- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:362.19-363.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了数学学科的终极目的及其对定义的归结,以就坐之身体为例阐明四因的适用,进而探讨范本(范型)是否也应作为原因,并审视了亚历山大关于生成事物中质料的异文与阐释。
καὶ ὅτι μὲν ἔστι τι τῶν μαθημάτων τέλος, καὶ πρότερον εἶπον καὶ νῦν ἐρῶ. καὶ γὰρ εὑρέθη τοῦ διαβιβάζειν τὴν ψυχὴν ἕνεκεν1 ἀπὸ τῶν αἰσθητῶν εἰς τὰ νοητά· τοῖς μέντοι μαθηματικοῖς ὡς μαθηματικοῖς οὐκ ἔστι γνώριμον τὸ τοιοῦτον αὐτῶν τέλος, ὡς οὐδὲ τοῖς φυσιολόγοις τὸ ἀπὸ φυσιολογίας εἰς τὴν θεωρητικὴν φιλοσοφίαν ὄφελος. εἰκότως εἰς τὸν ὁρισμὸν ἔσχατον ἀνάγουσιν οὗτοι τὸ διὰ τί· καὶ γὰρ ἀρχὴν τὸν ὁρισμὸν ἔχουσιν, ἔξω δὲ τῆς ἀρχῆς οὐχ οἷοί τε βαδίζειν εἰσίν. ἐπειδὴ δὲ τὸ γινόμενον ἄλλο τι δι’ ἄλλο τῶν αὑτοῦ αἰτίων ἔχει τὸ μὲν διὰ τὴν ὕλην τὸ δὲ διὰ τὸ εἶδος τὸ δὲ διὰ τὸ ποιοῦν καὶ ἄλλο διὰ τὸ τέλος, εἰκότως ἐρωτώμενοι τὸ διὰ τί εἰς τὸ οἰκεῖον αἴτιον ἀνάγομεν. πολλάκις δὲ καὶ τοῦ αὐτοῦ διαφόρους αἰτίας ἀποδίδομεν. διὰ τί γὰρ κάθημαι; ὅτι πολὺ καὶ τὸ γεῶδες ἔχει μου τὸ σῶμα καὶ τὸ πύριον, διὸ καὶ κεῖται καὶ ἀνέστηκε τοῦτο·2 ἀπὸ τῆς ὕλης. καὶ ὅτι τοιῶσδε συγκέκαμπταί μου τὰ κῶλα· ἀπὸ τοῦ εἴδους. καὶ ὅτι οὕτως μου προείλετο ἡ ψυχή· ἀπὸ τοῦ ποιοῦντος. καὶ ὅτι οὕτως ἡγησάμην ἄμεινον· ἀπὸ τοῦ τέλους. ἆρα δὲ ὁ ἐρωτώμενος, διὰ τί σιμή ἐστιν ἡ τοῦ Σωκράτους εἰκών, εἰς τί ἂν ἄλλο τὴν αἰτίαν ἀναγάγοι ἢ εἰς τὸ παράδειγμα; οὐδὲ γὰρ εἰς τὴν ὕλην οἶμαι οὐδὲ εἰς τὸ εἶδος οὐδὲ εἰς ἄλλο τι τῶν τεττάρων, ἀλλ’ ὅτι σιμὸς ἦν ὁ Σωκράτης. ὥστε εἰ καὶ εἰς παράδειγμα ἀνάγομεν τὸ διὰ τί, εἴη ἂν καὶ τὸ παράδειγμα αἴτιον. διὸ τοῦ ἕνα τὸν κόσμον εἶναι τὴν αἰτίαν εἰς τὸ παράδειγμα ἀνέπεμψεν ὁ Πλάτων εἰπών “πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται”. ὅλως δὲ εἰ τὰ ἔνυλα εἴδη μεθέξεις εἰσὶ πρωτουργῶν εἰδῶν, πρὸς ἐκεῖνα ὡμοιωμέναι εἰκόνες εἰσίν. πᾶσα οὖν εἰκὼν πρὸς παράδειγμα ἀναφέρεται. τὴν δὲ ἀνάγκην τοῦ τοσαῦτα καὶ τοιαῦτα εἶναι τὰ αἴτια ἐκ διαιρέσεως πρότερον ἐπειράθην εὑρεῖν· διὸ περιττὸν νῦν πάλιν τὰ αὐτὰ λέγειν· τοσοῦτον δὲ νῦν προσκείσθω, ὅτι τὸ φυσικὸν πᾶν ἐξ ὕλης καὶ εἴδους γινόμενόν ἐστιν, ἀλλ’ οὐκ ὄν, τὸ δὲ γινόμενον ὑπ’ αἰτίου διά τι ἀγαθὸν γίνεται. πάντα οὖν ὅσα ἔχει τὸ τοιοῦτον ἢ διὰ τὴν ὕλην ἢ διὰ τὸ εἶδος ἔχει ἢ διὰ τὸ ποιοῦν ἢ διὰ τὸ τέλος. ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος ἢ ἐν τοῖς γινομένοις ἡ ὕλη3 γράφει, καὶ τῆς τούτου ἐξηγήσεως ἀκουστέον. “ἤ, γάρ, πρὸς ἀντιδιαστολήν, φησί, τὴν πρὸς τὰ ἀγένητα εἶπεν ὡς οὐκ οὔσης ἐν τοῖς ἀιδίοις ὕλης, ἢ ὅτι ἐπὶ τῶν κυρίως γινομένων ἔστιν εὑρεῖν τὴν ὕλην, ταῦτα δὲ αἱ οὐσίαι· τῶν γὰρ κατὰ συμβεβηκὸς γινομένων τε καὶ ὄντων οὐκ ἔστιν ὕλη καθ’ αὑτά, ἀλλὰ κατὰ τὴν ἀναφορὰν τὴν ἐπὶ τὴν οὐσίαν ἐν τούτοις ἡ ὕλη.
数学各门学科具有某种目的,这一点我此前说过,现在也要重申。因为数学被创立确实是为了将灵魂从感性事物引导至可知事物;然而,对于作为数学家的数学家而言,它们的这一目的并不是明晰的,正如对于自然哲学家而言,从自然学走向思辨哲学的益处也不是明晰的一样。他们理所当然地将“为什么”最终归结为定义;因为他们将定义作为始基,而无法走出始基之外。既然生成的事物因其自身不同的原因而具有不同的属性——有的因质料,有的因形式,有的因作用者,另一部分则因目的——那么理所当然地,当我们被问及“为什么”时,便会归结为切近适宜的原因。而且对于同一事物,我们往往也会给出不同的原因。因为,我为什么坐着?因为我的身体含有大量的土性与火性,因此它既躺下又直立:这是从质料而来。又因为我的四肢以这种方式屈曲:这是从形式而来。又因为我的灵魂如此决意:这是从作用者而来。还因为我认为这样更好:这是从目的而来。然而,若有人被问及为什么苏格拉底的画像是塌鼻子的,他难道会把原因归结为范本之外的什么东西吗?因为我认为这既不是归结为质料,也不是归结为形式,亦非归结为四者中的其他任何一项,而是因为苏格拉底本人是塌鼻子的。因此,如果我们也将“为什么”归结为范本,那么范本也当是原因。因此,柏拉图将世界为一的原因归于范本,他说:“那么,我们说天是一个是正确的呢,还是说有许多且无穷个更为正确?是一个,只要它是按照范本被造作的。”总括而言,如果具质料的形式是对原初形式的分有,那么它们就是同化于原初形式的肖像。因此,凡是肖像都指向范本。至于原因在数目上和种类上必然如此,我此前曾尝试通过划分法来探寻;因此现在重新陈述同样的内容是多余的。但现在只须补充这一点:凡是自然的事物,都是由质料和形式构成的生成物,而并非[纯粹的]存在者,而生成物是由原因为了某种善而生成的。因此,此类事物所具有的一切,或是因质料而具有,或是因形式,或是因作用者,或是因目的。然而,由于亚历山大写作“或者在生成的事物中质料[是原因]”,我们也应当听听他的解释。他说:“因为他或是为了与非生成的事物相对比而言,理由是在永恒事物中没有质料;或是因为只有在真正意义上生成的事物中才能发现质料,而这些就是实体;因为对于那些依偶性生成且存在的事物而言,并没有其自身的质料,而是按照它们对实体的指向,质料才存在于它们之中。”
- 2.54τοῦ διαβιβάζειν τὴν ψυχὴν ἕνεκεν
带属格冠词 τοῦ 的动名词(不定式)后接介词 ἕνεκεν 构成的目的从属结构。宾格 τὴν ψυχήν 作其语义上的直接宾语。
- 2.54διὸ καὶ κεῖται καὶ ἀνέστηκε τοῦτο
由连词 διό 引出的从句中,主语 τοῦτο 指前文的“我的身体”(μου τὸ σῶμα)。表明身体包含沉重的土性因而能够下卧(κεῖται),又包含向上的火性因而能够直立(ἀνέστηκε),这一双重构成从质料上解释了坐姿的形成。
- 2.54ἢ ἐν τοῖς γινομένοις ἡ ὕλη
亚历山大所引用或采纳的文本异文短语。它作为 γράφει 的直接宾语(引文),指亚里士多德正文中关于原因列举中涉及质料部分的措辞。
