← 辛普里丘

亚里士多德《物理学》注释

§353.13-353.35

作为动力因的运气与自发

基于亚里士多德《物理学》198a2–7,辛普利丘阐明了运气与自发在四因中被归为偶性动力因的论据,即它们所随附的自然与思想本身均属于动力因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.52

" Τῶν δὲ τρόπων τῆς αἰτίας ἕως τοῦ ἀλλὰ τούτων τὸ πλῆθος ἀόριστον." Δείξας τί ἐστιν ἡ τύχη καὶ τί τὸ αὐτόματον καὶ τί διαφέρουσιν ἀλλήλων, ἀκολούθως λοιπὸν ὑπὸ τί τῶν ἀπηριθμημένων αἰτίων ἀνάγεται προστίθησι καὶ λέγει, ὅτι ὑπὸ τὸν ποιητικὸν τῆς αἰτίας τρόπον ἀνάγεται ἑκάτερον αὐτῶν. οὗτος γάρ ἐστιν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, οὕτως μέντοι, ὡς κατὰ συμβεβηκὸς αὐτὰ αἴτια ποιητικὰ λέγειν. διὰ τοῦτο γὰρ προσέθηκεν τὸ ἀλλὰ τούτων τὸ πλῆθος ἀόριστον ἀντὶ τοῦ ἀλλὰ ταῦτα κατὰ συμβεβηκός. ὧν γὰρ τὸ πλῆθος ἀόριστον, ταῦτα κατὰ συμβεβηκός ἐστιν, ἐπειδὴ καὶ τῶν μὴ κατὰ συμβεβηκός, ἀλλὰ καθ’ αὑτὸ αἰτίων τὸ πλῆθος ὡρισμένον ἐστίν. ἀπόδειξιν δὲ τοῦ ποιητικὰ εἶναι1 αἴτια ταῦτα ποιεῖται ἐκ τοῦ καὶ τὰ καθ’ αὑτὰ αἴτια, οἷς ταῦτα συμβέβηκε, τῶν ποιητικῶν αἰτίων εἶναι. ἢ γὰρ τῶν φύσει ἢ τῶν ἀπὸ διανοίας τι αἰτίων ἀεί ἐστιν, οἷς ἡ τύχη καὶ τὸ αὐτόματον παρυφίσταται.2 φύσις δὲ καὶ διάνοια τῶν ποιητικῶν ἐστιν αἰτίων. καὶ γὰρ εἰ μὲν κατενεχθεὶς ὁ λίθος διὰ τὸ βάρος ἐπάταξέ τινα, φύσις ἦν τὸ καθ’ αὑτὸ ποιητικὸν αἴτιον τοῦ κατενεχθῆναι, τὸ δὲ αὐτόματον τοῦ πληγῆναι. καὶ εἰ θεμέλιόν τις ὀρύσσων θησαυρὸν εὗρε, διάνοια μὲν τὸ καθ’ αὑτὸ ποιητικὸν αἴτιον, τύχη δὲ τὸ κατὰ συμβεβηκός, ὅταν μὴ τοῦ εὑρεῖν θησαυρὸν ἕνεκα ὀρύττῃ, ἀλλὰ θεμελίου ἢ ἄλλου τινός. ὥστε εἰ ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του γινομένοις ἐστὶ κατὰ συμβεβηκὸς αἴτια, τούτων δὲ ἀεί τι αἴτιον καθ’ αὑτὸ ἢ τῶν φύσει ἢ τῶν ἀπὸ διανοίας, ταῦτα δὲ ποιητικά, δῆλον ὅτι καὶ ἐκεῖνα ποιητικὰ ἂν εἴη τὰ τούτοις παρυφιστάμενα.

“在原因的诸样式中”直至“但这些事物的数目是无规定的”。 在阐明了运气是什么、自发是什么,以及它们彼此在何种方面相区别之后,他接着相应地补充说明它们归结于所列举的诸原因中的哪一种,并说它们各自都被归结于原因的动力样式之下。因为这正是运动的始原所由之所,然而这乃是在说它们是偶性的动力原因的意义上而言的。因为正是由于这个缘故,他补充了“但这些事物的数目是无规定的”,以代替“但这些事物是偶性的”。因为凡数目无规定之事皆属偶性,既然那些非偶性而是依其自身的原因,其数目乃是规定了的。而他证明这些是动力原因,乃是基于这二者所随附的那些依其自身的原因本身也属于动力原因这一事实。因为在自然所致或思想所致的原因中,始终存在着某种原因,运气与自发便随附并存于其上。而自然与思想是属于动力原因的。因为如果一块石头因其重量落下而砸伤了某人,自然是它落下的依其自身的动力原因,而自发则是被砸伤的动力原因。又如某人在挖掘地基时发现了宝藏,当他不是为了发现宝藏而是为了地基或其他事情而挖掘时,思想是依其自身的动力原因,而运气则是偶性的动力原因。因此,如果运气和自发是在为了某种目的而产生的事物中的偶性原因,而在此类事物中始终存在着依其自身的原因,要么属于自然的原因,要么属于思想的原因,且这些原因皆属动力因,那么显而易见,随附并存于这些原因之上的那些原因也必定是动力因。

语法注2 条
  1. 2.52ἀπόδειξιν δὲ τοῦ ποιητικὰ εἶναι αἴτια ταῦτα ποιεῖται ἐκ τοῦ καὶ τὰ καθ’ αὑτὰ αἴτια, οἷς ταῦτα συμβέβηκε, τῶν ποιητικῶν αἰτίων εἶναι.

    整句骨架为 ποιεῖται ἀπόδειξιν τοῦ [不定式从句 A] ἐκ τοῦ [不定式从句 B](“基于B这一事实进行A的证明”)。前半部分 τοῦ ποιητικὰ εἶναι αἴτια ταῦτα 中,ταῦτα 为宾格主语,ποιητικὰ αἴτια 为表语。后半部分 ἐκ τοῦ ... εἶναι 中,τὰ καθ’ αὑτὰ αἴτια 为宾格主语,τῶν ποιητικῶν αἰτίων 为表示所属/分类的属格表语(即“依其自身的原因也属于动力原因”)。关系从句 οἷς ταῦτα συμβέβηκε 修饰先行词 τὰ καθ’ αὑτὰ αἴτια。

  2. 2.52ἢ γὰρ τῶν φύσει ἢ τῶν ἀπὸ διανοίας τι αἰτίων ἀεί ἐστιν, οἷς ἡ τύχη καὶ τὸ αὐτόματον παρυφίσταται.

    主语为不定代词 τι 与部分属格 αἰτίων 构成的 τι αἰτίων(诸原因中的某种原因),属格短语 ἢ τῶν φύσει ἢ τῶν ἀπὸ διανοίας 作为表示所属的表语与 ἐστιν 结合。与格关系代词 οἷς 取决于动词 παρυφίσταται(附随……而并存),其先行词为 τῶν φύσει ἢ τῶν ἀπὸ διανοίας αἰτίων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:353.13-353.35