- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:354.1-355.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在《物理学》卷二第六章(198a5)中的论证,即知性与自然必定是先于运气和自发的原因,因此即便将宇宙归因于偶然的人也不得不承认知性与自然是在先的原因。辛普里丘介绍并评析了亚历山大的解释,指出亚里士多德的推论本身完全自足而无需外在前提,并在最后引述了亚历山大关于该论证与柏拉图《法律篇》第十卷相契合的观点。
" Ἐπεὶ δέ ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον αἴτια ἕως τοῦ καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός." Δείξας ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον, κἂν ἔστιν αἴτια, κατὰ συμβεβηκός ἐστιν αἴτια, καὶ τούτων ἐστὶν αἴτια κατὰ συμβεβηκός, ὧν καθ’ αὑτὸ νοῦς καὶ φύσις αἴτιά ἐστιν, εἴπερ ἐν τοῖς ἕνεκά του γινομένοις ἐδείχθη, λαβὼν δὲ καὶ ὅτι οὐδὲν τῶν κατὰ συμβεβηκὸς πρότερόν ἐστι τοῦ καθ’ αὑτὸ καὶ διὰ τοῦτο οὐδὲ τὸ αἴτιον τὸ κατὰ συμβεβηκὸς πρότερόν ἐστι τοῦ καθ’ αὑτὸ αἰτίου (καὶ γὰρ τὸ κατὰ συμβεβηκὸς αἴτιον ἕν τι τῶν κατὰ συμβεβηκός), ἀλλ’ οὐδὲ ἰσόστοιχόν ἐστι τὸ κατὰ συμβεβηκὸς τῷ καθ’ αὑτό, εἴπερ ἐκείνῳ προηγουμένῳ ἐπισυμβαίνει, ἐκ δὴ τούτων συνάγει ὅτι νοῦς καὶ φύσις πρότερά ἐστι τύχης καὶ αὐτομάτου. ἡ δὲ συναγωγὴ τοῦ λόγου τοιαύτη· νοῦς καὶ φύσις καθ’ αὑτὰ αἴτια· τὰ καθ’ αὑτὰ αἴτια πρῶτα τῶν κατὰ συμβεβηκὸς αἰτίων ἐστί, τὰ δὲ πρῶτα τῶν κατὰ συμβεβηκὸς αἰτίων πρῶτα τύχης καὶ αὐτομάτου ἐστίν· νοῦς ἄρα καὶ φύσις πρῶτα τύχης καὶ αὐτομάτου ἐστίν. ἐπειδὴ δὲ τὰ κατὰ συμβεβηκὸς αἴτια ὕστερα τῶν καθ’ αὑτά ἐστι καὶ προυπαρχόντων ἐκείνων ἐπιγίνεται ταῦτα, δῆλον ὅτι ἐν οἷς ἐστι τὰ κατὰ συμβεβηκὸς αἴτια, ἐν τούτοις χρὴ προϋπάρχειν τὰ καθ’ αὑτά· ἐν οἷς ἄρα τύχη καὶ τὸ αὐτόματον αἴτια κατὰ συμβεβηκός, ἐν τούτοις νοῦν καὶ φύσιν προυπάρχειν ἀνάγκη· ὥστε ὅσοι τύχην καὶ αὐτόματον τοῦ οὐρανοῦ καὶ τοῦδε τοῦ παντὸς νομίζουσιν αἴτια, τούτοις ἀκολουθεῖν ἐξ ὧν λέγουσιν αἴτια πρῶτα τούτων τίθεσθαι νοῦν καὶ φύσιν, “διότι, ὥς φησιν Ἀλέξανδρος, τὰ πρῶτα αἴτια τῶν πρώτων ἐν τοῖς οὖσίν ἐστι ποιητικὰ καὶ τὰ πρῶτα τῶν ὄντων ὑπὸ τῶν πρώτων αἰτίων γέγονεν, ἅπερ ἐστὶ νοῦς καὶ φύσις. εἰ δὲ ὅλως ἐστὶν αἴτιά τινων νοῦς καὶ φύσις, τούτων ἂν εἴη οἷς μάλιστα τὸ κατὰ νοῦν ὑπάρχει, οἷος ὁ οὐρανός ἐστι καὶ τόδε τὸ πᾶν.” μήποτε δὲ πρὸς πίστιν τοῦ ἀπὸ νοῦ καὶ φύσεως γεγονέναι τὸν οὐρανὸν οὐ χρεία τοῦ τὰ πρῶτα αἴτια τῶν πρώτων ἐν τοῖς οὖσιν εἶναι ποιητικά.1 δεῖται γὰρ αὕτη ἡ βοήθεια πάλιν ἄλλης δεικνύσης, ὅτι πρῶτος τῶν ὄντων ὁ οὐρανός. ἀλλ’ ἔστιν αὐτοβοήθητος ὁ τοῦ Ἀ̓ριστοτέλους λόγος οὐχ ἁπλῶς δείξας, ὅτι πρὸ τύχης καὶ αὐτομάτου2 αἴτιά ἐστι νοῦς καὶ φύσις, ἀλλ’ ὅτι ἐφ’ ὧν τύχη καὶ τὸ αὐτόματον αἴτιόν ἐστιν, ἐπὶ τούτων πρὸ τούτων νοῦς καὶ φύσις ἐστὶ τὰ αἴτια, καθ’ αὑτὰ μὲν τοῦ καθ’ αὑτὸ ἀποτελουμένου, κατὰ συμβεβηκὸς δὲ τοῦ κατὰ συμβεβηκός. τὸ γὰρ αὐτὸ αἴτιον οἷον ἡ διὰ τὸν φίλον πρόοδος καὶ τοῦ ἀσπάσασθαι τὸν φίλον αἰτία καὶ τοῦ εὑρεῖν τὸν χρεώστην, ἀλλὰ τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός, ὅτε καὶ τύχη λέγεται καὶ αὐτόματον ἐπὶ τῶν φυσικῶν. καὶ τοῦ αὐτοῦ πάλιν ἀποτελέσματος καὶ καθ’ αὑτὸ ἂν εἴη αἴτιον ὁ νοῦς ἤτοι ἡ προαίρεσις καὶ κατὰ συμβεβηκός. καὶ γὰρ εὕροι ἄν τὸν χρεώστην ἐν ἀγορᾷ καὶ τοῦτο προελόμενός τις, καὶ ὁ ἵππος καὶ ἐκ προνοίας ἄν σωθείη. ὥστε καὶ ὁ οὐρανός, εἰ ὑπὸ τύχης γίνεται καὶ αὐτομάτου, πολλῷ πρότερον ὑπὸ νοῦ καὶ φύσεως. λέγει δὲ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός, διότι τῶν ἀϊδίων μάλιστα αἴτιον εἶναι τὸν νοῦν βούλεται ὡς τεταγμένων καὶ ὡρισμένων. ἔστι δὲ ἀΐδιον καὶ τὸ πᾶν τόδε, ὡς ἐν τῇ Περὶ οὐρανοῦ ἔδειξε, καὶ τῶν ἐν τῷ παντὶ πολλά, οὐρανοὶ καὶ ἄστρα καὶ τῶν στοιχείων αἱ ὁλότητες. Ἐν δὴ τούτοις ὁ Ἀλέξανδρος “ὅπερ, φησίν, ὁ Πλάτων ἐν τῷ δεκάτῳ τῶν Νόμων βούλεται δεῖξαι καὶ διὰ πολλῶν αὐτὸ δείκνυσι, τοῦτο διὰ βραχέων ὁ Ἀριστοτέλης ἔδειξεν ἐνταῦθα, τὴν τῆς τύχης φύσιν ἥτις ποτέ ἐστιν ὁρισάμενος καὶ δείξας ὅτι ὑστέρα· ἃ γὰρ γένοιτο ἂν κἂν ὑπὸ νοῦ ἢ φύσεως, ταῦτα ἀπὸ τύχης καὶ αὐτομάτου λέγεται, ὅταν τι τῶν κατὰ συμβεβηκὸς αἴτιον γένηται”.
“既然运气和自发是原因”直至“以及其他许多事物和这整个宇宙的原因”。 在阐明了运气和自发即使是原因也是偶性的原因,并且正如在为了某种目的而产生的事物中所证明的那样,是对那些知性与自然依其自身即是其原因的事物的偶性原因之后,又假定了偶性事物无一先于依其自身的事物,且由于这一缘故,偶性原因亦不先于依其自身的原因(因为偶性原因本身也是偶性事物之一),甚至偶性事物与依其自身的事物也并非处于同等地位,既然偶性事物是在那在先者之上随附而生的——正是从这些前提,他推论出知性与自然先于运气和自发。而该论证的推导如下:知性与自然是依其自身的原因;依其自身的原因先于偶性的原因,而先于偶性原因者则先于运气和自发;因此,知性与自然先于运气和自发。而既然偶性的原因后于依其自身的原因,并且是在那些原因预先存在的情况下随附发生的,那么显而易见,在存在偶性原因的事物中,依其自身的原因必定预先存在于其中;因此,在运气和自发作为偶性原因的事物中,知性与自然必定预先存在于其中;以至于对于凡是认为运气和自发是天界及这整个宇宙的原因的人而言,根据他们所说的,其结论必然是将知性与自然设定为先于这些原因的原因,“因为正如亚历山大所说,第一原因是在存在者中属于第一者的动力原因,而在存在者中属于第一者是由第一原因产生的,这第一原因正是知性与自然。如果知性与自然根本是某些事物的原因,那么它们必定是知性特质在其中最为主导的那些事物的原因,正如天界与这整个宇宙那样。”但或许为了确证天界是由知性与自然产生的,并不需要“第一原因是在存在者中属于第一者的动力因”这一前提。因为这种辅助论据反过来又需要另一论据来证明天界在存在者中是属于第一者的。然而亚里士多德的论证本身即是自足的,它并非仅仅表明了知性与自然是先于运气和自发的原因,而是表明凡是在运气和自发作为原因的场合,在这些场合中,知性与自然都在它们之前是原因:依其自身而言是其自身成就的结果的原因,而依偶性而言则是偶性成就的结果的原因。因为同一个原因,例如为了朋友而外出,既是问候朋友的原因,也是遇见债务人的原因,但对前者是依其自身而言的,对后者则是依偶性而言的,此时它被称为运气,而在自然事物中被称为自发。而对于同一个结果,知性即选择同样既可以是依其自身的原因,也可以是偶性的原因。因为某人也有可能正是出于这个选择而在市场上遇见债务人,而马也有可能是出于预先照料而获救。因此天界亦是如此,如果它是因运气和自发而生成的,那么远在这之前它更是因知性与自然而生成的。他说“以及其他许多事物和这整个宇宙”,是因为他希望知性尤其作为永恒事物的原因,就它们是有序且确定的而言。而正如他在《论天》中所指出的,这整个宇宙是永恒的,宇宙中的许多事物也是永恒的,即诸天、诸星以及各元素的总体。正是在这些问题上,亚历山大说:“柏拉图在《法律篇》第十卷中想要证明并通过大量论述所证明的,亚里士多德在此处简要地证明了:他定义了运气的本性究竟为何,并证明了它是后起的;因为凡是即使由知性或自然也能生成的事物,每当有某种偶性的东西成为原因时,这些事物就被说成是来自运气和自发。”
- 2.53μήποτε δὲ πρὸς πίστιν τοῦ ἀπὸ νοῦ καὶ φύσεως γεγονέναι τὸν οὐρανὸν οὐ χρεία τοῦ τὰ πρῶτα αἴτια τῶν πρώτων ἐν τοῖς οὖσιν εἶναι ποιητικά.
μήποτε 在此作副词性用法,引出带有委婉或审慎语气的断言(“或许……”)。主句为省略了 ἐστί 的 οὐ χρεία 结构,后接属格冠词引导的不定词短语 τοῦ ... εἶναι ποιητικά 作为其补足语(“不需要……”);而 πρὸς πίστιν τοῦ ... γέγονέναι 则是表示目的的介词短语(“为了确证……”)。
- 2.53Δείξας ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ... ἐκ δὴ τούτων συνάγει ὅτι νοῦς καὶ φύσις πρότερά ἐστι τύχης καὶ αὐτομάτου.
这是一个典型的长句架构:开头的分词 Δείξας 与随后的分词 λαβών(λαβὼν δὲ καί...)并列,构成推论的前提部分,最终引出主句动词 συνάγει(ἐκ δὴ τούτων συνάγει ὅτι...)。夹在其中的 καὶ διὰ τοῦτο... 以及 ἀλλ’ οὐδὲ ἰσόστοιχόν ἐστι... 是由 λαβών 所支配的 ὅτι 从句内部的补充与论据展开;句子的主干为“在阐明了……又假定了……之后,正是从这些前提,他推论出……”。
