- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:350.3-351.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批判了亚历山大将徒然与自发分别视为动力因与目的因的解释,论证了运气与自发才是动力因,而动力因对应的终结是出于运气和出于自发之事。他还为亚里士多德关于石头的例子进行了辩护,并梳理了亚里士多德、荷马与柏拉图在原因与结果术语使用上的互换现象。
τὸ δὲ αὐτόματόν ἐστιν, ᾧ πάντως μὲν ἀκολουθεῖ τι, κατὰ συμβεβηκὸς δέ, ὡς αὐτὸ τὸ προηγησάμενον ὅσον ἐπὶ τῷ ἀκολουθήσαντι1 μάτην προγεγονέναι καὶ διὰ τοῦτο καλεῖσθαι αὐτόματον. τὸ μέντοι τούτῳ διαφέρειν τὸ μάτην καὶ τὸ αὐτόματον, ᾧ διαφέρει ἥ τε τύχη καὶ τὸ ἀπὸ τύχης,2 καὶ τὸ ποιητικὸν μὲν εἶναι τὸ μάτην τοῦ αὐτομάτου, τὸ δὲ τέλος καὶ τὸ ἐπακολουθοῦν εἶναι τὸ αὐτόματον, οὐκέτι ὀρθῶς εἰρῆσθαί μοι δοκεῖ. τῇ γὰρ τύχῃ οὐ τὸ μάτην, ἀλλὰ τὸ αὐτόματον ἀναλογεῖ, τῷ δὲ ἀπὸ τύχης τὸ ἀπὸ ταὐτομάτου. καὶ ποιητικὸν μὲν τὴν τύχην καὶ τὸ αὐτόματόν φησιν ὁ Ἀριστοτέλης ἀλλ’ οὐχὶ τὸ μάτην, τελικὰ δὲ τὸ ἀπὸ τύχης καὶ τὸ ἀπὸ ταὐτομάτου, ἀλλ’ οὐχὶ τὸ αὐτόματον. καὶ γὰρ ἀρχόμενος μὲν τοῦ λόγου φησίν· ἔστι “δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον τῶν αἰτίων”, καὶ μετ’ ὀλίγα “ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, καὶ ἡ τύχη καὶ τὸ αὐτόματον”, περὶ δὲ τῶν τελῶν “τὸ μὲν γὰρ ἀπὸ τύχης πᾶν, φησίν, ἀπὸ ταὐτομάτου” καὶ πάλιν “ἀπὸ τύχης δὲ τούτων ὁπόσα ἀπὸ ταὐτομάτου”. τὸ δέ γε μάτην οὔτε τὸ αὐτὸ τῷ αὐτομάτῳ φησίν (ἀλλὰ παρώνυμον τὸ αὐτόματον ἀπὸ τοῦ μάτην, διότι αὐτὸ τὸ προγεγονὸς μάτην προγέγονεν ὅσον ἐπὶ τῷ ἀκολουθήσαντι) οὔτε ποιητικὸν τοῦ αὐτομάτου. ἀλλὰ καθ’ ὅσον ἄπρακτον τὸ ὅσον ἐφ’ ἑαυτῷ, κατὰ τοσοῦτον ἐδεήθη αὐτοῦ,3 πρὸς πίστιν τῆς τοῦ αὐτομάτου ἀποδόσεως καὶ αὐτοῦ τοιούτου ὄντος. ὅλως δὲ τὸ μάτην καθὸ μάτην οὐδὲ ἔστι ποιητικὸν αἴτιον, ὥσπερ ἡ τύχη καὶ τὸ αὐτόματον. τῷ γὰρ μάτην οὐκ ἀκολουθεῖ τὸ τέλος, ὥστε οὐ ποιητικὸν οὐδὲ κατὰ συμβεβηκός, ἀλλὰ τὸ αὐτόματόν ἐστι τὸ ποιητικόν, ᾧ τὸ ἐκ ταὐτομάτου ἀκολουθεῖ, ὅσον μὲν ἐπὶ τῷ ἀκολουθήσαντι μάτην προγενομένου τοῦ προγεγονότος, κατὰ συμβεβηκὸς δὲ γενομένης τῆς ἀκολουθίας. ἀλλ’ οὐδὲ τὸ παράδειγμα τὸ ἐπὶ τοῦ λίθου ἀνοικείως ἐρρήθη. ὡς γὰρ εἶπεν ἀπὸ ταὐτομάτου ἐλθεῖν τὸν ἵππον, τουτέστιν ἀποσωθῆναι τῷ δεσπότῃ, οὕτως καὶ πεσεῖν ἀπὸ ταὐτομάτου φησὶ τὴν πληκτικὴν πτῶσιν. ἔστιν οὖν αὐτόματον μὲν τὸ κατὰ συμβεβηκὸς αἴτιον τῆς πληγῆς, ἀπὸ ταὐτομάτου δὲ ἡ πληγή. τὸ δέ γε μάτην οὐχ ὅτι οὐκ ἔτυχε τοῦ τέλους τοῦ οἰκείου ὁ λίθος, ἀλλ’ ὅτι ὡς πρὸς τὸ πλῆξαι αὐτὸ τοῦτο ἡ πτῶσις μάτην ἐγένετο· οὐ γὰρ τοῦ πλῆξαι ἕνεκεν, ἀλλὰ τοῦ τὸν οἰκεῖον τόπον καταλαβεῖν. ὡς εἴ γε ἔπεσεν ὑπό τινος βληθεὶς ἐπὶ τῷ πλῆξαι, οὐκ ἂν ἦν ἡ πληγὴ ἀπὸ ταὐτομάτου. Ἐκείνῳ δὲ καλῶς ἐπέστησεν ὁ Ἀλέξανδρος ὅτι “καὶ τὸ ἀπὸ ταὐτομάτου ἐν τοῖς προαιρετοῖς καὶ τοῖς ἕνεκά του δεῖξαι βουλόμενος προσέθηκε τὸ ὅτι πέσοι ἂν ὑπό τινος καὶ τοῦ πατάξαι ἕνεκα.” ὅταν γὰρ τὸ ἐπιγενόμενον τῷ μάτην ὡς πρὸς τὸ ἐπιγενόμενον προγενομένῳ τοιοῦτον ᾖ, ὡς κἂν αὐτοῦ χάριν τι γενέσθαι, μὴ μέντοι τότε τούτου χάριν τὰ πρὸ αὐτοῦ γέγονε, τότε αὐτομάτως τοῦτο γέγονεν. “ὅτι δέ, φησὶν ὁ Ἀλέξανδρος, τὸ αὐτόματον τὸ γινόμενον λέγει, δῆλόν ἐστιν ἐκ τοῦ ὑποτάσσειν αὐτὸν καὶ τὸ ἀπὸ τύχης τῷ αὐτομάτῳ καὶ ἐπὶ πλέον λέγειν τὸ αὐτόματον τοῦ ἀπὸ τύχης γεγονέναι. τὸ γὰρ ἀπὸ τύχης τὸ ἐπὶ τέλους λέγεται, καὶ τὸ σωθῆναι τὸν ἵππον τοιοῦτον”. καὶ εἴη ἂν ὑποτάσσων τὸ ἀπὸ τύχης τῷ αὐτομάτῳ, ἐν οἷς φησι “διαφέρει δὲ ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστίν”. ἀλλ’ ἔδει καὶ τὸ ἐφεξῆς ἐννοεῖν· ἐπάγει γάρ· “τὸ μὲν γὰρ ἀπὸ τύχης πᾶν ἀπὸ ταὐτομάτου,” ὥστε καὶ πρότερον τὸ ἐπὶ πλέον τοῦ ἀπὸ τύχης, ὅπερ ἐκάλεσεν αὐτόματον, τὸ ἀπὸ ταὐτομάτου ἔλεγε. τοῦτο γὰρ τῷ ἀπὸ τύχης ἀναλογεῖ. τὸν δὲ ἵππον αὐτόματόν φησιν ἐλθεῖν κυρίως λέγων, εἴπερ αὐτόματον μὲν τὸ ἐλθεῖν, ἀπὸ ταὐτομάτου δὲ ἐλθόντα σωθῆναι. εἰ δέ ποτε καὶ τῷ αὐτομάτῳ ἀντὶ τοῦ ἐκ ταὐτομάτου χρῆται, θαυμαστὸν οὐδέν. καὶ γὰρ Ὅμηρος οὕτως χρῆται ἐν οἷς φησιν, αὐτόματος δὲ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος, καὶ αὐτόματοι δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι, τὸ ἐκ μὴ προηγησαμένης αἰτίας προφανοῦς ἀποτέλεσμα αὐτόματον λέγων, ὅπερ ἐκ ταὐτομάτου λέγοιτο ἂν κυριώτερον, ἀναλογοῦν τῷ ἀπὸ τύχης. εἰ γὰρ αὐτόματον τὸ ἀποτέλεσμά ἐστιν, τὸ ἐκ ταὐτομάτου τί ἂν εἴη; καὶ τὸ ἀπὸ τύχης δὲ τύχην ἐκάλεσεν ὁ Ἀριστοτέλης ἐν οἷς ἔλεγεν “ὅμως δὲ ἐπ’ ἐνίων ἀπορήσειεν ἄν τις, ἆρα οὖν τὰ τυχόντα αἴτια γένοιτο ἂν τῆς τύχης.” καὶ Πλάτων δὲ τὸ ἀπὸ τύχης τύχην καλεῖ λέγων ἐν Φαίδωνι “τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη” ἀντὶ τοῦ ἀπὸ τύχης τι αὐτῷ συνέβη.
而自发之事则是某种结果必定会随附、但却是偶性地随附于它的事物,以至于在涉及后随之事时,先行发生的事件本身成了徒然先行发生的,且正因如此它被称为自发。然而,[亚历山大所主张的]徒然与自发互有区别恰如运气与出于运气之事互有区别,且徒然是自发的动力因,而目的与随附的结果是自发,在我看来不再是正确陈述的了。因为与运气相对应的不是徒然,而是自发;而与出于运气之事相对应的则是出于自发之事。并且亚里士多德将运气与自发称为动力因,但并未把徒然称为动力因;他将出于运气之事与出于自发之事称为目的,但并未把自发称为目的。因为在论述的开头他确实说:“运气和自发都属于原因”,且稍后又说:“因此正如所说,运气和自发两者都是原因”;而在谈到目的时他说:“因为凡出于运气之事,都是出于自发”,又说:“而在这些之中,凡出于自发之事都是出于运气”。至于徒然,他既未说与自发是同一的(而是‘自发’从‘徒然’派生出名称,因为在涉及后随之事时,先行发生的事情本身是徒然先行发生的),也未说它是自发的动力因。只不过由于就其自身而言是无成效的,就此而言他才需要借助于它,以证实对自发的规定,因为自发本身也是如此的。总的来说,徒然就其为徒然而言,甚至根本不是像运气和自发那样的动力因。因为目的并不随附于徒然,所以它甚至在偶性上也不是动力因;相反,自发才是动力因,出于自发的结果随附于它,虽然就随附之事而言先前之事是徒然发生的,但这一随附乃是偶性地产生的。而且关于石头的例子也并非表述得不贴切。因为正如他说马出于自发而来,即对主人而言获救了,同样他也说那带来打击的落下是出于自发而落下的。因此自发乃是打击的偶性原因,而打击则是出于自发的。至于徒然,并不是说石头未能达到固有的终结,而是说就击中而言这落下本身是徒然发生的;因为这并非为了击中,而是为了占据固有的处所。因为若它是被某人为了击中而投掷落下的,这一打击便不会是出于自发的了。不过亚历山大正确地注意到了这一点,即“由于希望表明出于自发之事也属于出于选择和为了某事物之事,他添加了‘因为它本可以由某人为了击中而落下’”。因为每当就后继之事而言在徒然先行之事上后生之事具有此种性质,以至于事情甚至本可以为了它自身而产生,然而当时在它之前的事物绝非为了此目的而产生,那时此事便是自发产生的。“而且,”亚历山大说,“他把产生的事情称为自发,这从他将出于运气之事也隶属于自发、并说自发比出于运气之事更广泛中显而易见。因为出于运气之事是就目的而言的,而马获救也属于此类”。而他将出于运气之事隶属于自发,乃是在他说“它们相区别在于自发更为广泛”的地方。然而本应也考虑其后文;因为他接着说:“因为凡出于运气之事都是出于自发”,因此先前那被他称为自发的、比出于运气之事更广泛的概念,他所说的正是出于自发之事。因为这才是与出于运气之事相对应的。至于他说马自发而来,乃是按本义说的,如果来确实是自发的,而来且获救则是出于自发的。但若他有时用‘自发’来代替‘出于自发’,也丝毫不值得奇怪。因为荷马在说“善于呐喊的墨涅拉俄斯自发地来到了他身边”、以及“由时序女神守护的天门自发地发出鸣响”时也是这样使用的,将不是由显明的先前原因所产生的结果称为‘自发’,而这若更严格而言当被称为‘出于自发’,对应于出于运气之事。因为如果结果是自发的,那么‘出于自发’又会是什么呢?并且亚里士多德在说“然而在某些情况下人们可能会质疑,难道任何偶然的原因都会成为运气的原因吗”时,也把出于运气之事称为‘运气’。柏拉图在《斐多篇》中说“埃克克拉底啊,某种运气发生在他身上”时,也是用运气来称呼出于运气之事,以代替‘某种出于运气之事发生在他身上’。
- 2.50ὅσον ἐπὶ τῷ ἀκολουθήσαντι
成语性结构 ὅσον ἐπί + 与格,表示限定:“就随附之事而言”。它限定了这一逻辑关系:尽管先行发生的运动本身有其自然的本有目的,但单就附带产生的后继结果而言,它是“徒然”发生的。
- 2.50τὸ μέντοι τούτῳ διαφέρειν τὸ μάτην καὶ τὸ αὐτόματον, ᾧ διαφέρει ἥ τε τύχη καὶ τὸ ἀπὸ τύχης
由带冠词的不定式短语 τὸ μέντοι τούτῳ διαφέρειν... 与后面的 καὶ τὸ ποιητικὸν μὲν εἶναι... 以及 τὸ δὲ τέλος... εἶναι 构成的长并列结构,充当主节谓语 οὐκέτι ὀρθῶς εἰρῆσθαί μοι δοκεῖ 的主语。关系代词 ᾧ 与指示代词 τούτῳ 呼应,表示“以……的相同方式”。
- 2.50ἀλλὰ καθ’ ὅσον ἄπρακτον τὸ ὅσον ἐφ’ ἑαυτῷ, κατὰ τοσοῦτον ἐδεήθη αὐτοῦ
相关句式 καθ’ ὅσον ... κατὰ τοσοῦτον(“在……的范围内,就在多大程度上……”)。述语形容词 ἄπρακτον(“无成效的”)后省略了系动词 ἐστί,修饰 τὸ ὅσον ἐφ’ ἑαυτῷ(“就其自身而言的事物”)。此句解释了亚里士多德何以仅在有限程度上有必要借用“徒然”这一概念。
