- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:361.12-362.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对《物理学》卷二第七章开端(198a14)进行注解,通过数学和自然界的实例展示了一切原因如何归结为四因(形式、作用、目的、质料),并引述波菲利与亚历山大的解说以论证数学对象中形式因的终极性。
" Ὅτι δέ ἐστιν αἴτια καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν ἕως τοῦ ὅτι μὲν οὖν τὰ αἴτια ταῦτα καὶ τοσαῦτα." Ζητήσας ὅπερ ἐν ἀρχῇ προὔθετο φανερὸν τὸ περὶ τῶν αἰτίων, τίνα τε καὶ πόσα τὸν ἀριθμόν ἐστιν, καὶ δείξας ὅτι πάντα εἰς τέτταρας τρόπους πίπτει τοὺς φανερωτάτους, καὶ ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ὑφ’ ἕνα τούτων ἀνάγεται τὸν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἐπειδὴ μέγα τὸ ἐγχείρημα τὸ πλῆθος τοσοῦτον τῶν κατὰ μέρος αἰτίων εἰς οὕτως ἐλάχιστα γένη συναγαγεῖν, εἰκότως παραμυθίας ἀξιοῖ τὸν λόγον,1 καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν κατὰ γένος ἐστὶ τὰ αἴτια δείκνυσι δυνάμει οὕτως. αἴτιά ἐστιν ἃ ἐρωτώμενοι τὸ διὰ τί ἀποδίδομεν· ἐρωτώμενοι δὲ τὸ διὰ τί ἀποδίδομεν τέτταρα ἢ τὸ εἶδος ἢ τὸ ποιοῦν ἢ τὸ τέλος ἢ τὴν ὕλην. τέτταρα ἄρα ταῦτα αἴτια. καὶ παραδίδωσι τὴν εἰς ἕκαστον τούτων ἀναγωγὴν διὰ παραδείγματος. ἢ γὰρ εἰς τὸ εἶδος ἔσχατον ἀνάγεται τὸ διὰ τί ὡς ἐν τοῖς μαθηματικοῖς. ταῦτα γὰρ ἀκίνητα καλεῖ πρὸς ἀντιδιαστολὴν τῶν φυσικῶν, οἷς ἐν κινήσει τὸ εἶναι. διὰ τί γὰρ εὐθεῖα ἥδε; ὅτι ἐλαχίστη τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν. καὶ διὰ τί σύμμετρος ἡ τοῦ ἑξαγώνου πλευρὰ τῇ διαμέτρῳ; ὅτι τῷ αὐτῷ μετροῦνται τῇ ἐκ τοῦ κέντρου. διὰ τί δὲ ἐν κύκλῳ αἱ ἐκ τοῦ κέντρου ἴσαι ἐρωτηθέντες ἐροῦμεν, διότι κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι πρὸς τὴν περιφέρειαν εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί· τοῦτο γὰρ εἰπόντων οὐδεὶς ἔτι οὐδὲν ἄλλο αἴτιον ἐπιζητεῖ. ἐρωτηθέντες δέ, διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι, ἐροῦμεν διότι ἐσύλησαν οἱ Φωκεῖς τὸν νεών, τὸ ποιητικὸν αἴτιον οὕτως ἀποδιδόντες· καὶ διὰ τί ἐπολέμησε τοῖς Ἕλλησι βασιλεύς; διὰ τὸ ἄρξαι τῶν Ἑλλήνων ἐροῦμεν, τὸ οὗ ἕνεκα καὶ τὸ τέλος ἀποδιδόντες. ἐν δὲ τοῖς ἐνύλοις ἅπερ γεννώμενα καλεῖ (γεννᾶται γὰρ τὰ φυτὰ καὶ τὰ ζῷα καὶ τὰ τούτων μέρη, ἅπερ πάντα ἔνυλά ἐστιν) ἐν τούτοις οὖν τὸ διὰ τί καὶ εἰς τὴν ὕλην ἀνάγομεν πολλάκις. διὰ τί γὰρ ἐσάπη τὸ βάθρον; ὅτι ξύλινον ἦν. ἢ διὰ τί τετραδάκτυλος ὁ ἄνθρωπος; διότι ἐπέλιπε, φαμέν, ὕλη. διὰ τί δὲ ἄνθρωπος τὸ γεννηθέν; ὅτι ἐκ σπέρματος ἀνθρώπου καὶ καταμηνίου. καὶ ἐπὶ τοῦ αὐτοῦ δέ ἐστιν εἰς πάντα τὰ αἴτια ἀνάγειν. διὰ τί γὰρ ἄνθρωπος ἀποθνήσκει; ὅτι ζῷον λογικὸν θνητόν, καὶ ὅτι τὸ ποιητικὸν αὐτοῦ πρόσεισι καὶ ἄπεισι, καὶ ὅτι ἐξ ὕλης ἐστὶ φθαρτῆς, καὶ ὅτι βέλτιον αὐτῷ τὸ ἀποθνήσκειν. Λέγει δὲ ὁ Πορφύριος ὅτι “τὸ μὲν διὰ τί τετραχῶς ἔστιν ἀποδοῦναι, τὸ δὲ τίνος ἕνεκα ἐπὶ τοῦ τελικοῦ μόνον ἐρωτᾶται. τίνος γὰρ ἕνεκα ἐπολέμησαν; ἵνα ἄρξωσι”. φυλάττων δὲ τὸ καὶ πρότερον εἰρημένον ὑπ’ αὐτοῦ ὁ Ἀλέξανδρος τὸ τὰ μαθηματικὰ μὴ ἔχειν τελικὸν αἴτιον καὶ τὸ εἰρημένον ἐνταῦθα ὑπὸ τοῦ Ἀριστοτέλους,2 ὅτι τὸ διὰ τί εἰς τὸ τί ἐστιν ἔσχατον ἀνάγεται ἐν τοῖς ἀκινήτοις οἷον ἐν τοῖς μαθήμασιν, αὐτὸς ἐξηγεῖται “ἐπειδὴ γὰρ οὐκ ἔστι, φησίν, ἐν τοῖς μαθήμασιν ἄλλο τοῦ εἴδους τὸ οὗ ἕνεκεν (ἐκεῖνο γὰρ ἂν ἦν τελικὸν ἐν αὐτοῖς καὶ ἔσχατον αἴτιον), διὰ τοῦτο ἔσχατον ἐν αὐτοῖς γίνεται τὸ εἶδος καὶ ὁ ὁρισμός”.
“原因存在,且它们在数目上有这么多”至“因此,原因确实就是这些,且有这么多”。 在阐明了最初关于原因所提出的课题——即它们是什么以及在数目上有多少——并指明所有原因都归入最明显的四种方式,且运气与自发归入其中之一即运动的始源所出之处之后,由于将如此众多的具体原因归纳进如此极少数的属乃是一项巨大的事业,[亚里士多德]理所当然地认为该论证需要得到进一步的印证,并实质上通过如下方式指明各属的原因在数目上就是这么多。当我们被问及“为什么”时所给出的回答就是原因;而被问及“为什么”时,我们给出的或是形式,或是作用者,或是目的,或是质料这四者。因此,这四者就是原因。并且他通过例证指明了归结为这四者中每一项的方法。因为“为什么”或是最终归结为形式,如同在数学对象中那样。事实上,为了与那些存在就在于运动中的自然事物相区别,他将这些[数学对象]称为“不动的”。因为,为什么这条线是直线?因为在具有相同端点的诸线中它是最短的。又为什么六边形的边与对角线可通约?因为它们被同一个量即来自中心的线[=半径]所度量。而若被问及“为什么圆中来自中心的诸线彼此相等?”,我们将说,“因为圆是由一条线所包围的平面图形,从位于图形内部的一个点落到圆周上的所有直线都彼此相等”;因为在说了这话之后,便没有人再去寻求任何其他原因了。又若被问及“为什么忒拜人向福基斯人开战?”,我们将说“因为福基斯人劫掠了神庙”,这样便给出了作用原因;又“为什么[波斯]国王向希腊人开战?”,我们将说“为了统治希腊人”,这样便给出了其所为者和目的。另一方面,在具质料的事物中——他称之为“生成的”(因为植物、动物及其部分都是生成的,而这些全都是具质料的)——于是在这些事物中,我们往往也将“为什么”归结为质料。因为,台座为什么腐烂了?因为它是木制的。或者,那个人为什么只有四根手指?我们说,“因为质料匮乏”。又为什么生成出来的是人?因为是由人的种子和经血所形成的。但对于同一事物,也可以归结为所有这些原因。因为人为什么会死?因为人是有理性的会死的动物[=形式];又因为对其起作用的东西时来时去[=作用];又因为人是由可朽坏的质料构成的[=质料];还因为死去对他而言是更好的[=目的]。波菲利说:“‘为什么’可以有四种回答,但‘为了什么’则仅就目的因而发问。因为他们为了什么而开战?为了能够统治。”而亚历山大既恪守他此前所说的数学对象没有目的因,又恪守亚里士多德在此所说的不动事物即数学对象中的“为什么”最终归结为“是什么”,他自己解释道:“因为,”他说,“在数学对象中除了形式之外不存在‘其所为者’(因为那个本来会是它们之中的目的因和终极原因),因此形式和定义在它们之中便成了终极的原因。”
- 2.54ἐπειδὴ μέγα τὸ ἐγχείρημα τὸ πλῆθος τοσοῦτον τῶν κατὰ μέρος αἰτίων εἰς οὕτως ἐλάχιστα γένη συναγαγεῖν, εἰκότως παραμυθίας ἀξιοῖ τὸν λόγον
主句的主语是承前省略的亚里士多德,主要动词为 ἀξιοῖ。此处 παραμυθία 意为对论证的“佐证”、“确证”或“印证”,而非通常的“劝慰”。在由 ἐπειδή 引导的原因从句中,带冠词的不定词短语 τὸ ... συναγαγεῖν 作谓语形容词 μέγα 的逻辑主语(系动词 ἐστί 省略)。
- 2.54φυλάττων δὲ τὸ καὶ πρότερον εἰρημένον ὑπ’ αὐτοῦ ὁ Ἀλέξανδρος τὸ τὰ μαθηματικὰ μὴ ἔχειν τελικὸν αἴτιον καὶ τὸ εἰρημένον ἐνταῦθα ὑπὸ τοῦ Ἀριστοτέλους
句首分词 φυλάττων 的主语是后文出现的 ὁ Ἀλέξανδρος,主句动词为 ἐξηγεῖται。分词 φυλάττων 支配两个由 καί 连接的宾语:其一是 τὸ καὶ πρότερον εἰρημένον ὑπ’ αὐτοῦ(带有同位语不定词短语 τὸ τὰ μαθηματικὰ μὴ ἔχειν τελικὸν αἴτιον),其二是 τὸ εἰρημένον ἐνταῦθα ὑπὸ τοῦ Ἀριστοτέλους(带有同位语 ὅτι 从句)。
