← 辛普里丘

亚里士多德《物理学》注释

§364.25-365.29

近邻动力因与不动第一原因的动力因性

辛普里丘通过区分像太阳这样的远隔原因与像自然这样的近邻作用原因,解释了作用原因与形式在形式上的同一性,并借助三类学问的划分及亚历山大的注疏,论证了亚里士多德不仅将不动的第一原因视为目的因,亦将其视为作用因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.55#2

οὐδὲ γὰρ τὰ γινόμενα ὑπ’ αὐτοῦ πάντα ἀλλήλοις ἐστὶν ὁμοειδῆ, εἰ μὴ ἄρα καθὸ ἔνυλον εἶδος καὶ τὸ ποιοῦν καὶ τὰ γινόμενα,1 τῆς ὕλης κοινῶς κατὰ τοῦ ὑποκειμένου λεγομένης. κἂν γὰρ ὕλη μὴ ᾖ ἐν οὐρανῷ κατὰ Ἀριστοτέλην διὰ τὸ μὴ μεταβάλλειν ἀπ’ ἄλλων εἰς ἄλλα, ἀλλ’ ὑποκείμενόν γε καὶ ἐν ἐκείνοις ἐστί, διότι κινητὰ κατὰ τόπον, ὡς ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικά φησι. μήποτε δὲ καὶ ὁ κατὰ τοὺς ἐν αὐτῷ ποιῶν λόγους ὁμοιώματα τῶν λόγων ποιεῖ. δυνατὸν δὲ τὸ καὶ ὅλως ὅσα κινούμενα κινεῖ ἐπὶ τοῦ προσεχοῦς ποιητικοῦ φυσικῶς αἰτίου ἀκούειν, ὅπερ ἐστὶν ἡ φύσις. αὕτη γὰρ πολλὴν ἔχει πρὸς τὸ εἶδος κοινωνίαν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται. ὁ γὰρ ἥλιος οὐ προσεχές ἐστιν αἴτιον, κἂν κινούμενον κινῇ. καὶ τούτῳ ἴσως καὶ τὰ ἐπαγόμενα συνᾴδει. ὅτι γὰρ τὰ κινοῦντα καὶ ποιοῦντα αἴτια τριττά ἐστι, τὰ μὲν ἀκίνητα, τὰ δὲ κινούμενα, καὶ τούτων τὰ μὲν προσεχῆ τὰ δὲ πορρωτέρω, δείκνυσιν ἐκ τοῦ καὶ τὰς πραγματείας τριχῇ διῃρῆσθαι2 τὰς περὶ τῶν ὄντων, μᾶλλον δὲ τὰς περὶ τῶν ὄντων ἀρχὰς καὶ αἰτίας. καὶ γὰρ ἡ μέν ἐστι περὶ τοῦ κινητικοῦ μὲν αἰτίου ἀκινήτου δέ, οἵα ἐστὶν ἡ μετὰ τὰ φυσικὰ πραγματεία, ἡ δὲ περὶ τῶν κινουμένων μὲν αἰτίων ἀφθάρτων δέ, οἵα ἡ περὶ οὐρανοῦ, ἡ δὲ περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ πάντως καὶ αὐτῶν κινουμένων, ἃ καὶ προσεχῆ ἐστιν αἴτια· τοιαύτη δὲ ἥ τε περὶ γενέσεως καὶ φθορᾶς καὶ ἡ τῶν μετεώρων πραγματεία καὶ ἡ περὶ ζῴων καὶ φυτῶν τὰς τοιαύτας αἰτίας ζητοῦσαι. δῆλον δὲ ὅτι ἡ προκειμένη πραγματεία τὰς ἀρχὰς τῶν φυσικῶν ζητοῦσα περὶ κινουμένων αἰτίων κοινῶς ποιεῖται τὴν ζήτησιν. Ἐπιστῆσαι δὲ ἄξιον, πῶς τὸ ὅθεν ἡ κίνησις πρῶτον, τουτέστι τὸ ποιητικόν, τῷ εἴδει ταὐτὸν εἶπεν, ἀλλ’ οὐχὶ τῷ ὑποκειμένῳ καὶ τῷ ἀριθμῷ, ὡς τὸ τελικὸν καὶ τὸ εἰδικὸν εἰχέτην πρὸς ἄλληλα. καὶ γὰρ ἡ φύσις ποιητικὸν οὖσα αἴτιον καὶ εἰδικὸν ἐδείκνυτο πρότερον, ἀλλ’ ἴσως τῇ μὲν φύσει τὸ καὶ ἀριθμῷ ἓν εἶναι μετὰ τοῦ εἴδους ὑπῆρχε. πᾶσι δὲ ἁπλῶς τοῖς ποιητικοῖς αἰτίοις τοῖς προσεχέσι τῷ εἴδει ταὐτὸν εἶναι ὑπάρχει. καὶ ἐκ τούτων δὲ πάλιν οἶμαι δυνατὸν συνιδεῖν, ὅτι τὸ ἀκίνητον καὶ πρῶτον αἴτιον οὐ μόνον τελικὸν ἀλλὰ καὶ ποιητικὸν οἶδεν ὁ Ἀριστοτέλης. τὸ γὰρ ὅθεν ἡ κίνησις πρῶτον, τουτέστι τὸ ποιητικὸν αἴτιον, τοῦτο διαιρεῖ εἴς τε τὸ ἀκίνητον καὶ τὸ κινούμενον, ὅσα μὲν κινούμενα κινεῖ φυσικῆς λέγων πραγματείας, ὅσα δὲ ἀκίνητα ὄντα κινεῖ οὐκέτι φυσικῆς, τὸ κινεῖν ἀντὶ τοῦ ποιεῖν λαμβάνων. καὶ ὁ Ἀλέξανδρος δὲ ἐν τούτοις “τῆς φυσικῆς, φησίν, ἐστὶ καὶ περὶ ποιητικοῦ αἰτίου εἰπεῖν, οὐ περὶ παντὸς μέντοι, ἀλλὰ τούτων μόνων, ὅσα κινούμενα αὐτὰ κινητικὰ καὶ ποιητικά ἐστί τινων, ὡς ἂν εἰ ἔλεγεν ‘ὅλως δὲ ὅσα κινούμενα τῶν ποιητικῶν’, ὡς δηλονότι καὶ ἀκινήτων ὄντων τῶν ποιητικῶν κατ’ αὐτόν”.3

因为由它[太阳]所生成的事物也绝非全都彼此同种,除非是在作用者与生成之物二者皆为内具质料的形式这一意义上而言,而此时“质料”是对底层基质共通而言的。因为根据亚里士多德的看法,即使由于天界事物不从一物变异为另一物而在天界并无质料,但至少在那些事物中也存在底层基质,因为它们在位置上是可运动的,正如他在《形而上学》卷十二中所说的那样。或许也可以说,那按照自身内部的诸理则而起作用者,制作出了这些理则的肖像。然而,把“总括而言,凡是被运动的同时引起运动的事物”这番话理解为指代自然地起作用的近邻原因——即自然本身——也是可能的。因为正如前文所述,自然与形式有着深刻的相通性。因为太阳即使在被运动的同时引起运动,也并不是近邻原因。而这一解释或许也与随后的论述相符。因为引起运动与起作用的诸原因有三重——有些是不动的,有些是被运动的,而在后者中有些是近邻的,有些则是较远隔的——他通过关于存在者的诸探究(或者更确切地说是关于存在者的始基与原因的诸探究)被划分为三部分这一事实表明了这一点。因为其一是关于引起运动却自身不动的原因,例如《形而上学》的探究;其二是关于被运动却不毁灭的原因,例如《论天》;其三是关于处于生成与毁灭之中、自身亦完全被运动的事物,它们也是近邻原因;而《论生成与毁灭》、《气象学》以及关于动物和植物的探究,作为探寻此类原因者皆属于此类。显而易见,当前的探究[《自然学》]在探寻自然事物的始基时,普遍地对被运动的诸原因展开探究。然而值得注意的是,他为何说运动最初由之而来的东西——即作用原因——在形式上是同一的,却不像目的原因与形式原因彼此相对那样在底层基质和数目上也是同一的。因为自然虽然作为作用原因在先前已被证明亦是形式原因,但或许对于自然而言,与形式在数目上也合而为一固然成立,而不加限定地对于一切近邻作用原因而言,在形式上同一则是普遍成立的。从这些论述中,我认为再次能够看出,亚里士多德所认识到的不动的第一原因不仅是目的因,而且也是作用因。因为运动最初由之而来的东西——即作用原因——被他划分为不动者与被运动者,他说凡在被运动的同时引起运动者属于自然学探究,而凡是不动而引起运动者则不再属于自然学,此处他是用“引起运动”来代替“起作用”。而亚历山大在这些论述中也说:“论述作用原因亦属于自然学,然而并非关于一切作用原因,而仅关于这些原因:即凡自身被运动而成为某些事物的动因与作用因者;这宛如他在说‘总括而言,在作用原因中凡被运动者’,显然依照他的看法,作用原因中亦有不动者。”

语法注3 条
  1. 2.55εἰ μὴ ἄρα καθὸ ἔνυλον εἶδος καὶ τὸ ποιοῦν καὶ τὰ γινόμενα

    在由连词 καθό 引导的从句中省略了系动词 ἐστί(即 καθὸ [ἐστιν] ἔνυλον εἶδος καὶ τὸ ποιοῦν καὶ τὰ γινόμενα)。主语是由 καί... καί 连接的并列项(“作用者”与“生成之物”),表语名词 ἔνυλον εἶδος(具质料的形式)以单数形式共同陈述二者。

  2. 2.55δείκνυσιν ἐκ τοῦ καὶ τὰς πραγματείας τριχῇ διῃρῆσθαι

    介词 ἐκ 支配带冠词的不定式短语 τοῦ... διῃρῆσθαι(完成时被动态),表示主句动词 δείκνυσιν([亚里士多德]表明/论证)的依据与论据。宾格 τὰς πραγματείας(诸探究)作该不定式的逻辑主语。

  3. 2.55ὡς ἂν εἰ ἔλεγεν ‘ὅλως δὲ ὅσα κινούμενα τῶν ποιητικῶν’, ὡς δηλονότι καὶ ἀκινήτων ὄντων τῶν ποιητικῶν κατ’ αὐτόν

    此处连续使用了两个 ὡς 从句:前一个 ὡς ἂν εἰ ἔλεγεν 引导假设性比较(“宛如他在说……”),后一个 ὡς 则与属格独立结构(δηλονότι καὶ ἀκινήτων ὄντων τῶν ποιητικῶν)结合,表达亚历山大推断出的亚里士多德措辞背后的主观理由或前提(“显然基于……的理由”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:364.25-365.29