← 辛普里丘

亚里士多德《物理学》注释

§366.30-368.7

自然运动的双重本原与第一原因的区分

辛普里丘阐释了“按自然造成运动的本原是双重的”这一段落,通过将第一原因同自然本身以及技术与抉择等不动推动者严格区分开来,考察了作为作用因的第一原因以及作为目的的不动形式的特质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.57

" Διτταὶ δὲ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς ἕως τοῦ τέλος γὰρ καὶ οὗ ἕνεκα." Ἤδη μὲν καὶ πρότερον διαίρεσιν ἐποιήσατο τοῦ ποιητικοῦ λέγων, ὅτι τὰ μὲν κινούμενα κινεῖ, τὰ δὲ ἀκίνητα ὄντα. καὶ νῦν δὲ τὴν αὐτὴν ποιεῖται λέγων διτταὶ δὲ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, τὸ φυσικῶς προσθεὶς πρὸς ἀντιδιαστολὴν τῶν γινομένων κατὰ τέχνην ἢ προαίρεσιν. καὶ μήποτε διὰ τοῦτο πάλιν τὴν τοῦ ποιητικοῦ αἰτίου διαίρεσιν ἀνέλαβεν, ἵνα διορίσῃ τελέως τὸ πρώτως κινοῦν τῶν κατὰ τέχνην ἢ προαίρεσιν κινούντων. πρῶτον μὲν γὰρ διέκρινεν ἀπ’ ἀλλήλων τά τε ὅσα κινούμενα κινεῖ καὶ ὅσα ἀκίνητα ὄντα, καὶ ἔλαβεν ἀκινήτως κινοῦν τὸ πρῶτον αἴτιον. νῦν δὲ ἐπειδὴ καὶ ἡ τέχνη καὶ ἡ προαίρεσις ἀκίνητος οὖσα τὰς φυσικὰς κινήσεις κινεῖ (οὐδὲ γὰρ αὔξεται οὐδὲ ἀλλοιοῦται οὐδὲ κατὰ τόπον μεταβαίνει), διορίζει πρῶτον μὲν τὰς τέχνας καὶ τὴν προαίρεσιν τῆς τε φύσεως καὶ τοῦ πρώτου αἰτίου τῷ ταῦτα μὲν φυσικῶς, ταὐτὸν δὲ εἰπεῖν ἔνδοθεν κινεῖν, ἐκεῖνα δὲ ἔξωθεν.1 καὶ οὕτως τὸ πρῶτον κινοῦν τῆς μὲν φύσεως διορίζει ἤτοι τῶν κατὰ φύσιν κινούντων (οὐ γὰρ καθ’ αὑτὴν ἡ φύσις κινεῖ, ἀλλὰ μετὰ τοῦ σώματος ἐν ᾧ ἐστι), τούτων μὲν διορίζει τῷ ταῦτα μὲν ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς ἔχειν, ἐκεῖνο δὲ μὴ ἔχειν. οὐ γάρ ἐστι φυσικὴ ἐκείνη ἀρχή, ἀλλὰ φυσικῶν· εἰ δὲ εἶχεν ἀρχὴν κινήσεως ἐν ἑαυτῇ, φυσικὴ ἂν ἦν. τῶν δὲ κατὰ τέχνην καὶ προαίρεσιν κινούντων διορίζει τὴν πρώτην ἀρχὴν τῷ ἐκεῖνα μέν, κἂν καθ’ αὑτὰ ᾖ ἀκίνητα τὰς φυσικὰς κινήσεις, ἀλλὰ κατὰ συμβεβηκὸς κινεῖσθαι ἐν τοῖς φυσικοῖς.2 τοιαῦται γὰρ αἱ τῆς ψυχῆς ἐνέργειαι κατὰ τόπον μεταβαίνουσαι καὶ ἀπὸ ἄλλων εἰς ἄλλα μεθιστάμεναι ἔν τε τῷ προαιρεῖσθαι καὶ ἐν τῷ τεχνάζεσθαι, τὸ δὲ πάντων πρῶτον παντελῶς ἀκίνητόν ἐστι καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. καὶ καθ’ ὅσον δὲ πάντων πρῶτόν ἐστι τῶν κινούντων διαφέρει τῶν τε κατὰ τέχνην καὶ κατὰ προαίρεσιν κινούντων. καὶ οὐκ ἐκ παραλλήλου κεῖται τό τε παντελῶς ἀκίνητον καὶ τὸ πάντων πρῶτον, ἀλλ’ ὡς καθ’ ἑκάτερα δεικνυμένης τῆς πρὸς τὰ ἀκινήτως κινοῦντα διαφορᾶς.3 πρῶτον δὲ ἐκεῖνο κατὰ πάντας τοὺς τοῦ πρώτου τρόπους μετ’ ὀλίγον δείξει. εἰ τοίνυν ὀρθῶς λέγομεν τοῦτον ἔχειν σκοπὸν τὰ εἰρημένα, οὐ παρελκόντως πάλιν ἡ τοῦ ποιητικοῦ γέγονε διαίρεσις. καὶ εἴπερ ποιητικοῦ ἐστιν ἡ διαίρεσις, ὡς καὶ Ἀλέξανδρος ὁμολογεῖ, δῆλον ὅτι καὶ ποιητικὸν οἴεται τὸ πρῶτον ὁ Ἀριστοτέλης. εἰ δὲ κινητικοῦ μόνον ἐστὶ διαίρεσις, δύναται τὸ πρῶτον καὶ ὡς τέλος κινεῖν. εἰπὼν δὲ ἀκίνητον τὸ πρῶτον ἐπισημαίνεται, ὅτι καὶ τὸ εἶδος καὶ ἡ μορφὴ ἀκίνητόν ἐστιν, ὅταν ὡς τέλος λαμβάνηται καὶ τὸ οὗ ἕνεκα. ἀκίνητον γὰρ δεῖ τὸ τέλος εἶναι καὶ ὡρισμένον· τὸ γὰρ κινούμενον ἕνεκά του κινεῖται. εἰ δὲ κινοῖτο, οὐδὲ τὸ ποιοῦν ἐλθὸν εἰς αὐτὸ στήσεται. τὸ δὲ εἶδος οὐχ ὡς ἔτυχε λαμβανόμενον τέλος ἐστίν, ἀλλ’ ὅταν οὕτως λαμβάνηται, ὅτι βέλτιον οὕτως. “ταύτῃ γάρ, φησὶν Ἀλέξανδρος, διαφέρει τὸ μαθηματικὸν εἶδος τοῦ ἐν τοῖς φυσικοῖς, ὅτι τοῦτο μὲν καὶ ὡς τέλος καὶ οὗ ἕνεκα λαμβάνεται, ὅτι βέλτιον οὕτως. ἄμεινον γὰρ ἦν τοιόνδε τὸ εἶδος, οἷον τὸ ὄρθιον καὶ μὴ ἀλλοῖον, ἐπὶ δὲ τῶν μαθηματικῶν οὐδὲν ζητεῖται τοιοῦτον· λῆρος γὰρ δοκεῖ, εἴ τις ἐπιχειροίη δεικνύναι, ὅτι τῷ μὲν κύκλῳ βέλτιον ἦν τὸ τὰς ἐκ τοῦ κέντρου γραμμὰς ἴσας ἔχειν, τῷ δὲ τετραγώνῳ τὰς περιεχούσας αὐτό.” μήποτε δὲ εἴ τις τὸν ὁρισμὸν τοῦ κύκλου καὶ τοῦ τετραγώνου λάβοι οὕτως ὡς καὶ τὸν τοῦ ἀνθρώπου μὴ κατὰ τὴν μορφὴν ἀλλὰ κατὰ τὴν δύναμιν, εὑρήσει καὶ τὴν μορφὴν οἰκείαν τῷ τοιούτῳ λόγῳ, ὡς ἐπὶ τοῦ ἀνθρώπου τὸ ὄρθιον.

“按自然造成运动的本原是双重的直至因为它是目的和为了何物。” 他在先前就已经对作用因作过区分,说有些事物在被运动着时运动他物,而另一些则在不动时运动他物。而现在他也作了同样的区分,说“按自然造成运动的本原是双重的”,加上“按自然”是为了同依技术或抉择而生成的事物相对照。或许正是为此他才重新提起对作用原因的区分,以便将第一推动者同那些依技术或抉择造成运动者彻底区分开来。因为首先,他把所有在被运动中造成运动者与所有在不动中造成运动者彼此区分开来,并把第一原因取作以不动的方式造成运动者。但现在,既然技术和抉择在就自然运动而言不动的情况下也造成运动(因为它们既不增长,也不变质,亦不在空间上移动),他首先通过这些〔自然与第一原因〕按自然——换言之,从内部——造成运动,而那些〔技术与抉择〕则从外部造成运动这一点,将诸技术和抉择与自然以及第一原因区分开来。他就这样把第一推动者与自然,即与按自然造成运动者区分开来(因为自然不是自身单独造成运动,而是与其所在的物体一起造成运动);他通过这些事物在自身内部具有运动的本原而那一推动者则不具有这一点,将它与它们区分开来。因为那一本原不是自然的本原,而是自然事物[的本原];如果它在自身内部具有运动的本原,它就会是自然的了。另一方面,他通过那些事物纵使就自然运动而言就自身是不动的,但在自然事物中却偶性地被运动这一点,将第一本原同依技术和抉择造成运动者区分开来。因为灵魂的现实活动就是如此,在抉择和施展技术中在空间上移动并从某些事物迁移到另一些事物,而万物中第一者无论就自身而言还是就偶性而言都是完全不动的。并且,就其为一切推动者中的第一者而言,它也不同于依技术和依抉择造成运动者。而且“完全不动”与“万物中第一”并非作为冗余并列而置,而是表明在两方面都显明了它相对于以不动方式造成运动者的差异。而不久之后他将指出,那一本原依第一者的所有方式都是第一的。因此,如果我们说所说的话具有此种目标是正确的,那么作用原因的区分再次出现就绝非多余。并且,正如亚历山大所赞同的那样,如果该区分确实是关于作用原因的,显然亚里士多德认为第一者也是作用性的。但如果它仅仅是推动者的区分,那么第一者也能够作为目的造成运动。在说了第一者是不动的之后,他指出,当形式与形态被作为目的和“为了何物”来理解时,它们也是不动的。因为目的必须是不动的且确定的(因为被运动者是为了某种东西而运动,如果目的被运动,作用者达到它时就不会停下来)。而形式并非随随便便被理解时就是目的,而是在因这样更好而被如此理解时才是目的。亚历山大说:“因为在这方面,数学的形式不同于自然事物中的形式,因为后者还作为目的和‘为了何物’被理解,乃因这样更好。因为形式是如此这般的——例如直立而非别样——乃是更好的;但在数学对象中却完全不探求此类事物。因为如果有人试图证明,对圆而言从圆心出发的线相等是更好的,对正方形而言包围它的线相等是更好的,这似乎是无稽之谈。”但或许,如果有人像对待人那样,不按形态而是按能力来理解圆和正方形的定义,他也会发现形态对于此类定义是固有的,正如对于人而言直立是固有的一样。

语法注3 条
  1. 2.57διορίζει πρῶτον μὲν τὰς τέχνας καὶ τὴν προαίρεσιν τῆς τε φύσεως καὶ τοῦ πρώτου αἰτίου τῷ ταῦτα μὲν φυσικῶς, ταὐτὸν δὲ εἰπεῖν ἔνδοθεν κινεῖν, ἐκεῖνα δὲ ἔξωθεν.

    动词 διορίζει 支配宾格 τὰς τέχνας καὶ τὴν προαίρεσιν 和属格 τῆς τε φύσεως καὶ τοῦ πρώτου αἰτίου,表示“使……与……相区别”。紧随其后的带冠词不定式与格结构 τῷ ... κινεῖν 表示区别的依据或方式,其内部由 ταῦτα(指代后提及的自然与第一原因)与 ἐκεῖνα(指代先提及的技术与抉择)构成对照。

  2. 2.57τῶν δὲ κατὰ τέχνην καὶ προαίρεσιν κινούντων διορίζει τὴν πρώτην ἀρχὴν τῷ ἐκεῖνα μέν, κἂν καθ’ αὑτὰ ᾖ ἀκίνητα τὰς φυσικὰς κινήσεις, ἀλλὰ κατὰ συμβεβηκὸς κινεῖσθαι ἐν τοῖς φυσικοῖς.

    宾格 τὰς φυσικὰς κινήσεις 是限制性宾格(关系宾格),修饰 ἀκίνητα,意为“就自然运动而言是不动的”。在让步从句 κἂν ... ᾖ 之后,受 ἀλλά 引出的不定式 κινεῖσθαι 构成由与格冠词 τῷ 所统辖的句子核心谓词(主语为 ἐκεῖνα)。

  3. 2.57οὐκ ἐκ παραλλήλου κεῖται τό τε παντελῶς ἀκίνητον καὶ τὸ πάντων πρῶτον, ἀλλ’ ὡς καθ’ ἑκάτερα δεικνυμένης τῆς πρὸς τὰ ἀκινήτως κινοῦντα διαφορᾶς.

    短语 ἐκ παραλλήλου 是表示“并列地、同义赘述地”的习语。后半句的 ὡς ... δεικνυμένης τῆς ... διαφορᾶς 是带有 ὡς 的独立属格结构,表示主观理由或意图视角(“意在表明……的差异”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:366.30-368.7