴν συνέβη ἄλλως εἰς ὠφέλειαν αὐτὰ γενέσθαι τῶν ζῴων, ὡς εἰ καὶ ταύτης ἕνεκα ἐγένετο. διὰ τί γὰρ ἄλλα μὲν ἀπόλλυται ὑπὸ τῶν οἰκείων μορίων, ὡς ἀετοὶ τοῦ ῥάμφους ἐπικαμπτομένου λιμώττοντες, ἄλλα δὲ σῴζεται, εἰ μὴ ἐκ ταὐτομάτου ταῦτα οὕτως συνέτρεχε.1 καὶ ὅπου μὲν οὕτως πάντα συνέβη συνδραμεῖν, ὥσπερ καὶ εἰ ἕνεκά του ἐγίνετο, ταῦτα, κἂν ἐκ ταὐτομάτου συνέστη, ἐπειδὴ ἐπιτηδείως συνέστη, διεσώθη· ὅσα δὲ μὴ οὕτως, ἀπώλετο καὶ ἀπόλλυται. ὥσπερ Ἐμπεδοκλῆς κατὰ τὴν τῆς φιλίας ἀρχήν φησι γενέσθαι ὡς ἔτυχε μέρη πρῶτον τῶν ζῴων, οἷον κεφαλὰς καὶ χεῖρας καὶ πόδας, ἔπειτα συνιέναι ταῦτα βουγενῆ ἀνδρόπρῳρα, τὰ δ’ ἔμπαλιν ἐξανατέλλειν “ἀνδρογενῆ” δηλονότι “βούπρωρα”, τουτέστιν ἐκ βοὸς καὶ ἀνθρώπου. καὶ ὅσα μὲν οὕτω συνέστη ἀλλήλοις ὥστε δύνασθαι τυχεῖν σωτηρίας, ἐγένετο ζῷα καὶ ἔμεινεν διὰ τὸ ἀλλήλοις ἐκπληροῦν τὴν χρείαν, τοὺς μὲν ὀδόντας τέμνοντάς τε καὶ λεαίνοντας τὴν τροφήν, τὴν δὲ γαστέρα πέττουσαν, τὸ δὲ ἧπαρ ἐξαιματοῦν. καὶ ἡ μὲν τοῦ ἀνθρώπου κεφαλὴ τῷ ἀνθρωπίνῳ σώματι συνελθοῦσα σῴζεσθαι ποιεῖ τὸ ὅλον, τῷ δὲ τοῦ βοὸς οὐ συναρμόζει καὶ διόλλυται· ὅσα γὰρ μὴ κατὰ τὸν οἰκεῖον συνῆλθε λόγον, ἐφθάρη. τὸν αὐτὸν δὲ τρόπον καὶ νῦν πάντα συμβαίνει. ταύτης δοκοῦσι τῆς δόξης τῶν μὲν ἀρχαίων φυσικῶν ὅσοι τὴν ὑλικὴν ἀνάγκην αἰτίαν εἶναι τῶν γινομένων φασί, τῶν δὲ ὑστέρων οἱ Ἐπικούρειοι. “ἡ δὲ πλάνη γέγονεν αὐτοῖς, ὥς φησιν Ἀλέξανδρος, ἀπὸ τοῦ ἡγεῖσθαι πάντα τὰ ἕνεκά του γινόμενα κατὰ προαίρεσιν γίνεσθαι καὶ λογισμόν, τὰ δὲ φύσει μὴ οὕτως ὁρᾶν γινόμενα. τὰ δὲ οὐχ οὕτως ἔχει, φησίν, ὡς ἤδη προειρήκαμεν, πάντως ὅτε ἔλεγεν, ὅτι ἡ φύσις ἕνεκά του μὲν ποιεῖ, οὐ κατὰ λόγους δέ.” μήποτε δὲ εἰ μὲν πρῶτον ἦν καὶ κυριώτατον αἴτιον ἡ φύσις, προορῶσαν, οὗ ἕνεκα ποιεῖ, οὕτως ἔδει ποιεῖν, ἄλλῳ δὲ ὑπηρετοῦσα τῷ κυρίως καὶ ἕνεκά του ποιοῦντι καὶ αὐτὴ μὲν ἕνεκά του ποιεῖ, οὐ μέντοι προλογιζομένη,2 ὁπότε καὶ τὸ σκέπαρνον ἕνεκά του πελεκᾷ, ἀλλ’ οὐ προλογιζόμενον, ἀλλὰ τῷ προλογιζομένῳ ὑπηρετοῦν.
因为有人可能会说,齿槽的周缘由于其弯曲而比其自身的边缘更为致密;因为被弯曲之物沿着凹面和凸面都会变得致密,在周缘最充分形成之处,一面被拉伸,另一面则被压缩。而穿过较致密部分的东西会变锋利,锋利的东西也更容易穿过。当这些事物由于质料必然性而如此生成时,它们碰巧附带地给动物带来了益处,就好像确实是为了此目的而生成的一样。因为,若非这些事物是出于偶然如此相遇,又因何缘故有些动物因自身的部分而毁灭——如老鹰因喙部弯曲过度而挨饿——另一些动物却得以保全呢?凡是所有事物碰巧如此相遇之处,就如同它们是为了何物而生成的一样,这些事物即便出于偶然组合而成,由于组合得当,也得以保全;而凡不是如此组合的,过去已毁灭,现在也在毁灭。正如恩培多克勒所说,在爱的主宰下,动物的各个部分首先是碰巧生成的,例如头、手和脚,随后这些部分结合为“牛身人面”,另一些则反之显然萌生出“人身牛面”,即由牛与人混合而成。凡是彼此如此组合以致能够获得保全的,便成为了动物,并因彼此满足需要而留存下来:牙齿切碎并磨细食物,胃进行消化,肝脏将〔其〕化为血液。人的头与人的身体结合在一起,使整体得以保全,但与牛的身体结合则不谐调而趋于毁灭;因为凡未按照本有比例结合的事物都毁灭了。而如今,一切事物也以同样的方式附带发生。在古代自然哲学家中,凡主张质料必然性是生成之物之原因的人,以及在后世哲学家中的伊壁鸠鲁学派,似乎都持有这种见解。“而他们的错误产生于,”正如亚历山大所说,“将一切为了何物而生成的事情都视为是出于选择和筹算而生成的,并且看到依自然生成的事物并非如此生成。但他指出,情况并非如此,正如我们此前已经说过的,无论如何是在他说过自然确实为了何物而作为、却非依照理性论据作为的时候。”然而,或许倘若自然是首要且最主导的原因,它本应当预先看到它为何而作为,并因而如此作为;但既然它服从于另一处于主导地位且为了何物而作为的原因,它自身也是为了何物而作为,不过并非预先筹算,正如扁斧也是为了何物而砍削,却并非预先筹算,而是服从于预先筹算者一样。
- 2.60διὰ τί γὰρ ἄλλα μὲν ἀπόλλυται ὑπὸ τῶν οἰκείων μορίων, ὡς ἀετοὶ τοῦ ῥάμφους ἐπικαμπτομένου λιμώττοντες, ἄλλα δὲ σῴζεται, εἰ μὴ ἐκ ταὐτομάτου ταῦτα οὕτως συνέτρεχε.
由修辞性疑问句与含有未完成过去时直陈式(συνέτρεχε)的违实条件从句(εἰ μὴ)构成的句式。整句通过反问表达违实论断:“若非这些事物出于偶然如此结合,又因何一些毁灭而另一些保全呢?”意指唯有偶然的适宜结合才能解释这一生存与淘汰的差异。
- 2.60μήποτε δὲ εἰ μὲν πρῶτον ἦν καὶ κυριώτατον αἴτιον ἡ φύσις, προορῶσαν, οὗ ἕνεκα ποιεῖ, οὕτως ἔδει ποιεῖν, ἄλλῳ δὲ ὑπηρετοῦσα τῷ κυρίως καὶ ἕνεκά του ποιοῦντι καὶ αὐτὴ μὲν ἕνεκά του ποιεῖ, οὐ μέντοι προλογιζομένη
小词 μήποτε 在句首引导委婉的断言或推测(“或许……”)。整个句子由 μέν...δέ 构成对比骨架:前半部分是反事实条件句(εἰ μὲν πρῶτον ἦν ... ἔδει ποιεῖν,“倘若自然是首要原因,它本应……”),后半部分则是真实的工具性从属关系(ἄλλῳ δὲ ὑπηρετοῦσα ... καὶ αὐτὴ μὲν ἕνεκά του ποιεῖ,“然而因其服从于另一主导原因,它自身也是为了何物而作为,却不加以预先筹算”)。
