- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:365.30-366.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了亚里士多德在列举原因时省略目的因并仅提质料、形式与作用因的缘由(归因于形式与目的的合一及早期自然学家的探究习惯),并考察了亚历山大关于该段上下文衔接的诠释。
" Ὥστε τὸ διὰ τί καὶ εἰς τὴν ὕλην ἀνάγοντι1 ἕως τοῦ καὶ οὕτως τὸ ἐφεξῆς 〈ἀεί〉." Εἰ τὸ τελικὸν καὶ τὸ εἰδικὸν εἰς ἓν τῷ ἀριθμῷ πολλάκις ἔρχεται, εἰκότως τὸ διὰ τί ποτὲ μὲν εἰς τὴν ὕλην ἀνάγοντι ἀποδίδοται, ποτὲ δὲ εἰς τὸ εἶδος, ὃ ταὐτὸν καὶ τέλος ἐστί, ποτὲ δὲ εἰς τὸ ποιητικόν. τούτου γὰρ ἔοικεν ἐνδεικτικὸν εἶναι τὸ παραλιπεῖν ἐν τῇ ἀπαριθμήσει τὸ τελικὸν αἴτιον. ἅμα δοκεῖ μοι πόρρωθεν καὶ τὴν αἰτίαν ἐνδείκνυσθαι, δι’ ἣν τὸ τελικὸν αἴτιον παρελίμπανον οἱ φυσιολόγοι. διότι γὰρ ἔοικεν εἰς ταὐτὸν ἔρχεσθαι τὸ εἶδος καὶ τὸ τέλος, διὰ τοῦτο περὶ τοῦ εἴδους λέγοντες ἀρκοῦνται. διὸ καὶ εὐθέως ἐπήγαγε, πῶς τὰς αἰτίας τῆς γενέσεως σκοποῦντες εἰς ταῦτα τὰ αἴτια ἀνῆγον. ὅταν μὲν γὰρ τί μετὰ τί γίνεται ζητῶσι, τὸ εἰδικὸν αἴτιον ζητοῦσι (τοῦτο γάρ ἐστι τὸ γινόμενον), ὅταν δὲ τί πρῶτον ἐποίησε, τὸ κυρίως ποιητικὸν ἀνιχνεύουσιν, ὥσπερ ὅταν τὸ παθὸν ζητῶσι, τὸ ὑλικὸν αἴτιον πολυπραγμονοῦσιν. ἡ γὰρ ὕλη τὸ πάσχον ὑπὸ τοῦ ποιοῦντός ἐστι, τὸ δὲ εἶδος τὸ ἐγγινόμενον πάθος. δύναται δὲ τοῦτο δεικτικὸν εἶναι καὶ τοῦ τὸν φυσικὸν μάλιστα εἰς ταῦτα ἀναφέρειν τὰ αἴτια ζητοῦντα, τί πρῶτον καὶ τί ὕστερον ποιεῖ, καὶ τί τὸ πάσχον ἐστίν, ὅτι ἡ ὕλη, καὶ τί τὸ γινόμενον. ταῦτα γὰρ περὶ τὰ φυσικὰ ὄντα τῷ φυσιολόγῳ προσήκει, τοῦ πρώτου φιλοσόφου περὶ τὸ ἀκίνητον ἔχοντος αἴτιον, καὶ τὴν ἄυλον καὶ ἀπαθῆ οὐσίαν καὶ γενέσεως ἐξῃρημένην, ἅπερ ἀντίθετα τοῖς προειρημένοις ἐστί. “δύναται δέ, φησὶν Ἀλέξανδρος, ἡ λέξις ἡ λέγουσα περὶ γενέσεως γὰρ μάλιστα ἀκολουθεῖν τοῖς ἀνωτέρω εἰρημένοις, ἐν οἷς ἔλεγεν “ἐπεὶ δὲ αἰτίαι τέτταρες, περὶ πασῶν εἰδέναι τοῦ φυσικοῦ, καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει, τὴν ὕλην τὸ εἶδος τὸ κινῆσαν τὸ οὗ ἕνεκα,,· περὶ γενέσεως γὰρ μάλιστα τοῦτον τὸν τρόπον τὰς αἰτίας ζητοῦσι, τῶν μεταξὺ παρεμβεβλημένων εἰς διορισμὸν τῆς ταὐτότητος τῶν αἰτίων καὶ τοῦ ποιητικοῦ αἰτίου τῆς διαφορᾶς.2 εἴπερ τὸ μὲν ἀκίνητόν ἐστι τὸ δὲ κινούμενον, καὶ τούτου τὸ μὲν ἄφθαρτον τὸ δὲ φθαρτόν.” τὸ δὲ καὶ οὕτως τὸ ἐφεξῆς ἀεὶ δύναται μὲν λέγειν, ὅτι βοτάνη πρῶτον ἀπὸ πυροῦ καὶ ἐφεξῆς καλάμη καὶ ἐπὶ ταύτῃ ἄσταχυς, δύναται δέ, ὡς ὁ Ἀλέξανδρος ἀκούει, τοῦτο ἐπῆχθαι,3 ὅτι μετὰ τὸ πρῶτον ποιῆσαν ἐπὶ τὸ προσεχὲς ποιητικὸν μετέρχονται καὶ μετὰ τὴν πρώτην ὕλην ἐπὶ τὴν προσεχῆ καθ’ ὁμοιότητα, οὐκ ἐπ’ ἄλλο τι εἶδος αἰτίου τὸ οὗ ἕνεκα μεταβαίνοντες, μᾶλλον δὲ ὅτι ἐπὶ ἑκάστου αἰτίου τὸ ἐφεξῆς ζητοῦσι.
“因此,对于把‘为什么’也追溯到质料的人,直至‘以及如此依次[恒常地]’。” 如果目的性的东西与形式性的东西在数目上常常合而为一,那么很自然地,“为什么”有时是向把它追溯到质料的人说明的,有时则是向追溯到形式(它亦与目的同一)的人说明的,有时则是向追溯到作用因的人说明的。因为在列举中略去目的原因,似乎就是指示了这一点。同时,在我看来,他也从远处预先指示了自然哲学家们过去略去目的原因的缘由。因为形式与目的似乎归结为同一事物,正因如此,他们满足于仅仅谈论形式。所以他随即补充说明了考察生成之原因的人们是如何将原因追溯到这些原因上的。因为当他们探究何物在何物之后生成时,他们探究的是形式原因(因为这就是生成之物);而当他们探究何物最初起作用时,他们追查的是本义上的作用原因,正如当他们探究受作用者时,他们钻研的是质料原因一样。因为质料是由作用者承受作用之物,而形式则是产生于其中的受动状态。这也能够指示出,自然学家主要是把原因归结到这些原因上,探究何物最初起作用、何物随后起作用,以及受作用者是什么(即质料),还有生成之物是什么。因为关于自然存在者的这些事宜适合于自然学家,而第一哲学家则关涉不动的因,关涉无质料、不受动且免于生成之实体,这些与前述事物正是相对立的。亚历山大说:“‘因为主要关于生成’这一文句,可以顺承上文所说的话,他在上文中曾说‘既然原因有四种,自然学家的职责就是知晓全部原因,并且把“为什么”追溯到全部原因上予以说明:质料、形式、推动者、为了何物’;因为关于生成,他们主要是以此种方式探寻诸原因的,而在中间插入的内容,则是为了界定诸原因的同一性以及作用原因的差异——如果确实一者是不动的而另一者是被运动的,且在后者中一者是不灭的而另一者是可灭的话。”而“以及如此依次恒常地”这一句,既可以指首先从小麦生出幼苗,依次生出茎秆,在其上再生出麦穗;但正如亚历山大所理解的那样,也可以是补述指在最初的作用者之后进而探寻近邻的作用原因,在第一质料之后依相似性进而探寻近邻的质料,而不是转向另一类原因即目的,倒不如说是指就每种原因而言他们都依次探寻接续者。
- 2.56ἀνάγοντι
该与格分词直接沿袭亚里士多德原文(198a31)的用词。它在句中充当被动动词 ἀποδίδοται 的间接宾语,或者作为表示判断者或涉事者的关涉与格(“对追溯……的人而言”)。
- 2.56τῶν μεταξὺ παρεμβεβλημένων εἰς διορισμὸν τῆς ταὐτότητος τῶν αἰτίων καὶ τοῦ ποιητικοῦ αἰτίου τῆς διαφορᾶς
属格独立结构。在亚历山大的诠释中,此结构说明了“因为主要关于生成……”一句之所以能顺承更早先的论述,是因为夹在二者之间的内容(关于原因的同一性及推动原因的划分)仅是作为概念界定而插入的括号性成分。
- 2.56τὸ δὲ καὶ οὕτως τὸ ἐφεξῆς ἀεὶ δύναται μὲν λέγειν... δύναται δέ... τοῦτο ἐπῆχθαι
以被引用的短语(中性带冠词主格短语 τὸ δὲ καὶ οὕτως τὸ ἐφεξῆς ἀεὶ)为主语的对照结构。前半句使用主动不定词 δύναται... λέγειν(以 ὅτι 从句为直接宾语),后半句则转为带宾格主语的被动不定词结构(δύναται... τοῦτο ἐπῆχθαι),后面的 ὅτι 从句与 τοῦτο 构成同位语。
