← 辛普里丘

亚里士多德《物理学》注释

§363.22-364.25

形式因、目的因与动力因的一致及不动推动者

辛普里丘注解了亚里士多德关于自然学的四种原因中形式、目的与动力因三者常合而为一的论述(198a22),阐明了形式与目的的同一性(在底层基质上为一,在定义上为二)以及动力因的形式同一性,并探讨了不动推动者及对理念论的潜在反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.55#1

" Ἐπεὶ δὲ αἰτίαι τέτταρες ἕως τοῦ ἡ δὲ περὶ τὰ φθαρτά." Εἰπὼν ὅτι τέτταρές εἰσιν αἱ τῶν φυσικῶν αἰτίαι, ἐπειδὴ αἰτίαι εἰσὶν ἃς τὸ διὰ τί ἐρωτηθέντες ἀποκρινόμεθα, ἀκολούθως ἐπάγει ὅτι ὁ φυσικὸς εἰς τὰς τέτταρας ἀνάγων ἀποδώσει τὸ διὰ τί φυσικῶς ἀποδιδούς. ἔστι γὰρ καὶ τὸν φυσικὸν μὴ φυσικῶς ἀποδοῦναι ὡς καὶ τὸν γεωμετρικὸν μὴ γεωμετρικῶς, ὅταν μὴ ἀπὸ τῶν οἰκείων ἀρχῶν. ἐπεὶ οὖν τὸ φυσικὸν σῶμα ἔχει μὲν ὕλην, ἔχει δὲ εἶδος, ἔχει δὲ καὶ τὸ ποιοῦν αἴτιον, εἴπερ γενητόν ἐστι, καὶ τὸ οὗ ἕνεκα ποιεῖ τὸ ποιοῦν, δῆλον ὅτι τὸν φυσικὸν χρὴ πάντα τὰ αἴτια τοῦ φυσικοῦ σώματος εἰδότα εἰς ἕκαστον οἰκείως ἀναπέμπειν τὸ διὰ τί. πολλάκις δέ, φησί, τὰ τρία αἴτια εἰς ἓν ἔρχεται τὸ εἶδος τὸ τέλος τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. καὶ ἔστιν αὕτη ἡ ἐπίστασις οἰκεία τῷ περὶ τοῦ πλήθους τῶν αἰτίων λέγοντι, ὅτι τῶν τεττάρων τὰ τρία εἰς ταὐτὸν ἔρχεται. καὶ μέντοι τῷ εἰς τὰς αἰτίας ἀνάγοντι φυσικῷ χρήσιμον τοῦτο γινώσκειν, ἵνα τὸ διὰ τί εἰς τὸ εἶδος ἢ τὸ τέλος ἀνάγειν πειρώμενος μὴ ἄλλο τι καὶ ἄλλο πάντως ζητῇ, εἰς ὃ ἀνάξει 〈τὸ〉 εἶδος, ὅτι πολλάκις τὸ αὐτὸ τὸ εἶδος καὶ τέλος ἐστίν. ἕνεκα γὰρ τοῦ εἴδους ἡ φύσις μηχανᾶται πάντα τὰ ἔμπροσθεν. καὶ ἔστι ταῦτα τὰ δύο κατὰ μὲν τὸν ἀριθμὸν καὶ τὸ ὑποκείμενον ἕν, δύο δὲ κατὰ τὸν λόγον. εἰ γὰρ πέπανσίς ἐστι καρποῦ τὸ δύνασθαι τὰ ἐν τῷ περικαρπίῳ σπέρματα ἀποτελεῖν τοιοῦτον ἕτερον, τὸ εἶδος εὐθὺς καὶ τέλος ἐστί. τὸ δὲ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως καὶ ὅτι ταὐτόν γεγένηται τούτοις,1 οὐ κατὰ τὸ ὑποκείμενον οὐδὲ τῷ ἀριθμῷ ταὐτόν ἐστιν, ἀλλὰ τῷ εἴδει μόνον. ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, καὶ ἔστιν αἴτιος ὁ πατὴρ τῷ γεννωμένῳ ταὐτὸν ὢν αὐτῷ κατὰ τὸ εἶδος. καὶ ὅλως, φησίν, ὅσα κινούμενα κινεῖ, τουτέστιν ὅσα φυσικὰ ὄντα καὶ ἀρχὴν ἔχοντα κινήσεως ἐν ἑαυτοῖς ποιεῖ· περὶ γὰρ τοῦ τοιούτου ποιητικοῦ ὁ λόγος. ταῦτα οὖν ἐὰν ᾖ τὰ αὐτὰ τοῖς γινομένοις, τῷ εἴδει ταὐτά ἐστιν. ὅσα δὲ μὴ κινούμενα κινεῖ, ταῦτα οὐδὲ ἔστιν ὅλως τῆς φυσικῆς πραγματείας ἐπισκοπεῖν, ἀλλὰ τῆς θεολογικῆς. οὐ γὰρ ἔχει ἐν ἑαυτοῖς ταῦτα ἀρχὴν κινήσεως, εἴπερ μὴ κινεῖται· ὥστε οὐκ ἔστι φυσικὰ τὰ ἀκίνητα αἴτια. ἀλλ’ οὐδὲ ἀρχὴ κινήσεώς ἐστιν ὡς ἡ φύσις· αὕτη γὰρ κινουμένη κινεῖ· ὥστε οὐδὲ φυσικοῦ τὸ περὶ τούτων λέγειν. μήποτε δὲ διὰ τοῦ καὶ ὅλως ὅσα κινούμενα κινεῖ πόρρωθεν ἐνίσταται2 πρὸς τοὺς τὰς ἰδέας ὁμοειδεῖς αἰτίας τῶν τῇδε νομίζοντας ἀκινήτους οὔσας· τὸ γὰρ ὁμοειδὲς συνώνυμον, ταῦτα δὲ ὁμώνυμα ἢ ὡς ἀφ’ ἑνός. οὕτως μὲν οὖν ἄν τις ἐξηγήσαιτο, εἰ πάντα τὰ ποιητικὰ τὰ αὐτὰ τοῖς εἰδικοῖς τῷ εἴδει νομίζοι εἶναι, ἐὰν κινούμενα κινῇ. καὶ ὁ ἥλιος δὲ κινούμενος μὲν κινεῖ καὶ ποιεῖ, οὐ μὴν ὁ αὐτός ἐστι τοῖς γινομένοις.

“既然原因是四个”至“而另一部分则是关于可毁灭的事物”。 在指出自然事物的诸原因是四个之后,既然它们正是当我们被问及“为什么”时所回答的原因,他顺理成章地补充说,自然哲学家通过归结为这四个原因,将以合乎自然学的方式说明“为什么”。因为自然哲学家也完全可能以不合乎自然学的方式说明,犹如几何学家不合乎几何学那样,只要不是出自恰切的始基。因此,既然自然物体具有质料,具有形式,并且——如果它确实是生成的——也具有作用原因以及作用者为了它而作用的目的,那么显而易见,自然哲学家应当在知悉自然物体的一切原因之后,恰切地将“为什么”归于每一个原因。然而他说,三个原因——形式、目的以及运动的始基由之而来的东西——往往合而为一。而指出四个原因中有三个归于同一事物这一注意点,对于论述原因数目的人来说是恰切的。而且,对于将事物归结于诸原因的自然哲学家来说,知悉这一点也是有用的,以便他在试图将“为什么”归结为形式或目的时,不至于一味去寻找另一样完全不同的、用以归结形式的事物,因为形式与目的往往是同一的。因为自然为了形式而谋划了先前的一切。这两者在数目和底层基质上是一,但在定义上是二。因为,如果果实的成熟就是果皮内的种子产生另一个同类物的能力,那么形式当下也就是目的。至于运动的始基由之而来的东西,以及它与这些[形式和目的]成为同一,并非在底层基质上亦非在数目上是同一的,而仅仅在形式上是同一的。因为人生人,父亲作为产生之物的原因,在形式上与它是同一的。他说,总括而言,凡是在被运动的同时引起运动的事物——也就是说,凡是作为自然事物、自身具有运动始基而起作用的事物,因为这里的讨论正是关于此种作用原因的——如果它们与生成的事物是同一的,那么它们在形式上是同一的。至于那些不被运动而引起运动的事物,完全不属于自然学的探究所考察的范围,而属于神学探究。因为既然它们不被运动,它们自身内部就不具有运动的始基;因此不动的原因并不是自然的。甚至它们也不是像自然那样作为运动的始基;因为自然是在被运动的同时引起运动的;因此论述这些也绝不属于自然哲学家。也许他通过“总括而言,凡是被运动的同时引起运动的事物”这番话,是在间接地向那些认为诸理念虽是不动的、却是此处事物的同种原因的人提出异议;因为同种的事物是同名同义的,而这些事物则是同名异义的,或是出于同一源头的。因此,如果有人认为凡是作用的原因,只要是在被运动的同时引起运动,在形式上就与形式原因相同,那么他就可以这样来解释。然而太阳虽然在被运动的同时引起运动并起作用,却绝不与生成的事物相同。

语法注2 条
  1. 2.55τὸ δὲ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως καὶ ὅτι ταὐτόν γεγένηται τούτοις

    作为主语的实体性从句结构。τὸ ὅθεν...(“运动的始基由之而来的东西”,即动力因)与从句 καὶ ὅτι ταὐτόν γεγένηται τούτοις(“以及它与这些成为同一的事实”)作为并列主题提出,引出后文的谓语 οὐ κατὰ τὸ ὑποκείμενον... ταὐτόν ἐστιν。虽然 ὅτι 也可作状语从句“因为……”,但在此作为名词性从句、用以限定探讨中的同一性特征最为自然。

  2. 2.55μήποτε δὲ διὰ τοῦ καὶ ὅλως ὅσα κινούμενα κινεῖ πόρρωθεν ἐνίσταται

    μήποτε 后接直陈式现在时 ἐνίσταται 的句式。此处并非表示担忧或简单否定,而是表达谨慎、委婉的推测(“或许他正在……提出异议”)。与副词 πόρρωθεν(“从远处”、“间接地”)连用,构成注疏家对亚里士多德隐蔽意图的推测性断言。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:363.22-364.25