← 辛普里丘

亚里士多德《物理学》注释

§358.20-359.36

运气与自发的词源及作为神圣原因的运气

辛普利丘考察了“运气”与“自发”的词源及其概念广狭,探讨了运气作为神圣善因在形式分有及物体性宇宙中的形而上学地位,并阐明了亚里士多德何以作为自然哲学家将其限定于附带原因的范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.53#4

εἰ οὖν ἐπὶ τῶν αὐτῶν ἀδιαφόρως τὴν τύχην καὶ τὸ αὐτόματον τάττουσι1 τὴν μὲν τύχην οὐ κατὰ τὴν τοῦ τυχεῖν ἔννοιαν, ἀλλὰ κατὰ τὴν τοῦ ὡς ἔτυχε λαμβάνοντες, ὅταν μὴ ἔχωσιν αἰτίαν ἀποδιδόναι, τὸ δὲ αὐτόματον αὐτόθεν κατὰ τὸ ἀναίτιον τιθέντες (ἐφ’ ὧν γὰρ οὐδέν ἐστιν ὡρισμένον αἴτιον, ἐπὶ τούτων καὶ τὸ ὡς ἔτυχε καὶ τὸ αὐτόματον λέγειν εἰώθαμεν), καὶ τὸ “συνέκυρσε” ταύτης τῆς ἐννοίας ἐστί. καὶ ἔστι μὲν καὶ αὕτη ἡ ἔννοια ἀπὸ τοῦ τυχεῖν παρηγμένη, ἀλλὰ τυχεῖν οὐ κατὰ λόγον οὐδὲ κατὰ προηγούμενον σκοπὸν ἀλλ’ εἰκῇ καὶ ὅπως ἄν· τοῦτο γὰρ τὸ ὡς ἔτυχε σημαίνει. ταῦτα μὲν οὖν περὶ τῆς τῶν ὀνομάτων διαφορᾶς διορίζομαι. Καὶ εἰ ἐν τοῖς κατὰ προαίρεσιν μόνοις ἡ τύχη, ζητεῖν ἀξιῶ, καὶ μέντοι εἰ ἐν τοῖς ἐπ’ ἔλαττον μόνοις. εἴπερ γὰρ τὸ τυχεῖν καὶ ἐπιτυχεῖν ἀπὸ τῆς τύχης λέγεται πάντως, λέγομεν δὲ καὶ τὸν ἄριστον τοξότην τυγχάνειν τοῦ σκοποῦ καὶ τὸν ἄριστον γραφέα ἐπιτυγχάνειν γράφοντα καὶ τὸν φαῦλον ἀποτυγχάνειν, οὐκ ἐπ’ ἔλαττον, ἀλλ’ ἐπὶ πλέον. καὶ Εὔδημος δὲ “ἂν μὲν τὸ κατὰ τὴν τέχνην, φησίν, ἐπιτελέσῃ, εὐτυχία λέγεται, ἂν δὲ τὸ παρὰ ταύτην ἀτυχία”. ἀλλὰ καὶ τὸν προθέμενον ὁτιοῦν πράττειν, ὅταν πράξῃ τὸ προτεθέν, τυγχάνειν τοῦ οἰκείου τέλους φαμέν, ὥσπερ καὶ ἀποτυγχάνειν ὅταν διαμαρτάνῃ. ὥστε οὐδὲ κατὰ συμβεβηκὸς ἡ τεῦξις, ὅταν τυγχάνῃ καὶ ὁ προθέμενος. εἰ τοίνυν ὥσπερ τῶν ἄλλων πάντων ἰδιωμάτων οἷον κάλλους ὑγιείας νίκης θείας τινὰς προυπάρχειν αἰτίας νομίζομεν, ἀφ’ ὧν αἱ μεθέξεις μεταδίδονται τοῖς μετέχουσι, καὶ τὰς αἰτίας καλεῖν τολμῶμεν τοῖς ὀνόμασι τῶν ἐνδιδομένων ἀπ’ αὐτῶν ἀγαθῶν, ἐπειδὴ καὶ τὸ τυχεῖν τοῦ ἐπιβάλλοντος ἀγαθοῦ μέγα τί ἐστι καὶ τῆς θείας δόσεως ἄξιον, πῶς οὐκ ἀναγκαῖον τὴν τοῦ τυχεῖν αἰτίαν θείαν ἀγαθότητα καλεῖν τύχην; καὶ καλῶς τισιν ἔδοξεν “αἰτία μὲν εἶναι ἡ τύχη, ἄδηλος δὲ ἀνθρωπίνῃ διανοίᾳ, ὡς θεῖόν τι οὖσα καὶ δαιμονιώτερον”. εἰ δὲ ἐν ἐκείνοις μάλιστα τὴν τύχην αἰτίαν φαμέν, ἐν οἷς μηδὲν ἄλλο αἴτιον καθ’ αὑτὸ συνεγνωσμένον ὁρῶμεν, οὐ διὰ τοῦτο χρὴ νομίζειν τὸ καθ’ αὑτό τινος αἴτιον, ὅταν ἄλλου κατὰ συμβεβηκὸς αἴτιον γένηται, τότε καλεῖσθαι τύχην μὲν τὸ αἴτιον, τὸ δὲ ἀποτέλεσμα ἀπὸ τύχης, ἀλλὰ τὸ μὲν καθ’ αὑτὸ αἴτιον ἐκείνου νομίζειν αἴτιον, ὅπερ καὶ γίνεται· οἷον τὸ προελθεῖν εἰς ἀγορὰν τοῦ φίλου ἕνεκεν αἴτιόν ἐστι τοῦ ἐν ἀγορᾷ γενέσθαι, τοῦ δὲ τῷ χρεώστῃ περιτυχεῖν συναιτία μὲν καὶ ἡ προαίρεσις καὶ ἡ πρόοδος, κυριώτατον δὲ αἴτιον ἡ τύχη, ἥτις καὶ διὰ τοῦτο προελθόντα ἐποίησεν ἄν τυχεῖν, ἀλλὰ συνεργούσης τότε καὶ τῆς προαιρέσεως, μὴ διὰ τοῦτο δὲ προελθόντος, ἡ τύχη μόνη αἰτία δοκεῖ,2 καὶ τότε μὲν συνεργούσης τῆς προαιρέσεως κατὰ τὸ προελθεῖν ὅλως, τῷ δὲ μὴ ἐπὶ τούτῳ προελθεῖν δεομένης ἐναργῶς τοῦ κατευθύνοντος αἰτίου. ὁ μέντοι Ἀριστοτέλης, ὡς πολλάκις εἶπον, φυσικὴν ποιούμενος τὴν διάκρισιν τὸ μὲν ἀφανὲς αἴτιον τοῖς θεολόγοις παραδιδόναι καταλιμπάνει, τὸ δὲ συνεγνωσμένον αἴτιον, ὅταν ἄλλου τυγχάνῃ τέλους παρ’ ὃ προτίθεται, τοῦτο τύχην καλεῖ καὶ τὸ τέλος ἀπὸ τύχης. Ἐν τίσι δέ ἐστιν ἡ τῆς τύχης ἐπικράτεια ζητοῦντες εὑρήσομεν, 〈ὅτι ἐν〉 πᾶσι τοῖς δεομένοις τοῦ τυχεῖν· δεῖται δὲ τὰ μετασχεῖν δεόμενά τινος· μετέχει δὲ τὰ διακριθέντα ἀπ’ ἀλλήλων. ὥστε καὶ ἐν τῇ διακρίσει τῶν νοερῶν εἰδῶν χρεία τῆς τύχης, ἵνα τυγχάνωσι τὰ διακριθέντα τῆς ἀλλήλων μεθέξεως. εἰ δὲ ἡ διάκρισις ἐκείνη ἀδιάκριτος καὶ ἡ μέθεξις οὐ μέθεξις ἀλλὰ μᾶλλον συνυπόστασις, δῆλον ὅτι καὶ ἡ τῆς τύχης ἰδιότης οὐδέποτε ἐν ἐκείνοις ἐστὶν ἐκφανής, ἐν δὲ τῷ σωματοειδεῖ κόσμῳ, ἐν ᾧ τελέα διάκρισις ἤδη καὶ διασπασμός πως γενομένη·3 ἐν τούτῳ καὶ ἡ μέθεξις καὶ ἡ τεῦξις ἐναργής, καὶ ἡ τύχη προφανεστέραν τὴν ἑαυτῆς δύναμιν ἐπιδείκνυται.

因此,如果他们在无法给出原因时,不按照“中得”的观念,而是按照“碰巧”的观念来理解运气,并且直接按照无原因来确立自发,从而对同样的事物不加区分地安排运气与自发(因为对于那些没有任何确定原因的事物,我们习惯于既说“碰巧”又说“自发”),那么“偶遇”一词也属于这一观念。而且这一观念固然也派生于“中得”,但这中得既非依据理性,亦非依据先行目标,而是随意且偶然的;因为这就是“碰巧”所表示的。关于名称的差异,我便作如上的规定。至于运气是否仅存在于依据抉择的事物中,而且是否仅存在于较少发生的事物中,我认为值得探究。因为如果“中得”和“击中”无论如何都是从运气说起的,而我们既说优秀的弓箭手击中目标,优秀的抄写员在书写时命中正确,拙劣者则落空,那么这就不是较少发生,而是多半发生。而且欧德谟亦说:“如果完成了依据技艺之事,便被称为幸运;如果完成了违反技艺之事,便被称为不幸”。再者,无论谁企图做某事,当他做成了所企图之事时,正如他在失误时我们说他“落空”一样,我们也说他“中得”了固有的目的。因此,当企图者也中得时,这种击中甚至不是附带的。既然如此,正如对于其他一切固有属性,如美、健康、胜利,我们都认为预先存在着某些神圣的原因,分有从这些原因被赋予分有者,并且我们敢于用由它们赋予的善物的名称来称呼这些原因,那么,既然中得恰当的善物亦是一件大事且配得上神圣的馈赠,把中得的原因这一神圣善性称为“运气”,又怎能不是必然的呢?某些人认为“运气乃是人类思想所不明的原因,因其是某种神圣且更为灵异的存在”,这确实是正确的见解。但即便我们在看不到任何其他公认的自身原因的场合最常说运气是原因,亦不应因此认为:当某物的自身原因附带地成为另一事物的原因时,该原因就被称为运气,而结果被称为因运气而生;相反,应当认为自身原因乃是那件实际生成之物的原因。例如,为了朋友而走向广场,乃是在广场上的原因;而对于碰上债务人,抉择和外出固然是共同原因,但最主导的原因则是运气,它即便对于为此目的而外出的人也本会使其遇上,只是在那种情况下抉择也共同起作用;而在并非为此目的外出的情况下,运气便显得是唯一的原因——即便在那种情况下,抉择固然在总体上的外出中起共同作用,但因并非为此目的而外出,显然需要引导性的原因。然而亚里士多德正如我多次说过的那样,既然是以自然哲学家的方式作出区分,便把隐秘的原因留给神学家去传授,而把公认的原因在其获得不同于所企图的目的时称为“运气”,并将该目的称为“因运气”。如果探究运气的支配范围在哪些事物中,我们将会发现它存在于一切需要“中得”的事物中;而需要分有某物的事物才需要中得;彼此区分开来的事物才会分有。因此,即使在理智形式的区分中亦需要运气,以便被区分者能够中得对彼此的分有。但如果那里的区分是未加区分的,分有不是分有而毋宁是共存,那么显而易见,运气的特质在那些事物中绝不显露,而是在物体性的宇宙中显露——在其中已经发生了一种彻底的区分和某种撕裂;在这个宇宙中,分有与中得才清晰可见,运气亦更明显地展示出它自身的力量。

语法注3 条
  1. 2.53εἰ οὖν ἐπὶ τῶν αὐτῶν ἀδιαφόρως τὴν τύχην καὶ τὸ αὐτόματον τάττουσι

    由 εἰ ... τάττουσι 引导的条件从句,其正句在经过插入语后落在 καὶ τὸ “συνέκυρσε” ταύτης τῆς ἐννοίας ἐστί(“那么‘偶遇’一词也属于这一观念”),此处的 καὶ 起到引出后件(apodotic)的作用。

  2. 2.53ἥτις καὶ διὰ τοῦτο προελθόντα ἐποίησεν ἄν τυχεῖν, ἀλλὰ συνεργούσης τότε καὶ τῆς προαιρέσεως, μὴ διὰ τοῦτο δὲ προελθόντος, ἡ τύχη μόνη αἰτία δοκεῖ

    在关系从句 ἥτις ... ἐποίησεν ἄν τυχεῖν(虚拟/反事实表达:“它本会使得即使为了此目的而外出的人也遇上”)中,限制性的 ἀλλά 接续属格独立结构 συνεργούσης ... τῆς προαιρέσεως(“只是在那种情况下抉择也共同起作用”),随后带 δέ 的对比性属格独立结构(μὴ διὰ τοῦτο δὲ προελθόντος)引出以 ἡ τύχη μόνη αἰτία δοκεῖ 为主句的分句。

  3. 2.53ἐν ᾧ τελέα διάκρισις ἤδη καὶ διασπασμός πως γενομένη

    分词 γενομένη 为阴性单数主格,在语法上与靠前的阴性主语 διάκρισις 一致,尽管并列的另一个主语 διασπασμός 为阳性。此处系词 ἐστί 被省略,构成关系从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:358.20-359.36