- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:357.1-358.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了亚里士多德关于“自发”与“运气”的概念界定及词源解释,随后指出在古人的用法中,这两个术语对自然倾向与基于抉择的行为均有交替使用的情况。
ὁ μὲν οὖν Ἀριστοτέλης τῶν ἐν τοῖς φυσικοῖς γινομένων τὰ αἴτια ζητῶν, ἐπειδὴ καὶ ἐκ ταὐτομάτου καὶ ἀπὸ τύχης εὑρίσκει τινὰ λεγόμενα γίνεσθαι, τὰ σημαινόμενα τούτων κατὰ τὴν ἐπιπολάζουσαν ἔννοιαν διαρθρῶσαι προτίθεται. ἐπεὶ οὖν χρὴ μὲν εἶναι παντὸς τοῦ γινομένου ποιητικὸν αἴτιον καὶ παντὸς ἀποτελέσματος προηγεῖσθαί τινα, οἷς ἐπιγίνεται τὸ γινόμενον, τούτων δὲ τὰ μὲν ἕνεκα τοῦ γινομένου προενεργεῖ καὶ τὸ γινόμενον οἰκείως ἀκολουθεῖ τῷ προενεργοῦντι (ὡς ὅταν τις τῆς ἐντεύξεως ἕνεκεν τοῦ φίλου προελθὼν ἐντύχῃ τῷ φίλῳ ἢ ὅταν λίθος τοῦ καταλαβεῖν ἕνεκα τὸν οἰκεῖον τόπον καταπεσὼν καταλάβῃ), ποτὲ δὲ τὸ ἐπιγινόμενον οὔτε τῷ προενεργηθέντι ἀκολουθεῖ καθὸ τοιοῦτον οὔτε τὸ προενεργηθὲν εἰς ἐκεῖνο τελευτᾷ τὸ τέλος, οὗ ἕνεκα προεγένετο, ἀλλ’ εἴς τι ἕτερον τὴν ἄλλως1 ἐπισυμβὰν καὶ οὐ κατὰ τὸν προηγησάμενον τῆς ἐνεργείας σκοπόν, ὡς τὸ προελθεῖν τοῦ ἀσπάσασθαι τὸν φίλον ἕνεκα, ὅταν μὴ γένηται τοῦτο ἀλλὰ τὸ ἀπολαβεῖν τὸ χρέος, ἄλλο τι ἐπισυμβὰν ἔσχε τέλος καὶ οὐκ ἐκεῖνο οὗ ἕνεκα ἐγένετο. καὶ ὁ κατενεχθεὶς λίθος διὰ τὸ καταλαβεῖν τὸν οἰκεῖον τόπον, ὅταν κάθισμα γένηται, ἔσχε τι καὶ ἄλλο τῇ πτώσει τέλος ἀκολουθῆσαν, οὗ χάριν οὐκ ἐγένετο ἡ πτῶσις. πάντα δὴ τὰ τοιαῦτα, ἐν οἷς ἄλλο τι τέλος τοῖς ἄλλου ἕνεκα προενεργηθεῖσιν ἐπισυμβαίνει, ἐκ ταὐτομάτου λέγομεν γίνεσθαι, διότι γίνεται μὲν ἐκ τοῦ προενεργηθέντος, εἴπερ ἐκείνου μὴ προηγησαμένου οὐκ ἂν ἐγένετο (μὴ προελθὼν γὰρ οὐκ ἂν εὗρε τότε τὸν χρεώστην ἐν ἀγορᾷ, καὶ μὴ πεσόντος τοῦ λίθου οὐκ ἂν ἐγένετο τὸ κάθισμα), ἀλλ’ ἐπειδὴ τὸ προηγησάμενον, οὗ μὲν ἕνεκα ἐγένετο τοῦτο οὐκ ἔσχεν ἀκολουθοῦν καὶ διὰ τοῦτο αὐτὸ μάτην ἐγένετο, τοῦ δὲ ἀκολουθήσαντος ἕνεκα οὐκ ἐγένετο καὶ διὰ τοῦτο πάλιν αὐτὸ ὅσον ἐπὶ τῷ ἀκολουθήσαντι μάτην ἐγένετο, εἰκότως αὐτόματον ὠνομάσθη ὡς αὐτὸ μάτην προενεργηθὲν2 ἐπὶ τοῦ τοιούτου τέλους. αἴτιον δὲ ὅμως λέγεται, διότι μὴ προηγησαμένου οὐκ ἂν ἐγένετο, καὶ ὅτι ἄλλο αἴτιον οὐχ ὁρῶμεν φυσικῶς σκοποῦντες· αἴτιον μέντοι οὐ καθ’ αὑτὸ τοῦ τοιούτου τέλους, ἀλλὰ κατὰ συμβεβηκός. τῶν δὲ ἐκ ταὐτομάτου τὰ μὲν ταῖς κατὰ προαίρεσιν ἐνεργείαις ἐπισυμβαίνοντα ἀπὸ τύχης γίνεσθαί φασι καὶ τύχην τὴν τῇ προαιρέσει καὶ τῇ κατὰ προαίρεσιν ἐνεργείᾳ παρυφισταμένην αἰτίαν, οἷον τῇ προόδῳ τῇ διὰ τὸν φίλον, ὅταν μὴ ἐκεῖνο τὸ τέλος οὗ ἕνεκα ἐγένετο ἀκολουθήσῃ, ἀλλά τι ἄλλο παρ’ αὐτό, τὰ δὲ λοιπὰ τῶν ἐκ ταὐτομάτου τὰ ταῖς ἀλόγοις καὶ φυσικαῖς ἐνεργείαις ἐπισυμβαίνοντα τῷ τοῦ κοινοῦ ὀνόματι πάλιν ἐκ ταὐτομάτου καλοῦσι καὶ αὐτόματον τὸ προηγησάμενον αἴτιον, ᾧ μὴ καθ’ αὑτὸ τὸ τέλος, ἀλλὰ κατὰ συμβεβηκὸς ἠκολούθησε. τὰ μὲν οὖν τοῦ Ἀριστοτέλους τοιαῦτα τὴν συνήθειαν τῶν ὀνομάτων διαρθρῶσαι προθυμηθέντα κατὰ τὰ προσήκοντα μέτρα τῇ φυσικῇ περὶ τῶν αἰτίων διδασκαλίᾳ. Ἀξιῶ δὲ πρῶτον ἐφιστάνειν, μήποτε οὐ μόνον τὰ ταῖς προαιρετικαῖς κινήσεσιν ἐπισυμβαίνοντα ἀπὸ τύχης ἔλεγον οἱ παλαιοί, ἀλλὰ καὶ τὰ ταῖς φυσικαῖς ῥοπαῖς ἐπακολουθοῦντα. ἵνα γὰρ τὰς πολλὰς περὶ τούτου παραλείπω χρήσεις, ὧν τινας ἐκ τῶν Ἐμπεδοκλέους παρεθέμην πρότερον, ἀρκεῖ καὶ ἡ ὑπὸ τοῦ Ἀριστοτέλους παρατεθεῖσα. περὶ γὰρ τοῦ ἀέρος λέγων Ἐμπεδοκλῆς ὡς οὕτω συνέκυρσε θέων τότε, φησί, πολλάκι δ’ ἄλλως. καὶ ὁ Πλάτων δὲ τὰς τῶν προτέρων φυσικῶν δόξας περὶ τῶν ἀπὸ τύχης ἱστορῶν ἐν τοῖς στοιχείοις καὶ ταῖς τῶν στοιχείων κράσεσι τὴν τύχην αὐτοὺς αἰτιᾶσθαί φησιν ἐν οἷς λέγει “πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασί” καὶ ἐν τοῖς ἑξῆς τούτων ἃ πρὸ ὀλίγου παρέγραψα. πολλαχοῦ δὲ καὶ τὰ ταῖς προαιρέσεσιν ἐπισυμβαίνοντα αὐτόματα καὶ ἐκ ταὐτομάτου καλοῦσιν οἱ παλαιοί· τοιοῦτον γὰρ τὸ παρ’ Ὁμήρῳ αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος. τῇ γὰρ τῶν ἄλλων ἀριστέων κλήσει τοῦ Ἀγαμέμνονος κατὰ προαίρεσιν γενομένῃ ἐπισυνέβη ἡ τοῦ Μενελάου ἄφιξις.
因此,亚里士多德在探求自然事物中生成之物的诸原因时,既然发现某些事物亦被说成是自发地以及因运气而生成的,便打算按照通行的普遍观念来分节阐明它们的含义。既然一切生成之物都必然有其动力原因,且一切结果之前都必然有某些先行者,生成之物乃是随后附随于这些先行者而产生的;在这些先行者中,一部分是为了生成之物而预先活动的,且生成之物适当地追随预先活动者(正如某人为了与朋友会面而外出,便与朋友相遇,或者一块石头为了占据其固有场所而下落,便占据了该场所);但有时,随后附随者既非就其为如此而言追随预先活动的事物,预先活动的事物亦未终结于其先前为了它而发生的那个目的,而是终结于另外某个偶然附随发生、且不合于活动之先行目标的事物——正如为了问候朋友而外出,当此事未曾实现反而收回了债务时,便得到了另外某个附随发生的目的,而非其为了它而发生的目的;而为了占据其固有场所而下落的石头,当它成为一个坐处时,其下落亦得到了另外某个追随而来的目的,而下落并非为了此目的而发生。因此,凡是在为了另一目的而预先活动的事物上附随发生某种另外目的的全部此类事物,我们都说它们是因自发而生成的,因为它们确实产生于预先活动的事物,毕竟若非那件事物先行,它们便不会生成(因为若非外出,他当时便不会在广场上遇到债务人;若非石头下落,坐处便不会生成);但既然先行者并未将其为了它而发生的那件事物作为追随者而拥有,并因此就其自身而言徒劳地发生,另一方面它又并非为了追随而来的事物而发生,并因此就追随而来的事物而言再次就其自身徒劳地发生,所以它合情合理地被称为“自发”,因为它乃是针对此类目的就其自身徒劳地预先活动的事物。然而它仍然被称为原因,因为若非先行者发生,该结果便不会生成,并且因为当我们以自然科学的方式审视时看不到其他原因;不过对于此类目的而言,它不是自身的原因,而是附带的原因。在产生于自发的事物中,人们说那些附随于依照抉择之活动的事物乃是因运气而生成的,并将运气称为伴随抉择及依照抉择之活动而附带存立的原因——例如因朋友而外出,当〔该外出〕为了它而发生的那种目的并未追随而来、反而出现其旁的另外某种事物时;至于产生于自发的事物的其余部分,即附随于无理性与自然活动的事物,人们则再次以共通者的名称称之为“因自发”,并将先行原因称为“自发”,该目的并非按自身、而是附带地追随了它。因此,亚里士多德的观点就是这样,旨在按照适合于关于原因的自然学教导的尺度来分节阐明名称的通例。 然而我首先认为值得注意的是,古人是否不仅将附随于抉择运动的事物说成是因运气而生,也将追随自然倾向的事物说成是因运气而生。因为即便略过关于此点的许多用法——其中某些我先前已从恩培多克勒的著作中引述过——亚里士多德所引述的那一例也足够了。因为恩培多克勒在谈及空气时说,它当时奔流时如此相遇,但往往以别的方式相遇。而柏拉图在记述先前的自然哲学家们关于因运气而生之物的见解时,亦说他们在元素及其混合中将运气视为原因,他在其中说:“他们说,火、水、土、气全都是因自然和运气而存在的”,并在紧随其后、我片刻前已引录的那些语句中也如此说。并且古人在许多地方也将附随于抉择的事物称为“自发的”和“因自发的”;因为荷马著作中的这句诗正是如此:“呼号善战的墨涅拉俄斯自发地走向他。”因为对于阿伽门农依照抉择召集其他将领这一行动,墨涅拉俄斯的到来乃是附随发生的。
- 2.53τὴν ἄλλως
意为“偶然地”、“随意地”或“以附带方式”的宾格副词短语(原本带有类似 ὁδόν 的名词省略)。此处修饰分词 ἐπισυμβάν,表明该结果是以偶然的方式发生,而非遵循先前的意图或目标。
- 2.53ὡς αὐτὸ μάτην προενεργηθὲν
该表述呼应了亚里士多德在《物理学》卷二第六章中提出的关于 αὐτόματον(自发物)的词源解释(源自 αὐτὸ μάτην,即“自身徒劳”)。在句法上,连词 ὡς 连同中性分词 προενεργηθέν 对前文被动动词 ὠνομάσθη(被命名)的主语进行补充说明,给出了将先行活动称为“自发”的理由,即该活动相对于其附带结果而言乃是“就其自身徒劳地”预先展开的。
