- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:351.31-353.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《物理学》197b32的注解。辛普利丘探讨了将“反自然产生之事”作为运气与自发之间进一步区别的标准,并通过对比外在原因(动力因及目的因)与内在原因来分析自发性的成立条件。
" Μάλιστα δέ ἐστι χωριζόμενον τὸ ἀπὸ τύχης ἕως τοῦ καὶ τί διαφέρουσιν ἀλλήλων." Διαφορὰν εἰπὼν τῶν ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου τῷ τὰ μὲν ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου εἶναι, τὰ δὲ ἐκ ταὐτομάτου μὴ πάντα ἀπὸ τύχης, ἐπειδὴ αὕτη ἡ διαφορὰ ὡς ὅλον τι καὶ μέρος λαμβάνουσα μετὰ πλείονος τῆς κοινωνίας ἦν περιεκτικὸν τοῦ ἐκ τύχης τὸ ἐκ ταὐτομάτου δεικνῦσα, καὶ μέντοι καὶ ὅσα τῶν ἐκ ταὐτομάτου γινομένων ἐδόκει μὴ γίνεσθαι ἀπὸ τύχης, ὥσπερ τὰ ἐν τοῖς ἀλόγοις ζῴοις καὶ τοῖς ἀψύχοις, ἐπειδὴ εἰ προαιρετὰ ἦν ἐγίνετο ἂν καὶ ἀπὸ τύχης. καὶ γὰρ ὁ ἵππος ἐσώθη ἂν καὶ ἀπὸ τύχης, ἀπολόμενος μὲν ἀπὸ τύχης τοῦ πολεμίου ἐπὶ πότον ἐξαγαγόντος ἀποφυγών, σωθεὶς δὲ ἀπὸ τύχης τῷ δεσπότῃ ἐπ’ ἄλλῃ χρείᾳ τῆς παρεμβολῆς προελθόντι, καὶ ὁ τρίπους ῥιφεὶς ὑπὸ τοῦ κλέπτου διωκομένου κατὰ τύχην εἰς καθέδραν κατέπεσεν. ἄλλον οὖν τινα χωρισμὸν τῶν ἐκ ταὐτομάτου πρὸς τὰ ἀπὸ τύχης ἐπιχειρεῖ παραδοῦναι1 νῦν ἐν τοῖς φύσει γινομένοις καὶ τούτων ἐν τοῖς παρὰ φύσιν. τὰ γὰρ παρὰ φύσιν γινόμενα ἀπὸ τύχης μὲν οὐκ ἔστιν (οὐ γάρ ἐστιν ἐν τοῖς κατὰ προαίρεσιν), ἀλλὰ μᾶλλόν φησιν ἀπὸ ταὐτομάτου γεγονέναι φαμέν. καὶ τὴν αἰτίαν τοῦ μᾶλλον καὶ μὴ ἁπλῶς αὐτὸς προσέθηκεν εἰπὼν ἔστι γὰρ καὶ τοῦτο ἕτερον. μᾶλλον μὲν γὰρ αὐτομάτως γίνεσθαι ῥηθήσεται τὰ παρὰ φύσιν ἢ ἀπὸ τύχης. οὐ μὴν οὐδὲ ἐκ ταὐτομάτου κυρίου ἐστὶ ταῦτα. καὶ τὴν αἰτίαν τούτου πάλιν προστίθησιν, ὅτι ἐπὶ μὲν τῶν ἐκ ταὐτομάτου γινομένων ἐκτός ἐστι τὸ αἴτιον, ᾧ ὡς κατὰ συμβεβηκὸς αἰτίῳ ἕπεται τὸ ἐκ ταὐτομάτου γινόμενον. τοῦ γὰρ καθέδραν γενέσθαι τὸν τρίποδα αὐτομάτως γινόμενον τὸ ποιητικὸν αἴτιον ὅτι ποτ’ ἂν ᾖ, ὅπερ καλοῦμεν αὐτόματον καὶ τύχην ἐπὶ τῶν κατὰ προαίρεσιν, ἔξωθεν εἶναι χρὴ τῆς τοῦ τρίποδος φύσεως. ἀμέλει ὅπερ πρότερον ἔλεγεν ὅτι εἰ κύβος ἦν τὸ κατενεχθέν, οὐκ ἦν ἔξωθεν τῆς φύσεως αὐτοῦ τὸ καθέδραν γενέσθαι, διὰ τοῦτο οὐδὲ ἐκ ταὐτομάτου τότε ἂν λέγοιτο γίνεσθαι. δεῖ γὰρ τὸ ἐκ ταὐτομάτου ἀκολουθοῦν μὴ ἐνυπάρχοντι μηδὲ φανερῷ τινι αἰτίῳ ἀκολουθεῖν. ἐπεὶ οὐκ ἄν εἴη ἐκ ταὐτομάτου οὐδὲ ἀπὸ τύχης, εἰ φανερὸν εἴη τὸ ποιητικὸν αἴτιον, ᾧ καθ’ αὑτὸ τὸ γεγονὸς ἠκολούθησε. τὸ οὖν ἔξωθεν σημαίνοι μὲν ἂν καὶ τὸ ἔξω τῆς τοῦ πράγματος φύσεως, σημαίνοι δὲ ἂν καὶ τὸ ἀφανὲς καὶ ἄδηλον· κυριώτερον δὲ εἰ ἀμφότερα σημαίνοι. οὔτε γὰρ ἐνυπάρχειν οὔτε ὅλως φανερὸν εἶναι τὸ αἴτιον χρὴ ἐπὶ τῶν ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου. ἐπὶ μέντοι τῶν παρὰ φύσιν γινομένων ἐντός τί ἐστι τὸ αἴτιον τοῦ τοιόνδε γίνεσθαι τὸ γινόμενον, ὥσπερ καὶ ἐπὶ τῶν κατὰ φύσιν. ἔστι γάρ τι ὃ καθ’ αὑτὸ αἴτιόν ἐστι τοῦ παρὰ φύσιν· ἢ γὰρ θλῖψις ἢ δυσκρασία ἢ πλεονασμὸς ὕλης ἢ ἔνδεια ἢ τι ἄλλο τῶν τοιούτων αἴτιον καθ’ αὑτὸ τοῦ παρὰ φύσιν γίνεται. ἢ ἔξω τὸ αἴτιον ἐν τοῖς αὐτομάτως γινομένοις λέγει τὸ ὡς τέλος, ὡς καὶ πρότερον εἶπεν, οὐ τὸ ὡς ποιητικόν.2 τὸ γὰρ πατάξαι ἔξωθέν ἐστιν ἐπιγινόμενον καὶ τὸ σωθῆναι τὸν ἵππον. ἐπὶ δὲ τῶν παρὰ φύσιν τὸ τέλος ἐν αὐτοῖς ἐστι καὶ οὐκ ἔξωθεν, ὥστε ταῦτα μὲν οὐκ ἂν εἴη ἀπὸ ταὐτομάτου. τῶν δὲ φύσει καὶ οὐ κατὰ προαίρεσιν τὰ ἔξωθεν ἔχοντα τὴν αἰτίαν τήν τε ποιητικὴν καὶ τὴν τελικὴν ταῦτα ἂν εἴη οὐκ ἀπὸ τύχης μέν, ἐκ ταὐτομάτου δέ, διότι κοινῶς μὲν ἐκ ταὐτομάτου πάντα, ὅσα μὴ τοῖς προηγησαμένοις αἰτίοις ἀκολουθεῖ, τούτων δὲ ἀπὸ τύχης μὲν τὰ τοῖς κατὰ προαίρεσιν ἐπισυμβαίνοντα, ἐκ ταὐτομάτου δὲ εἰδικώτερον τὰ τῇ φύσει συνεπακολουθοῦντα, φύσιν δὲ τὴν ἄλογον πᾶσαν ἀκουστέον ζωήν. ἐπὶ δὴ τούτοις συμπεραινόμενος τὰ εἰρημένα καὶ τί ἐστιν ἡ τύχη, φησί, καὶ τὸ αὐτόματον εἴρηται καὶ τίνι διαφέρουσιν ἀλλήλων.
“出于运气之事最得区别”直至“以及它们彼此在何种方面相区别”。 在陈述了出于运气之事与出于自发之事的区别——即出于运气之事亦出于自发,但出于自发之事并非全出于运气——之后,因为这一区别将它们视作整体与部分,在更大的共同性之中表明出于自发之事包容了出于运气之事,并且在出于自发而产生的事物中,凡看起来并非出于运气而产生的,如在无理性动物和无生物中的那些事情,既然如果它们属于出于选择之事,它们本也会出于运气而产生(因为马本也会出于运气而获救,正如当敌人牵它去饮水时因逃脱而出于运气走失,又出于运气为因营地其他需要而出来的领主所救;而被追捕的窃贼所扔下的三脚椅也凭运气正好落成直立座位),所以他现在试图在依自然产生的事物中,尤其是其中反自然产生的事物中,给出出于自发之事相对于出于运气之事的另一种区分。因为他说,反自然产生的事物并不是出于运气的(因为它们并不在依选择之事中),但我们倒更说是出于自发而产生的。而关于说“更”而非“单纯”的原因,他自己补充说:“因为这也是另一种情况”。因为反自然的事物与其说是出于运气,倒不如说是自发地产生的;然而,这些事物也并非严格意义上出于自发。他再次给出了此事的理由:因为在出于自发产生的事物中,原因在外部,出于自发而产生的结果乃是随附于作为偶性原因的这一外部原因。因为三脚椅自发地成为座位,无论其动力因究竟为何物——我们在依选择之事中称之为运气,在此则称之为自发——都必须是在三脚椅的自然之外。诚然,正如他先前所说的,如果落下的东西是一个立方体,那么它成为座位就不是在其自然之外,因此那时它就不会被说成是出于自发而产生的。因为出于自发而随附的结果,必须随附于一个既非内在亦非显明的原因。因为如果动力因是显明的,且发生的结果乃是依其自身随附于它,那么这既不会是出于自发,也不会是出于运气。因此,“从外部”既可以指在事物的自然之外,也可以指隐蔽和不明显的;但若两者兼指,则更为贴切。因为在出于运气和出于自发之事中,原因既不可内在,也不可完全显明。然而,在反自然产生的事物中,产生的事物之所以成为如此的原因乃是某种内在之物,正如同在依自然之事中一样。因为存在着依其自身作为反自然原因的某种事物;因为压迫、配比失调、质料过剩或匮乏,或者诸如此类的其他事物,都会依其自身成为反自然的原因。或者,他在自发产生的事物中所说的外部原因,正如先前所说,是指作为目的的原因,而非作为动力的原因。因为打击以及马获救,都是从外部后生的。但在反自然的事物中,目的在它们自身之内而非来自外部,以至于这些事物不会是出于自发的。而在依自然产生而非依选择产生的事物中,凡将动力因与目的因都居于外部的事物,这些不会是出于运气,而是出于自发的;因为通常而言,凡不随附于先行原因的事物都是出于自发,但其中附随于依选择之事的是出于运气,而伴随自然的在更特殊的种意义上是出于自发,在此自然应当被理解为一切无理性的生命。在这些论述的基础上,他总结了所言,说:运气是什么,自发是什么,以及它们彼此在何种方面相区别,都已得到了阐明。
- 2.51Διαφορὰν εἰπὼν ... ἄλλον οὖν τινα χωρισμὸν τῶν ἐκ ταὐτομάτου πρὸς τὰ ἀπὸ τύχης ἐπιχειρεῖ παραδοῦναι
句式由句首的分词从句 Διαφορὰν εἰπὼν 开始,穿过冗长因果从句(ἐπειδὴ αὕτη ἡ διαφορὰ ... ἦν ...)及括号般的例示(καὶ γὰρ ὁ ἵππος ...),最终在 ἄλλον οὖν τινα χωρισμὸν ... ἐπιχειρεῖ παραδοῦναι 处引出主句。分词 εἰπὼν 的逻辑主语与主句动词一致,均指亚里士多德。
- 2.51ἢ ἔξω τὸ αἴτιον ἐν τοῖς αὐτομάτως γινομένοις λέγει τὸ ὡς τέλος, ὡς καὶ πρότερον εἶπεν, οὐ τὸ ὡς ποιητικόν.
连词 ἤ 引进另一种解释(“或者”)。相对于前文关于动力因外在性(ἔξωθεν)的讨论,此处提出将“外部原因”理解为目的因(τὸ ὡς τέλος)的可选解读。动词 λέγει 的主语是亚里士多德,其宾语补足结构为 τὸ ὡς τέλος ... οὐ τὸ ὡς ποιητικόν。
