← 辛普里丘

亚里士多德《物理学》注释

§370.24-371.20

降雨与牙齿构造作为对目的论的质疑

在论证自然目的论之前,亚里士多德提出了对立学说的疑难,借助降雨和牙齿构造的例子,说明自然事物是出于质料与自然的必然性而非为了目的而生成,其效用仅仅是附带产生的结果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.60#1

" —34 Ἔχει δὲ ἀπορίαν, τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν1 ἕως τοῦ ὁ μὲν οὖν λόγος, ᾧ ἄν τις ἀπορήσειεν, οὗτος, καὶ εἴ τις ἄλλος τοιοῦτός ἐστιν." Προβαλλόμενος ὁ Ἀριστοτέλης δεῖξαι, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, πρῶτον ὥσπερ εἴωθε καὶ αὐτὸς καὶ ὁ διδάσκαλος αὐτοῦ Πλάτων κρατύνει τὸν ἐναντίον λόγον, οὕτως αὐτῷ παριστάμενος ὡς ὁμολογήσων 〈ᾧ〉 οἱ τῶν λόγων πατέρες παρέστησαν.2 τοῦτο δὲ χρήσιμόν ἐστι πρὸς τὸ μηδεμίαν ἔνστασιν καταλιπεῖν τοῖς ἐνίοτε καὶ εὐφυέστερον δυναμένοις ἐνίστασθαι. καὶ νῦν οὖν συνηγορεῖ πρῶτον τοῖς λέγουσι μὴ ἕνεκά του τὴν φύσιν ποιεῖν μηδὲ ὅτι βέλτιον οὕτως· ἐπειδὴ γὰρ οἱ ἕνεκά του ποιεῖν τὴν φύσιν βουλόμενοι πιστοῦνται τοῦτο ἐκ τῆς χρείας μάλιστα τῶν ἐν τοῖς ζῴοις μορίων (εἰ γὰρ οἱ μὲν ἐμπρόσθιοι ὀδόντες ὀξεῖς γεγόνασι πρὸς τὸ τέμνειν τὴν τροφήν, οἱ δὲ γομφίοι πλατεῖς πρὸς τὸ λεαίνειν, δῆλον ὅτι οὐκ εἰκῇ καὶ ὡς ἔτυχε γεγόνασιν, ἀλλὰ τοῦ ποιοῦντος πρὸς τὸ χρήσιμον καὶ τὸ βέλτιον ἀφορῶντος), ταῦτα οὖν ἐκείνων λεγόντων, οἱ βουλόμενοι μὴ ἕνεκά του ποιεῖν τὴν φύσιν γίνεσθαι μὲν ἐξ ἀνάγκης φυσικῆς ἢ ὑλικῆς λέγουσι τὰ γινόμενα, χρήσιμα δὲ καὶ ἐπωφελῆ κατὰ συμβεβηκὸς ἀποβαίνειν τῆς φύσεως οὐ τούτου ἕνεκα ποιούσης· ἀλλ’ ὥσπερ ὁ Ζεὺς ὕσειεν ἂν καὶ ἐν θέρει, οὐχ ἵνα δὲ τὸν σῖτον τὸν ἐν τῇ ἅλῳ ἀπολέσῃ, ἀλλὰ ὕσαντος συνέβη τὸν σῖτον ἀπολέσθαι, οὕτω τί κωλύει λέγειν3 μὴ ὕειν μέν, ἵνα ὁ σῖτος αὐξηθῇ, ἄλλως δὲ ὑετοῦ γενομένου καὶ τὸν σῖτον αὐξάνεσθαι συμβαίνειν, γίνεσθαι δὲ τὸν ὑετὸν φύσει καὶ ὑλικῇ ἀνάγκῃ; τὴν γὰρ ἀνενεχθεῖσαν ἀτμίδα ψυχθεῖσαν καὶ ὕδωρ γενομένην διὰ τὸ βάρος καταφέρεσθαι καὶ τοῦτο εἶναι τὸν ὑετόν. καὶ ἄλλως δὲ φαῖεν ἂν μηδέποτε τὸ βέλτιον τοῦ χείρονος ἕνεκα γίνεσθαι μήτε ὑπὸ νοῦ μήτε ὑπὸ φύσεως. ὥστε οὐδὲ ἡ τοῦ ἡλίου κίνησις, ἥτις ψύχουσα καὶ ἀλέας καὶ ὄμβρων καὶ τῶν τοιούτων αἰτία ἐστί, τῶν καρπῶν ἕνεκα γίνεται, ἀλλ’ ἐπισυμβαίνει καὶ ἡ τούτων τροφὴ ὥσπερ καὶ ἄλλα πολλά, ὡς εἰ τούτων ἕνεκα ποιήσει ὁ ἀκριβέστατος νοῦς. οὕτως οὖν τί κωλύει καὶ τὰ μόρια τῶν ζῴων καὶ τῶν φυτῶν ἐξ ἀνάγκης μὲν ὑλικῆς γίνεσθαι, οὐ μὴν τοῦ εὖ καὶ τοῦ ὠφελίμου στοχαζομένης τῆς φύσεως οὐδὲ ἕνεκά του ποιούσης. καὶ γὰρ οἱ μὲν ἐμπρόσθιοι ὀδόντες ὀξεῖς γεγόνασιν, οἱ δὲ γομφίοι πλατεῖς οὐ διὰ τὴν χρείαν, ἀλλὰ διὰ τὴν φυσικὴν ἀνάγκην.

“这里存在一个疑难:有什么能阻止自然不是为了何物而作为”直至“那么,人们据以提出疑难的论据就是这个,以及如果有任何其他此类论据的话。” 亚里士多德在着手证明自然是为了何物而作为时,首先正如他自己及其老师柏拉图所惯常的那样,加强了对立面的论证,紧随该论证,仿佛将要赞同这些论据的创立者所持的立场。而这对于不给那些有时能够更为灵巧地提出异议的人留下任何反驳而言是有用的。因此现在他首先为那些声称自然并不是为了何物而作为、也不是因为这样更好而作为的人进行辩护;因为,既然那些主张自然为了何物而作为的人主要是根据动物各部分的效用来确证这一点的(因为如果前齿变得锋利是为了切碎食物,而臼齿变得扁平是为了磨碎食物,那么显然它们并非徒劳或碰巧生成,而是因为生成者关注着有用和更好的东西),在那些人如此说的时候,主张自然并非为了何物而作为的人则声称,生成之物是出于自然或质料的必然性而生成的,至于其结果具有效用和益处,则是出于附带,并非自然为了这一目的而作为;但是,正如宙斯在夏天也可能降雨,却绝不是为了毁坏打谷场上的谷物,而只是在下雨时碰巧谷物被毁坏了,同样,有什么能阻止我们说:降雨并不是为了让谷物生长,而是在因其他原因产生降雨时谷物碰巧也得到了生长,而降雨本身是由于自然和质料的必然性而生成的呢?因为升上去的水汽受冷变为水,由于重量而下落,这便是降雨。而且从另一角度而言,他们还会说,较好的事物绝不会为了较差的事物而生成,无论是由心灵还是由自然。因此,造成冷并成为温暖、暴雨及此类现象之原因的太阳运动,也不是为了果实而生成的,而是果实的滋养与许多其他事物一样也是随之附带发生的,就好像最精密的心灵为了这些事物而作为一样。因此,同样有什么能阻止动物和植物的各部分也是出于质料的必然性而生成的,而自然绝非瞄准着良好与有益,也不是为了何物而作为呢?因为前齿变得锋利而臼齿变得扁平,并不是因为效用,而是因为自然的必然性。

语法注3 条
  1. 2.60τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν

    在妨碍类动词 κωλύει 支配的宾格不定式结构(τὴν φύσιν ... ποιεῖν)中带有实质性的否定词 μή(而非赘疣否定词)。在此处构成反诘句,意非“有什么妨碍自然为了何物而作为”,而是“有什么妨碍自然‘不’为了何物而作为(即仅仅出于必然性而非目的而运作)”。

  2. 2.60ὡς ὁμολογήσων 〈ᾧ〉 οἱ τῶν λόγων πατέρες παρέστησαν

    小词 ὡς 连用将来时分词 ὁμολογήσων,表示意图或假托(“仿佛打算赞同……”)。校订者补充的关系代词与格 ᾧ 指向被省略的先行词(τούτῳ),作为 παρέστησαν 的补足成分,意为“赞同那些论据的创立者所持的立场”。

  3. 2.60ἀλλ’ ὥσπερ ὁ Ζεὺς ὕσειεν ἂν καὶ ἐν θέρει, οὐχ ἵνα δὲ τὸν σῖτον τὸν ἐν τῇ ἅλῳ ἀπολέσῃ, ἀλλὰ ὕσαντος συνέβη τὸν σῖτον ἀπολέσθαι, οὕτω τί κωλύει λέγειν

    由 ὥσπερ ... οὕτω 构成的呼应句式。前半句借助带有潜在意义的 ἄν 与祈愿语气(ὕσειεν ἄν)举出夏季降雨的反目的论事例,随后引向主句 οὕτω τί κωλύει λέγειν。ὕσαντος 是表示天气现象的无人称属格独立结构,说明其破坏并非出于目的,而是“降雨发生时谷物遭毁坏碰巧随之产生”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:370.24-371.20