- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:368.8-369.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德文本(198b4)的断句法与抄本异读,并解释了自然哲学家应当给出的双重原因:关涉必然性的质料因以及关涉适合各物本性的善的目的因。
" Ὥστε ἐπεὶ ἡ φύσις ἕνεκά του ἕως τοῦ ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν." Ἐπειδὴ τὸ φυσικὸν εἶδος τέλος ἐστὶ καὶ οὗ ἕνεκα, δῆλον ὅτι ἡ φύσις ἡ ποιητικὴ τοῦ εἴδους ἕνεκα τοῦ εἴδους πάντα ποιεῖ. εἰ οὖν ἕνεκά του καὶ μὴ μάτην ποιεῖ ἡ φύσις, δεῖ τὸν φυσικὸν καὶ τὴν φύσιν εἰδέναι φυσικὸν ὄντα καὶ τὰς αἰτίας τῶν γινομένων ἀποδιδόναι πάντως. οὕτως μὲν οὖν ἐὰν εἰς τὸ ἕνεκά του ὑποστίξωμεν, καὶ τῷ πάντως πρόσκειται ὁ καὶ σύνδεσμος.1 εἰ μέντοι μὴ πρόσκειται οὗτος, ὡς ἔν τισιν ἀντιγράφοις φέρεται, εἰς τὸ καὶ ταύτην εἰδέναι δεῖ ὑποστικτέον, ἵνα λέγῃ αἴτιον τοῦ τὸ διὰ τί ἀποδιδόναι τὸ τὴν φύσιν δεῖν εἰδέναι ἕνεκά του ποιοῦσαν.2 τὰς δὲ αἰτίας ἀποδοτέον τήν τε ποιητικήν 〈καὶ τὴν ὑλικήν〉. ταύτην γὰρ σημαίνει διὰ τοῦ ὅτι ἐκ τοῦδε ἀνάγκη τόδε· τὸ δὲ ἐκ τοῦδε ἢ ἁπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ. καὶ γὰρ ἐν μὲν τοῖς ἀϊδίοις καὶ θείοις ἁπλῶς ποιεῖ τὸ ποιοῦν· ὁ γὰρ τοιόσδε τῆς σελήνης σχηματισμὸς τοιόνδε πάντως ποιεῖ τὸν φωτισμὸν αὐτῆς. ἐν δὲ τοῖς ἐν γενέσει ὡς ἐπὶ τὸ πολύ· ὁ γὰρ ὕπνος ὡς ἐπὶ τὸ πλεῖστον θρέψιν ποιεῖ σχολαζούσης τότε τῆς φύσεως. διὰ δὲ τοῦ εἰ μέλλει τόδε ἔσεσθαι ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα τοῦ ὑλικοῦ μέμνηται,3 ὅπερ καὶ ἀναγκαῖόν ἐστι τὸν τῶν 〈ὧν〉 οὐκ ἄνευ λόγον ἐπέχον. εἰ γὰρ δεῖ τοιόνδε ἀκολουθῆσαι συμπέρασμα, δεῖ τοιάσδε προειλῆφθαι προτάσεις ὕλης ἐχούσας λόγον ἐν τῷ συλλογισμῷ. εἴ τις οὖν ἔροιτο, διὰ τί τοιόνδε τὸ συμπέρασμα, εἰς τὴν ὕλην ἀνάγοντες τὸ διὰ τί ἀποδώσομεν· διότι γὰρ τὸ τοιαίδε αἱ προτάσεις. καὶ ἐν τοῖς φυσικοῖς, εἰ μέλλοι τόδε ἔσεσθαι τὸ εἶδος ὑπὸ τῆς φύσεως, δεῖ τήνδε τὴν ὕλην προυπεστρῶσθαι, οἷον εἰ μέλλοι ναῦς ἔσεσθαι 〈ἐκ〉 τοιοῦδε ξύλου, δεῖ τὴν ὕλην παραληφθῆναι, ἵνα καὶ εὖ πλέῃ καὶ εὐτόνως συνέχηται. διὰ δὲ τοῦ ὅτι τοῦτο ἦν τὸ τί ἦν εἶναι τὴν κατὰ τὸ εἶδος αἰτίαν ἐνδείκνυται, διὰ δὲ τοῦ καὶ διότι βέλτιον οὕτως τοῦ τελικοῦ μέμνηται αἰτίου. καὶ γὰρ καὶ Πλάτων καὶ Ἀριστοτέλης τῷ φυσικῷ προσήκειν φασὶ τήνδε διττὴν αἰτίαν ἀποδιδόναι, τὴν μὲν τοῦ ἀναγκαίου, τὴν δὲ τοῦ εὖ. καὶ ἔστιν ἡ μὲν τοῦ ἀναγκαίου κατὰ τὴν ὕλην καὶ ὅλως τὸ σωματικόν, οἷον ὅτι δεῖ ἐκ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν γίνεσθαι, ἡ δὲ τοῦ εὖ, καθ’ ἣν δείκνυται ὅτι βέλτιόν ἐστιν οὕτως ἢ ἄλλως ἔχειν. τὸ δὲ βέλτιον οὐ τὸ ἁπλῶς ληπτέον, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου φύσιν οἰκεῖον. τὸ γὰρ ἁπλῶς καὶ τὸ πάντων ἄριστον οὐδὲ ὑπάρχειν δυνατὸν τῇ θνητῇ φύσει, ἀλλ’ εἴπερ ἄρα, τῇ ἀιδίῳ καὶ θείᾳ. ἔπειτα καὶ ἓν ἂν ἦν πάντων τὸ αὐτὸ τέλος· ἓν γὰρ τὸ ἄριστον. τὸ δὲ πρὸς τὴν ἑκάστου φύσιν, οἷον ὅτι τοῖς ἀερίοις καὶ ἀναγκαῖα τὰ πτερὰ καὶ λυσιτελῆ καὶ τοῖς τοιοῖσδε τὰ τοιάδε, τοῖς δὲ πεζοῖς οἱ πόδες, τοῖς δὲ ἰλυσπωμένοις ἡ κοιλία, ὥσπερ τοῖς ἰχθύσι τὰ βράγχια. καὶ ἔστι τοιαύτη πραγματεία τῷ Ἀριστοτέλει ἡ Περὶ ζῴων μορίων, ἔνθα κατὰ τὸν διττὸν τρόπον φυσιολογεῖ κατά τε τὸ ἀναγκαῖον καὶ κατὰ τὸ εὖ.
“因此,既然自然是为了何物直至而是相对于各自的实质而言。” 既然自然的形式是目的和“为了何物”,显而易见,作为形式之产生者的自然为了形式而做一切事情。因此,如果自然是为了何物而做且非徒劳而做,那么自然哲学家既然是自然哲学家,就必须也认识自然,并且无论如何都要说明生成之物的诸原因。因此,如果我们把断句点置于“为了何物”之后,便作如是读,且连词“也”附于“无论如何”。然而,如果在某些抄本中所载的那样,此连词并未附加,则应当在“也必须认识它”处断句,以表示他说:必须认识到自然是为了何物而作为,这是说明“何以故”的原因。而应当说明的诸原因,乃是作用因〈与质料因〉。因为他借由“因为从这当中必然有这”指明了这一点;而“从这当中”要么是无条件地,要么是多数情况下。因为在永恒且神圣的事物中,作用者无条件地起作用(因为月亮的如此形状构型无论如何都会造成其如此的光照)。而在处于生成中的事物中,则是多数情况下起作用(因为睡眠多数情况下会促进滋养,彼时自然处于闲暇)。而借由“如果将有这,正如由前提得出结论”,他提到了质料性的东西,而质料性的东西也是必然的,充当着“没有它就不能成立之物”的规定。因为如果必定产生如此的结论,就必须在三段论中预先采纳具有质料作用的如此前提。因此,如果有人问为什么结论是如此这般的,我们通过还原到质料来给出“何以故”;因为[我们会说]“因为前提是如此这般的”。而在自然事物中,如果要由自然产生此种形式,就必须预先铺垫此种质料,正如如果要〈用〉某种木材造成一艘船,就必须采纳这种质料,以便它既航行良好又坚固凝聚。而借由“因为这就是‘是其所是’”,他指明了依形式的原因;借由“并且因为如此更好”,他提到了目的因。因为柏拉图和亚里士多德都说,自然哲学家理当说明这种双重原因:一种是必然的原因,另一种是善的原因。依必然的原因是依质料以及总括而言依物体性的东西,例如“必须从热、冷、干、湿中生成”;而依善的原因,则是依此显明“如此存在比另样存在更好”的原因。但“更好”不应当理解为无条件的善,而应当理解为适合于各自自然本性的善。因为无条件的善即万物中最善者,甚至不可能属于有死的自然,即使有,也只属于永恒而神圣的自然。其次,一切事物就会只有唯一相同的目的了;因为最善者是唯一的。而适合于各自自然本性的善,例如对于空中飞行的生物而言翅膀既是必然的又是有利的,对于如此这般的生物则有如此这般的器官,对于陆行生物则是足,对于爬行生物则是腹部,正如对于鱼类而言是鳃一样。亚里士多德就有一部这样的著作《论动物的各部分》,他在其中按照双重方式、即按照必然性和按照善来研究自然。
- 2.58οὕτως μὲν οὖν ἐὰν εἰς τὸ ἕνεκά του ὑποστίξωμεν, καὶ τῷ πάντως πρόσκειται ὁ καὶ σύνδεσμος.
此处讨论亚里士多德原文(198b4-5)的断句(ὑποστίζειν)以及有无连词 καί 所导致的两种句法解读。第一种方案是在 ἕνεκά του 处停顿,将 καὶ ταύτην εἰδέναι δεῖ 视作主句的一部分,且连词 καί 附于 πάντως(即 καὶ πάντως)。
- 2.58ἵνα λέγῃ αἴτιον τοῦ τὸ διὰ τί ἀποδιδόναι τὸ τὴν φύσιν δεῖν εἰδέναι ἕνεκά του ποιοῦσαν.
在 λέγῃ 所引导的从句中,主语是带有定冠词的不定式短语 τὸ τὴν φύσιν δεῖν εἰδέναι ἕνεκά του ποιοῦσαν,述语名词 αἴτιον 统辖带定冠词的属格不定式 τοῦ τὸ διὰ τί ἀποδιδόναι(“说明‘何以故’的原因”)。
- 2.58διὰ δὲ τοῦ εἰ μέλλει τόδε ἔσεσθαι ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα τοῦ ὑλικοῦ μέμνηται
介词短语 διὰ τοῦ [...] 将引用的亚里士多德原文(“如果将有这,正如由前提得出结论”)名词化。主动词为 μέμνηται,支配属格补足语 τοῦ ὑλικοῦ(质料性的东西)。骨干句式为:“通过‘……’这一文句,他提到了质料性的东西”。
