← 辛普里丘

亚里士多德《物理学》注释

§355.18-357.1

柏拉图的灵魂论与宇宙动力因的探讨

辛普里丘批判性地审查了亚历山大对柏拉图《法律篇》第十卷的引述,指出柏拉图所证明先于自然与运气的是灵魂而非知性,并提及了欧德谟的观点。此外,他根据本节文本论证了亚里士多德承认宇宙的动力因,并预告将对亚里士多德的学说进行总结,进而与后世哲学家的见解相对照。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.53#2

ἰστέον δὲ ὅτι ὁ Πλάτων οὐ νοῦ καὶ φύσεως ὑστέραν δείκνυσι τὴν τύχην, ἀλλὰ τύχην καὶ φύσιν ὕστερα τῆς ψυχῆς ὄντα ἀποδείκνυσι τῶν παλαιῶν φυσιολόγων ἐπιτελειῶν τὰς δόξας,1 ὅσοι περὶ τῶν ὑλικῶν αἰτίων μάλιστα διαλεγόμενοι ὡς πρώτων προσπιπτόντων εἰς γνῶσιν, περὶ τῶν ποιητικῶν οὔπω τινὰ ἐποιοῦντο λόγον. λέγει δὲ ὁ Πλάτων, ὡς εἶπον, οὐχ ὅτι φύσεως καὶ νοῦ ἡ τύχη ἐστὶν ὑστέρα, ἀλλ’ ὅτι φύσεως καὶ τύχης προτέρα ἐστὶν ἡ ψυχὴ καὶ ἡ τέχνη, γράφων οὕτως· “ὧδ’ ἔτι σαφέστερον ἐρῶ· πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα φύσει πάντα εἶναι καὶ τύχῃ φασί, τέχνῃ δὲ οὐδὲν τούτων, καὶ τὰ μετὰ ταῦτα αὖ σώματα, γῆς τε καὶ ἡλίου καὶ σελήνης ἄστρων τε πέρι, διὰ τούτων γεγονέναι παντελῶς ὄντων ἀψύχων· τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἑκάστων ᾗ συμπέπτωκεν ἁρμόττοντα οἰκείως πως θερμὰ ψυχροῖς ἢ ξηρὰ πρὸς ὑγρὰ καὶ μαλακὰ πρὸς σκληρά, καὶ πάντα ὁπόσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύχην ἐξ ἀνάγκης συνεκεράσθη, ταύτῃ καὶ κατὰ τὰ αὐτὰ οὕτως γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα ὁπόσα κατ’ οὐρανὸν καὶ ζῷα αὖ καὶ φυτὰ ξύμπαντα, ὡρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ διὰ νοῦν, φησίν, οὐδὲ διὰ θεὸν οὐδὲ διὰ τέχνην, ἀλλ’ ὃ λέγομεν, φύσει καὶ τύχῃ. τέχνην δὲ ὕστερον ἐκ τούτων ὑστέραν γενομένην αὐτὴν θνητὴν ἐκ θνητῶν, ὕστερα γεγεννηκέναι παιδιάς τινας ἀληθείας οὐ σφόδρα μετεχούσας”. ἐπὶ δὴ τούτοις ἀποδείξας “ψυχὴν μὲν προτέραν γεγονέναι σώματος ἡμῖν, σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον ψυχῆς ἀρχούσης ἀρχόμενον κατὰ φύσιν”, ἐπάγει “μεμνῆσθαί γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν, ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα”. δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι τὴν μὲν τύχην τῇ φύσει συνέταξεν ἐν τούτοις ὁ τοῦ Πλάτωνος λόγος τοὺς παλαιοὺς φυσιολόγους ὑποκρινόμενος. τούτων δὲ ἀμφοῖν προτέραν τὴν ψυχὴν ἀποδείκνυσιν, ἐν τούτῳ πολλῶν δεηθεὶς λόγων, ἵνα τὴν αὐτοκίνητον οὐσίαν, ἥτις ἐστὶ ψυχή, δείξῃ πάσης κινήσεως ἀρχὴν οὖσαν. τύχην δὲ ὁ Πλάτων ἔοικεν ἐν τούτοις καλεῖν τὴν ἄνευ προφανοῦς αἰτίας τῶν φυσικῶν δυνάμεων τεῦξιν τῆς πρὸς ἀλλήλας συναρμογῆς. τοῦτο γὰρ οἶμαι σημαίνειν τὸ “τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἑκάστων ᾗ ξυμπέπτωκεν ἁρμόττοντα οἰκείως”. ὁ δὲ Εὔδημος τὴν μὲν φύσιν τῆς τέχνης, τὴν δὲ τέχνην τῆς τύχης προτέραν δείκνυσιν. Ἄξιον δὲ πάλιν τοῖς ἐνταῦθα λεγομένοις ὑπὸ τοῦ Ἀριστοτέλους ἐφιστάνειν τοὺς οἰομένους2 τὸ ποιητικὸν αἴτιον τοῦ παντὸς μὴ λέγειν τὸν Ἀριστοτέλην. εἰ γὰρ ἀνάγκη πρότερον νοῦν αἴτιον καὶ φύσιν εἶναι καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντὸς καὶ οὕτως αἴτιον ὡς ἐλέγετο παρά τινων τὸ αὐτόματον καὶ ἡ τύχη, ταῦτα δὲ ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τουτέστιν ἐν τοῖς ποιητικοῖς αἰτίοις κατατέτακται, δῆλον ὅτι καὶ νοῦς καὶ φύσις ποιητικὰ ἂν εἴη τοῦ παντὸς αἴτια. καὶ οἶδα μὲν ὅτι φιλονεικῶν ἄν τις εἴποι ἐξ ὑποθέσεως συνάγεσθαι τὸν λόγον, ὡς εἰ τύχη καὶ τὸ αὐτόματον αἴτιον τοῦ οὐρανοῦ, πρὸ τούτων ἂν εἴη νοῦς καὶ φύσις. ἀλλὰ δεῖ μνημονεῦσαι καὶ τῶν ὑπ’ Ἀλεξάνδρου λεγομένων, ὅτι τὰ πρῶτα αἴτια τῶν πρώτων ἂν εἴη ποιητικά. ἔστι δὲ πρῶτα μὲν αἴτια νοῦς καὶ φύσις, πρῶτα δὲ τῶν ὄντων, μᾶλλον δὲ τῶν ὁπωσοῦν γενομένων κἂν μὴ ἀπ’ ἀρχῆς χρόνου, οὐρανὸς καὶ τόδε τὸ πᾶν. Ἀλλ’ ἐπειδὴ μέχρι τοῦδε τοῖς περὶ τύχης καὶ αὐτομάτου λεγομένοις ὑπὸ τοῦ Ἀριστοτέλους παρακολουθήσας ὡς δυνατὸν ἦν ἐμοὶ τῶν εἰρημένων ἕκαστα διήρθρωσα, καλῶς ἂν ἔχοι συντόμως ἐκθέμενον τὰ τῷ Ἀριστοτέλει δοκοῦντα περὶ τούτων, οὕτως τὰ τοῖς νεωτέροις φιλοσόφοις δεδογμένα προσθεῖναι3 καὶ δεῖξαι μηδὲν τῆς παλαιᾶς παραδόσεως διαφέροντα.

然而应当知道,柏拉图并未表明运气后于知性与自然,而是论证了运气与自然后于灵魂,并充分陈述了古代自然哲学家们的见解——那些人主要讨论质料原因,视其为最先进入认知的对象,而尚未对动力原因作任何阐述。正如我所说的,柏拉图并未说运气后于自然与知性,而是说灵魂与技艺先于自然与运气,他是这样写的:“我将这样更为清楚地说:他们说,火、水、土、气全都是因自然和运气而存在的,其中无一因技艺而存在,而随后的诸物体,即关于土、太阳、月亮与诸星辰的物体,乃是通过这些完全无生命的事物而产生的;并且凭各自能力的运气而运动,随其偶遇而以某种契合的方式相互配合,热与冷、干与湿、软与硬,以及凡是通过相反者的调和而按运气必然混合在一起的一切事物,以这种方式并按照相同原则,这样生成了整个天界以及天界中的一切,进而又生成了所有的动物和植物,所有的时令皆由此而产生;他说,不是由于知性,也不是由于神或技艺,而是正如我们所说的,由于自然和运气。而技艺作为后起者随后由这些产生,其自身作为凡俗出自凡俗,随后生成了并不充分分有真理的某些玩物。”在这些前提之后,他论证了“对我们而言,灵魂先于物体产生,而物体是第二位的和后起的,在灵魂统治下按自然受统治”,随之他又指出:“无论如何,应当记住在先前达成的一致意见,即如果显明灵魂年长于物体,那么属于灵魂的事物亦将年长于属于物体的事物。”因此由所说的话显而易见,柏拉图的论述在这些话中模仿古代自然哲学家,将运气与自然同列。而他论证了灵魂先于这两者,并在这一任务中运用了大量论证,旨在表明自我运动的实体即灵魂乃是全部运动的本原。柏拉图在这些话中似乎将自然能力在没有明显原因的情况下达成相互契合称为运气。因为我认为这就是“凭各自能力的运气而运动,随其偶遇而契合地相互配合”的意思。另一方面,欧德谟表明自然先于技艺,而技艺先于运气。 再者,让那些认为亚里士多德没有谈及全宇宙动力原因的人注意到亚里士多德在此处的论述是很有价值的。因为如果知性与自然必然在先作为其他许多事物和这整个宇宙的原因,并且以某些人所说的自发与运气相同的方式作为原因,而后者被归入运动本原所从属的原因即动力原因之中,那么显而易见,知性与自然亦必定是全宇宙的动力原因。我也知道好辩之人可能会说该论证是假言推导出来的,即如果运气与自发是天界的原因,那么在它们之前必定有知性与自然。但是亦须记取亚历山大所说的论点,即第一原因必定是第一者的动力原因。而知性与自然是第一原因,在存在者中属于第一者——或者毋宁说以任何方式生成的事物中属于第一者,即使并非始自时间之开端——正是天界与这整个宇宙。 但是,既然至此我已经追随了亚里士多德关于运气与自发的论述,并尽我所能分节阐明了所说的每一项内容,那么简要陈述亚里士多德关于这些问题的看法,进而补充较晚近哲学家们的见解并表明它们与古老传统毫无二致,将是十分恰当的。

语法注3 条
  1. 2.53τῶν παλαιῶν φυσιολόγων ἐπιτελειῶν τὰς δόξας

    分词 ἐπιτελειῶν(现在主动分词阳性单数主格,修饰主语 ὁ Πλάτων)描述柏拉图在《法律篇》中充分阐发或演绎古代自然哲学家见解的样态,作修饰动词 ἀποδείκνυσι 的伴随情况或方式分词。

  2. 2.53Ἄξιον δὲ πάλιν τοῖς ἐνταῦθα λεγομένοις ὑπὸ τοῦ Ἀριστοτέλους ἐφιστάνειν τοὺς οἰομένους

    无人称形容词 ἄξιον[ἐστί]统辖不定式 ἐφιστάνειν。宾格词组 τοὺς οἰομένους 充当不定式的逻辑主语(或在致使义“使某人注意”中作直接宾语),与格 τοῖς ... λεγομένοις 则是 ἐφιστάνειν 所要求的对象补足语。

  3. 2.53καλῶς ἂν ἔχοι συντόμως ἐκθέμενον ... προσθεῖναι

    潜能希求式结构 καλῶς ἂν ἔχοι 统辖作主语的不定式 προσθεῖναι。在前的过去分词 ἐκθέμενον 为阳性单数宾格,与不定式的未明示逻辑主语(即作者自己)在性数格上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:355.18-357.1