← 辛普里丘

亚里士多德《物理学》注释

§35.11-37.9

阿那克萨哥拉的重释与早期学说的调和

辛普里丘将阿那克萨哥拉的分离说诠释为“万物在万物之中”的三重涵义(可知合一、理智共质、感觉共感),进而论证原子论者、柏拉图与一元论者的多样学说乃是探求层面的不同而非根本对立,指出亚里士多德等人对前人的反驳旨在防止浅薄之人的误解,并预告重返亚里士多德的文本。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#12

οὐκ ἂν δὲ εἶπε περὶ τόπων ἄλλων καὶ “ἥλιον αὐτοῖσιν εἶναι καὶ σελήνην καὶ τὰ ἄλλα ὥσπερ παρ’ ἡμῖν” καὶ “σπέρματα δὲ πάντων χρημάτων καὶ ἰδέας” ἐκάλεσε τὰ ἐκεῖ. ἄκουσον δὲ οἷα καὶ μετ’ ὀλίγον φησὶ τὴν ἀμφοῖν ποιούμενος σύγκρισιν· “οὕτω τούτων περιχωρούντων τε καὶ ἀποκρινομένων ὑπὸ βίης τε καὶ ταχυτῆτος. βίην δὲ ἡ ταχυτὴς ποιεῖ. ἡ δὲ ταχυτὴς αὐτῶν οὐδενὶ ἔοικε χρήματι τὴν ταχυτῆτα τῶν νῦν ἐόντων χρημάτων ἐν ἀνθρώποις, ἀλλὰ πάντως πολλαπλασίως ταχύ ἐστι.” καὶ εἴπερ ταύτην ἔσχε τὴν ἔννοιαν, ἄλλως μὲν πάντα ἐν πᾶσιν εἶναί φησι κατὰ τὴν νοητὴν ἕνωσιν, ἄλλως δὲ κατὰ τὴν νοερὰν συνουσίωσιν καὶ ἄλλως κατὰ τὴν αἰσθητὴν σύμπνοιαν καὶ τὴν ἐκ τῶν αὐτῶν γένεσιν καὶ εἰς τὰ αὐτὰ ἀνάλυσιν. Οἱ δὲ περὶ τὸν Λεύκιππόν τε καὶ Δημόκριτον καὶ τὸν Πυθαγορικὸν Τίμαιον οὐκ ἐναντιοῦνται μὲν πρὸς τὸ τὰ τέτταρα στοιχεῖα τῶν συνθέτων εἶναι σωμάτων ἀρχάς. καὶ οὗτοι δέ, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Πλάτων καὶ Ἀριστοτέλης, ὁρῶντες εἰς ἄλληλα μεταβάλλοντα τὸ πῦρ καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἴσως δὲ καὶ τὴν γῆν, ἀρχοειδέστερά τινα τούτων καὶ ἁπλούστερα ἐζήτουν αἴτια, δι’ ὧν καὶ τὴν κατὰ τὰς ποιότητας τῶν στοιχείων τούτων διαφορὰν ἀπολογήσονται. καὶ οὕτως ὁ μὲν Τίμαιος καὶ ὁ τούτῳ κατακολουθῶν Πλάτων τὰ ἐπίπεδα βάθος τι ἔχοντα καὶ σχημάτων διαφορὰς στοιχεῖα πρῶτα τῶν τεττάρων τούτων ἔθετο στοιχείων τὴν σωματικὴν φύσιν μετὰ τῶν σωματικῶν σχημάτων ἀρχοειδεστέραν καὶ αἰτίαν τῆς τῶν ποιοτήτων διαφορᾶς νομίζων. οἱ δὲ περὶ Λεύκιππον καὶ Δημόκριτον τὰ ἐλάχιστα πρῶτα σώματα ἄτομα καλοῦντες κατὰ τὴν τῶν σχημάτων αὐτῶν καὶ τῆς θέσεως καὶ τῆς τάξεως διαφορὰν τὰ μὲν θερμὰ γίνεσθαι καὶ πύρια τῶν σωμάτων,1 ὅσα ἐξ ὀξυτέρων καὶ λεπτομερεστέρων καὶ κατὰ ὁμοίαν θέσιν κειμένων σύγκειται τῶν πρώτων σωμάτων, τὰ δὲ ψυχρὰ καὶ ὑδατώδη, ὅσα ἐκ τῶν ἐναντίων, καὶ τὰ μὲν λαμπρὰ καὶ φωτεινά, τὰ δὲ ἀμυδρὰ καὶ σκοτεινά. Καὶ ὅσοι δὲ ἓν ἔθεντο στοιχεῖον, ὡς Θαλῆς καὶ Ἀναξίμανδρος καὶ Ἡράκλειτος, καὶ τούτων ἕκαστος εἰς τὸ δραστήριον ἀπεῖδεν τὸ καὶ πρὸς γένεσιν ἐπιτήδειον ἐκείνου, Θαλῆς μὲν εἰς τὸ γόνιμον καὶ τρόφιμον καὶ συνεκτικὸν καὶ ζωτικὸν καὶ εὐτύπωτον τοῦ ὕδατος, Ἡράκλειτος δὲ εἰς τὸ ζωογόνον καὶ δημιουργικὸν τοῦ πυρός, Ἀναξιμένης δὲ εἰς τὸ τοῦ ἀέρος εὔπλαστον καὶ ἑκατέρωσε ῥᾳδίως μεταχωροῦν ἐπί τε τὸ πῦρ καὶ ἐπὶ τὸ ὕδωρ, ὥσπερ καὶ Ἀναξίμανδρος, εἴπερ τὸ μεταξὺ διὰ τὸ εὐαλλοίωτον ὑποτίθεται. Οὕτως οὖν οἱ μὲν εἰς νοητόν, οἱ δὲ εἰς αἰσθητὸν διάκοσμον ἀφορῶντες, καὶ οἱ μὲν τὰ προσεχῆ στοιχεῖα τῶν σωμάτων, οἱ δὲ τὰ ἀρχοειδέστερα ζητοῦντες, καὶ οἱ μὲν μερικώτερον, οἱ δὲ ὁλικώτερον τῆς στοιχειώδους φύσεως καταδραττόμενοι, καὶ οἱ μὲν τὰ στοιχεῖα μόνον, οἱ δὲ πάντα τὰ αἴτια καὶ συναίτια ζητοῦντες διάφορα μὲν λέγουσι φυσιολογοῦντες, οὐ μὴν ἐναντία τῷ κρίνειν ὀρθῶς δυναμένῳ. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ὁ τὰς διαφωνίας αὐτῶν ἐπιδεικνύναι δοκῶν ἐρεῖ προελθὼν ὀλίγον ὅτι “διαφέρουσιν ἀλλήλων τῷ τοὺς μὲν πρότερα, τοὺς δὲ ὕστερα λαμβάνειν, καὶ τοὺς μὲν γνωριμώτερα κατὰ τὸν λόγον, τοὺς δὲ κατὰ τὴν αἴσθησιν”. “ὥστε, φησί, ταὐτὰ λέγειν πως καὶ ἕτερα ἀλλήλων”. ἀλλὰ ταῦτα μὲν διὰ τοὺς εὐκόλως διαφωνίαν ἐγκαλοῦντας τοῖς παλαιοῖς ἐπὶ πλέον ἠναγκάσθημεν μηκῦναι. ἐπειδὴ δὲ καὶ Ἀριστοτέλους ἐλέγχοντος ἀκουσόμεθα τὰς τῶν προτέρων φιλοσόφων δόξας2 καὶ πρὸ τοῦ Ἀριστοτέλους ὁ Πλάτων τοῦτο φαίνεται ποιῶν καὶ πρὸ ἀμφοῖν ὅ τε Παρμενίδης καὶ Ξενοφάνης, ἰστέον ὅτι τῶν ἐπιπολαιότερον ἀκροωμένων οὗτοι κηδόμενοι τὸ φαινόμενον ἄτοπον ἐν τοῖς λόγοις αὐτῶν διελέγχουσιν, αἰνιγματωδῶς εἰωθότων τῶν παλαιῶν τὰς ἑαυτῶν ἀποφαίνεσθαι γνώμας. δηλοῖ δὲ ὁ Πλάτων θαυμάζων οὕτως τὸν Παρμενίδην, ὃν διελέγχειν δοκεῖ, καὶ βαθέος κολυμβητοῦ δεῖσθαι λέγων τὴν διάνοιαν αὐτοῦ. καὶ Ἀριστοτέλης δὲ τὸ βάθος αὐτοῦ τῆς σοφίας ὑπονοῶν φαίνεται, ὅταν λέγῃ “Παρμενίδης δὲ 〈μᾶλλον βλέπων〉 ἔοικέ που λέγειν”. καὶ οὗτοι οὖν ποτὲ μὲν τὸ παραλελειμμένον ἀναπληροῦντες, ποτὲ δὲ τὸ ἀσαφῶς εἰρημένον σαφηνίζοντες, ποτὲ δὲ τὸ ἐπὶ τῶν νοητῶν εἰρημένον ὡς μὴ δυνάμενον τοῖς φυσικοῖς ἐφαρμόττειν διακρίνοντες ὡς ἐπὶ τῶν ἓν τὸ ὂν καὶ ἀκίνητον λεγόντων,3 ποτὲ δὲ τὰς εὐκόλους ἐκδοχὰς τῶν ἐπιπολαιοτέρων προαναστέλλοντες, οὕτως ἐλέγχειν δοκοῦσι. καὶ πειρασόμεθα τούτοις καὶ ἡμεῖς ἐφιστάνειν ἐν ταῖς πρὸς ἕκαστον τοῦ Ἀριστοτέλους ἀντιλογίαις. ἀλλὰ ἀναληπτέον πάλιν τὴν Ἀριστοτέλους λέξιν καὶ τὰ ἐν αὐτῇ λεγόμενα διαρθρωτέον.

然而,关于其他地方,他绝不会说“正如在我们这里一样,他们亦有太阳、月亮以及其余事物”,也不会把那里的事物称为“一切事物的种子与相”。且听听他在稍后进行二者比较时所说的话: “在这些事物依凭力量与速度如此旋转并被分离出来的情况下;而速度产生力量。但是它们的速度在速度上不与如今存在于人类之中的任何事物相似,而是在一切方面快许多倍。” 如果他确实持有这种意图,那么他所谓“万物在万物之中”,乃是一种方式上依循可知合一而言,另一种方式上依循理智共质而言,又一种方式上依循感觉共感以及从相同事物生成并分解为相同事物而言。 另一方面,留基伯与德谟克利特一派以及毕达哥拉斯主义者蒂迈欧,并不反对四元素是复合身体的本原这一观点。这些人亦如毕达哥拉斯学派、柏拉图与亚里士多德一样,看到火、气与水——或许还有土——彼此相互转化,因而探求了比这些更为本原性、更为单纯的原因,通过这些原因他们亦将解释依循这些元素诸性质而来的差异。于是,蒂迈欧以及跟随他的柏拉图,将具有一定深度[厚度]与形状差异的平面设定为这四种元素的第一要素,认为伴随身体形状的身体本性更为本原,并且是性质差异的原因。而留基伯与德谟克利特一派将最小的第一身体称为原子,[指出]依循它们形状、位置与次序的差异,在诸身体中,凡由更为锐利、微细且处于相似位置的第一身体所组成的,便成为热的与火性的,而由相反者所组成的便成为冷的与水性的,有些成为明亮与发光的,有些则成为暗淡与幽暗的。 凡将元素设定为一的人,如泰勒斯、阿那克西曼德与赫拉克利特,他们中的每一位亦着眼于该元素能动的且适于生成的一面:泰勒斯着眼于水滋生、滋养、维系、赋予生命且易于塑形的特质,赫拉克利特着眼于火化生生命与造作的特质,阿那克西门尼着眼于气易于塑形且容易双向转化(既向火又向水)的特质,正如阿那克西曼德亦是如此,如果他确实因其中介物易于变易而作此假设的话。 因此,有些人着眼于可知秩序,有些人着眼于感觉秩序;有些人探求身体的近接元素,有些人探求更为本原的元素;有些人更局部地把握元素本性,有些人更整体地把握;有些人仅探求元素,有些人则探求一切原因与协同原因:他们在探讨自然时虽然所言各异,但对于能够正确判断的人而言,却绝非彼此对立。而且看似揭示了他们分歧的亚里士多德本人,在稍往前推进时亦将说道:“他们彼此相异在于,有些人取先行者,有些人取后继者;有些人取依循理知更可知者,有些人取依循感觉更可知者。”“因此,”他说,“他们在某种意义上说着相同的事物,却又彼此互异。” 然而,由于那些轻易指责古人存在分歧的人,我们不得不将这些话进一步拉长。但是,既然我们将听到亚里士多德亦反驳早期哲学家的意见,而在亚里士多德之前柏拉图显然亦这样做,在二者之前巴门尼德与色诺芬尼亦是如此,那么便当知晓,他们由于关照那些听讲较为浅薄的人,才彻底检验其言论中看似荒谬之处,因为古人习惯于以隐语形式表明自己的见解。柏拉图通过如此赞叹看似被他反驳的巴门尼德,并说其思想需要深潜的潜水员,清楚地显明了这一点。亚里士多德在说“但巴门尼德似乎看得更深而在某处说”时,亦显出领悟了他智慧的深奥。因此,这些哲学家们时而补充遗漏之处,时而阐明言之不详之处,时而区分关于可知事物所说的话无法适用于自然事物(如对那些说存在是一且不动的人那样),时而预先遏止浅薄之人的轻易解读,从而看似在进行反驳。在亚里士多德针对每一位哲学家的反驳中,我们亦将尝试注意这些方面。但是我们必须重新拾起亚里士多德的原文字句,并将其中所言清晰分节论述。

语法注3 条
  1. 1.2οἱ δὲ περὶ Λεύκιππον καὶ Δημόκριτον τὰ ἐλάχιστα πρῶτα σώματα ἄτομα καλοῦντες κατὰ τὴν τῶν σχημάτων αὐτῶν καὶ τῆς θέσεως καὶ τῆς τάξεως διαφορὰν τὰ μὲν θερμὰ γίνεσθαι καὶ πύρια τῶν σωμάτων

    主语短语“οἱ δὲ περὶ Λεύκιππον καὶ Δημόκριτον… καλοῦντες”缺少直接与之呼应的限定动词;引导后接不定式“γίνεσθαι”的言说动词(如“λέγουσι”或“φασί”)在句法上被省略,或构成了破格句式(anacoluthon)。不定式的逻辑主语是“τὰ μὲν… τῶν σωμάτων”,整句作为宾格加不定式结构来理解:“[他们指出]在诸身体中,某些身体成为热的与火性的……”。

  2. 1.2ἐπειδὴ δὲ καὶ Ἀριστοτέλους ἐλέγχοντος ἀκουσόμεθα τὰς τῶν προτέρων φιλοσόφων δόξας

    动词“ἀκούω”支配表示被听到之人的属格及分词(“Ἀριστοτέλους ἐλέγχοντος”),并支配表示所听内容的宾格(“τὰς τῶν προτέρων φιλοσόφων δόξας”)。虽然在语法上将该属格视为独立属格结构亦可成立,但更自然的处理是作为“ἀκούω”直接支配的属格补足语(“我们将听到亚里士多德在反驳……”)。

  3. 1.2ὡς ἐπὶ τῶν ἓν τὸ ὂν καὶ ἀκίνητον λεγόντων

    介词短语“ὡς ἐπί”支配带冠词的属格分词“τῶν… λεγόντων”,表达举例性的比照(“正如在……的情况下”)。分词内部的“ἓν τὸ ὂν καὶ ἀκίνητον”构成双重宾格(主语宾格“τὸ ὂν”与谓语宾格“ἓν … καὶ ἀκίνητον”),意为“那些说存在是一且不动的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:35.11-37.9