← 辛普里丘

亚里士多德《物理学》注释

§369.15-370.23

论自然的目的因与质料必然性的证明课题

辛普里丘探讨了亚里士多德提出的两个课题,即证明自然作为目的因而起作用,以及界定自然哲学中的质料必然性,并结合对早期自然哲学家的批判阐明了这些证明的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.59

" Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις ἕως τοῦ ὁ δὲ τὸν νοῦν." Δύο προτίθεται προβλήματα ἐν τούτοις, ἓν μὲν ὅτι τῶν ἕνεκά του ποιούντων αἰτίων ἡ φύσις ἐστὶν ἀποδεῖξαι, διότι πολλάκις ἐχρήσατο τούτῳ ἀντιλογίαν ἔχοντι· δεύτερον δὲ περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσικοῖς, ἐπειδὴ πάντες οἱ φυσιολόγοι εἰς τὸ ἀναγκαῖον ἀνάγουσι τὰς αἰτίας, ἐξ ἀνάγκης τόδε τοιῶσδε λέγοντες γίνεσθαι. ἀνάγουσι δὲ εἰς τὴν ὕλην ὡς ταύτην οὖσαν τὴν ἀνάγκην, ἐκ τῆς τοιᾶσδε τῶν ὑποκειμένων ποιότητος τοιόνδε γίνεσθαι ἐξ ἀνάγκης λέγοντες. οἷον ἐπειδὴ τὸ θερμὸν κοῦφον καὶ ἀνωφερές ἐστι, τὸ δὲ ψυχρὸν βαρὺ καὶ κατωφερές, διὰ τοῦτο ὁ κόσμος οὕτω συνέστη τῆς μὲν γῆς κάτω γενομένης, τοῦ δὲ οὐρανοῦ ἄνω. κἂν γὰρ ἄλλην αἰτίαν εἴπωσιν, ὡς Ἐμπεδοκλῆς ποιητικὴν φιλίαν καὶ νεῖκος καὶ Ἀναξαγόρας τὸν νοῦν, ὅσον ἐφάψασθαι μόνον αὐτῆς λέγουσιν1 ἐν ταῖς τῶν αἰτίων ἀποδόσεσιν οὐ προσχρώμενοι. τοῦτο δὲ καὶ ὁ ἐν τῷ Φαίδωνι Σωκράτης ἐγκαλεῖν τῷ Ἀναξαγόρᾳ δοκεῖ. διὰ τοῦτο οὖν περὶ τοῦ κατὰ τὴν ὕλην ἀναγκαίου χρὴ διορίσασθαι, πῶς ἔχει ἐν τοῖς φυσικοῖς, τουτέστι τίς ὁ τρόπος τῆς τοιαύτης αἰτίας. ἆρα διὰ ταύτην γίνεται τὸ γινόμενον; ἢ οὐκ ἄνευ μὲν ταύτης, οὐ μὴν διὰ ταύτην ἁπλῶς, καὶ διὰ τοῦτο ἀναγκαία καὶ ὄντως ἀναγκαία. ταῦτα γὰρ μετ’ ὀλίγον ἡμᾶς περὶ αὐτῆς διδάξει. Τὸ δὲ δεῖξαι ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, χρήσιμόν ἐστι πολλαχῶς πρὸς τελειότητα τοῦ περὶ τῶν αἰτίων λόγου. εἰ γὰρ διὰ τοῦτο μάλιστα ἀναγκαῖον τὰς αἰτίας εἰδέναι, ἵνα εἰς ταύτας ἀνάγοντες τὸ διὰ τί ἀποδιδῶμεν, τοῦτο δὲ χρήσιμόν ἐστι, διότι ἡ φύσις ἕνεκά του ποιεῖν ὑπόκειται καὶ οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν, ἔδει ταύτην δειχθῆναι τὴν ὑπόθεσιν. ἔτι δὲ εἰ τὸ εἶδος τελικὸν αἴτιον καὶ οὗ ἕνεκα ὑπετέθη, ὡς ἕνεκα τούτου τῆς φύσεως ποιούσης πάντα ἃ ποιεῖ, χρὴ τοῦτο δειχθῆναι, ὅτι ἕνεκά του ποιεῖ ἡ φύσις. ἔτι δὲ τῶν παλαιῶν φυσιολόγων οἱ μὲν τύχην καὶ τὸ αὐτόματον ᾐτιῶντο τῶν γινομένων ὡς ποιητικὰ αἴτια, μᾶλλον δὲ ὡς ἀναιτίων ὄντων τῶν γινομένων, οἱ δὲ τῇ ὑλικῇ ἀνάγκῃ ἠρκοῦντο. δείξας οὖν ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον κατὰ συμβεβηκός ἐστιν αἴτια, δεῖ δὲ εἶναι πρὸ τοῦ κατὰ συμβεβηκὸς αἰτίου καὶ μάτην ὅσον ἐπὶ τῷ ἀποτελέσματι προσγενομένου τὸ καθ’ αὑτὸ καὶ ἕνεκά του ποιοῦν τι, ἐδεῖτο δεῖξαι τί τοῦτό ἐστι.2 καὶ ἄλλως δὲ ἐκ τῆς τῶν αἰτίων ἐφόδου παραδείξας, ὅτι ἔστι τὸ ποιητικὸν αἴτιον τῶν φυσικῶν καὶ τοῦτο εἰπὼν εἶναι τὴν φύσιν διαφέρουσαν τῆς τύχης καὶ τοῦ αὐτομάτου τῷ προηγουμένως καὶ ἕνεκά του ποιεῖν, ἐδεῖτο λοιπὸν τοῦτο αὐτὸ δεῖξαι, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, καὶ περὶ τοῦ ἀναγκαίου τῆς ὕλης διαλεχθῆναι. ἔτι δὲ ἐν ὅλῳ τῷ βιβλίῳ περὶ αἰτίων διαλεχθεὶς καὶ ταῦτα τοῖς αἰτίοις οἰκεῖα προστίθησι, τὸ μὲν ὅτι τὸ ποιητικόν, ὅπερ ἐστὶν ἡ φύσις, οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν ἀλλ’ ἕνεκά του ποιεῖ καὶ τὸ οὗ ἕνεκα τὸ εἶδός ἐστι, τὸ δὲ ὅτι τὸ ἐπὶ τῆς ὕλης λεγόμενον ἀναγκαῖον, οὐχ οὕτως λέγεται ὡς δι’ αὐτὴν γινομένου (τοῦτο γὰρ τῷ τέλει προσήκει), ἀλλ’ ὡς οὐκ ἄνευ αὐτῆς· ὅπερ ἐστὶ τὸ κυρίως ἀναγκαῖον, ὡς κατὰ ἀνάγκην, ἀλλ’ οὐχὶ προηγουμένως παρειλημμένον.

“‘因此首先应当说明为何自然’直至‘而另一人则指心灵’。” 他在这些文句中提出了两个问题:其一,证明自然属于那些为了何物而有所作为的原因,因为他屡次运用了这一存有争议的[前提];其二,关于必然性,探讨它在自然事物中如何存在,因为所有的自然哲学家都把诸原因归结为必然性,声称这物必然以如此方式生成。而他们把诸原因归结为质料,视之为这种必然性,声称从底层基质的如此性质中必然产生出如此这般的结果。例如,既然热是轻且向上的,而冷是重且向下的,因此宇宙便如此构成,地在下方,天在上方。因为即使他们提及另一种原因,如恩培多克勒提出作为作用因的友爱与纷争,阿那克萨哥拉提出心灵,他们也仅仅是触及皮毛而已,在说明原因时并不加以实际运用。而这似乎也是《斐多篇》中的苏格拉底对阿那克萨哥拉所作的责难。因此,正是由于这一缘由,必须就依质料的必然性作出界定,探讨它在自然事物中如何存在,也就是说,这种原因的运作方式究竟为何。生成之物究竟是由于它而生成,还是说,虽然不能没有它,却绝非单纯地由于它而生成,并因而是必然的且真正是必然的呢?因为过不多时他便会就此教导我们。  另一方面,显明自然是为了何物而作为,对于关于原因的论述之完满而言在多方面都是有用的。因为,如果最必须认识诸原因的理由在于:我们将其还原为诸原因以说明“何以故”,并且由于预设了自然是为了何物而作为而非徒劳或偶然地作为,这种说明才是有用的,那么这一假说就必须被证明。再者,如果形式被假定为目的因和“为了何物”,理由在于自然为了它而做它所做的一切,那么就必须显明自然是为了何物而作为。此外,在古代自然哲学家中,有些人把生成之物归因于运气和自发,视之为作用因,或者不如说视生成之物为无原因的,而另一些人则满足于质料的必然性。因此,既然他已经证明了运气和自发是依附性的原因,而在依附性的原因以及就结果而言徒劳附加上去的原因之前,必须存在某种自身本然地且为了何物而作为的原因,他就需要指明这究竟是什么。从另一角度而言,既然他从对原因的探讨中顺带指明了存在着自然事物的作用因,并指出这就是自然,其区别于运气和自发之处在于首要地且为了何物而作为,那么接下来他就需要证明这一点本身,即自然是为了何物而作为,并讨论质料的必然性。再者,在整卷书中论述了诸原因之后,他又补充了这些属于诸原因的特有内容:其一,作用因,亦即自然,并非徒劳和碰巧地作为,而是为了何物而作为,且“为了何物”就是形式;其二,就质料而言所说的必然,并不是按照“由于它而生成”(因为这属于目的)的方式说的,而是按照“没有它便不能生成”的方式说的;这正是本义上的必然,是出于必然性、而非首要地被采纳的东西。

语法注2 条
  1. 2.59ὅσον ἐφάψασθαι μόνον αὐτῆς λέγουσιν

    ὅσον + 不定词(ἐφάψασθαι)为表示程度限制的惯用构文,意为“仅至于触及的程度”。其后跟随否定分词短语 ἐν ταῖς τῶν αἰτίων ἀποδόσεσιν οὐ προσχρώμενοι,进一步说明他们虽在名义上提出爱恨或心灵,但在具体说明自然诸原因时却并未实际加以运用。

  2. 2.59δείξας οὖν ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον κατὰ συμβεβηκός ἐστιν αἴτια, δεῖ δὲ εἶναι πρὸ τοῦ κατὰ συμβεβηκὸς αἰτίου καὶ μάτην ὅσον ἐπὶ τῷ ἀποτελέσματι προσγενομένου τὸ καθ’ αὑτὸ καὶ ἕνεκά του ποιοῦν τι, ἐδεῖτο δεῖξαι τί τοῦτό ἐστι.

    全句的主语为亚里士多德,主动词为 ἐδεῖτο(统摄不定词 δεῖξαι)。在主句之前的分词句 δείξας... 内部,插入了由连词 δέ 连接的表达逻辑必然要求的从属分句(δεῖ δὲ εἶναι...)。在这一插入结构中,πρὸ τοῦ... αἰτίου 为介词短语,而 τὸ καθ’ αὑτὸ καὶ ἕνεκά του ποιοῦν τι 充当主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:369.15-370.23