- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:348.15-350.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在197b22处引出“徒然”一词作为“自发”之证据的论述,分析了“徒然”的定义与分类、落石的实例及文本异文,并探讨了亚历山大区分“徒然”与“自发”并对亚里士多德例证的不协调之处予以补充修正的见解。
" Σημεῖον δὲ τὸ μάτην ἕως τοῦ ὅτι πέσοι ἂν ὑπό τινος καὶ ἕνεκα τοῦ πατάξαι." Εἰπὼν ὅτι κοινῶς ἀπὸ ταὐτομάτου τότε λέγομέν τι γίνεσθαι, ὅταν τῷ ἕνεκά του γινομένῳ μὴ τὸ οὗ ἕνεκα ἐγένετο ἀκολουθήσῃ, ἀλλά τι ἄλλο παρὰ τοῦτο οὗ οὐκ ἦν ἔνδον ἡ ἀρχή, σημεῖον τοῦ τοῦτο οὕτως ἔχειν ποιεῖται τὸ καὶ τὸ μάτην παρ’ ὃ γέγονε τὸ αὐτόματον τοιοῦτον εἶναι. καὶ γὰρ μάτην λέγεταί τι γενέσθαι, ὅταν τὸ ἕνεκα ἄλλου γινόμενον μὴ ἐκεῖνο σχῇ τέλος, οὗ ἕνεκα ἐγίνετο. οἷον εἴ τις βαδίζοι διὰ λάπαξιν τῆς γαστρός, εἰ μὴ ἀκολουθήσει τοῦτο βαδίσαντι, μάτην φαμὲν βαδίσαι καὶ ἡ βάδισις μάταιος. τοῦτο γάρ ἐστι τὸ μάτην τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ περαίνῃ ἐκεῖνο, οὗ ἕνεκα ἦν ἢ ἐπεφύκει. τοιγαροῦν εἴ τις φαίη λελοῦσθαι μάτην, ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοίως ἂν λέγοι· οὐ γὰρ ἕνεκα τοῦ ἐκλιπεῖν τὸν ἥλιον ἐλούετο. διττὸν δὲ τὸ μάτην, μᾶλλον δὲ τριττόν. ἢ γὰρ οὐδὲν ἕτερον ἀκολουθεῖ τῷ μάτην γινομένῳ, ἀλλὰ μόνον τοῦ οἰκείου τέλους ἡμάρτηκεν ὡς ἡ βάδισις τοῦ τὴν γαστέρα λαπαχθῆναι· ἢ ἕτερόν τι ἀκολουθεῖ τέλος παρ’ ἐκεῖνο, οὗ ἕνεκεν ἐγένετο τὸ προγεγονός· ἢ καὶ ἐκεῖνο ἀκολουθεῖ τὸ οὗ ἕνεκα καὶ ἄλλο τι παρ’ ἐκεῖνο. κατέπεσε γὰρ ὁ λίθος οὐ τοῦ πατάξαι ἕνεκεν, ἀλλ’ ἵνα τὸν οἰκεῖον καταλάβῃ τόπον. διὸ ἀπὸ ταὐτομάτου μὲν οὕτως κατέπεσεν ὡς πλῆξαι, καθ’ αὑτὸ δὲ ὡς τὸν οἰκεῖον τόπον καταλαβεῖν. μάτην δὲ ὡς πρὸς τὸ πλῆξαι κατέπεσε καὶ ἡ πληγὴ ἀπὸ ταὐτομάτου. ὅτι πέσοι μὲν ἂν ὑπό τινος βληθεὶς ἕνεκα τοῦ πατάξαι, καὶ διὰ τοῦτο ἐν τοῖς ἕνεκά τού ἐστιν, οὐ μέντοι διὰ τοῦτο τότε ἔπεσεν. ἔστι δὲ καὶ ἄλλη γραφὴ τῆς ἐν ἀρχῇ λέξεως τοιαύτη· σημεῖον δὲ τὸ μάτην, ὅτι λέγεται ὅταν μὴ γένηται τὸ οὗ ἕνεκα, ἀλλ’ ὃ ἐκείνου ἕνεκα. τὸ δὲ αὐτὸ καὶ αὕτη δηλοῖ· μάτην γὰρ λέγεταί τι γίνεσθαι, ὅταν μὴ γένηται τὸ οὗ ἕνεκα ἄλλο ἄν τι προεγένετο δι’ ἐκεῖνο τὸ προγενόμενον,1 ἀλλά τινι ἄλλῳ τὸ γενόμενον ἀκολουθήσῃ τῷ κατὰ συμβεβηκὸς αἰτίῳ. τὸ γὰρ πλῆξαι, ὅταν μὴ γένηται ἕνεκά του δι’ αὐτὸ βαλόντος, ἐκ ταὐτομάτου λέγεται γίνεσθαι, ὅτι τῷ μάτην ὡς πρὸς τὸ πλῆξαι προγενομένῳ ἠκολούθησε. τοῦτο δὲ ἦν ἡ ἐπὶ τὸν οἰκεῖον τόπον φορά, ἥτις οὐ τοῦ πλῆξαι ἕνεκεν ἐγένετο. Ἄξιον δὲ οἶμαι τοῖς ἐνταῦθα λεγομένοις ὑπὸ τοῦ Ἀλεξάνδρου ἐπιστῆσαι. “οὐ γὰρ λέγει, φησίν, ὁ Ἀριστοτέλης ταὐτὸν εἶναι τὸ αὐτόματον καὶ τὸ μάτην, ὥς τινες ᾠήθησαν, ἀλλ’ ᾧ διαφέρει τύχη καὶ τὸ ἀπὸ τύχης, τούτῳ καὶ τὸ μάτην τοῦ αὐτομάτου. τύχη μὲν γὰρ ἦν τὸ ποιητικὸν αἴτιον κατὰ συμβεβηκός, τὸ ἀπὸ τύχης δὲ τὸ τῷ τοιούτῳ αἰτίῳ ἐπακολουθῆσαν καὶ τελικὸν αἴτιον τοῦ τοιούτου ποιητικοῦ. οὕτως οὖν καὶ μάτην μὲν τὸ ποιητικὸν ἂν εἴη κατὰ συμβεβηκὸς αἴτιον γινόμενόν ποτε τῷ αὐτομάτῳ, αὐτόματον δὲ τὸ ἐπακολουθῆσαν τῷ μάτην γινομένῳ. διαφέρει δὲ τοῦ ἀπὸ τύχης, ὅτι οὐ πάντῃ τῷ μάτην ἀεὶ τὸ αὐτόματον ἐπακολουθεῖ, τῇ δὲ τύχῃ τὸ ἀπὸ τύχης ἀεί. ἀλλ’ ὅταν ἐπακολουθήσῃ, τὴν αὐτὴν τάξιν ἔχουσι τό τε ἀπὸ τύχης καὶ τὸ αὐτόματον. ἠπάτησε δέ τινας, ὡς ταὐτὸν Ἀριστοτέλους τὸ μάτην καὶ τὸ αὐτόματον λέγοντος, τὸ ἐπενεχθὲν παράδειγμα οὐκ οἰκείως ῥηθέν. κατέπεσε γάρ, φησίν, οὐ τοῦ πατάξαι ἕνεκεν ὁ λίθος. ἀπὸ ταὐτομάτου ἄρα κατέπεσεν ὁ λίθος, ὅτι πέσοι ἂν ὑπό τινος καὶ τοῦ πατάξαι ἕνεκεν. ἀκαταλλήλως γὰρ ἔχει τὸ παράδειγμα. μάτην μὲν γὰρ ἂν λέγοιτο πεπτωκέναι ὁ λίθος, εἰ οὗ χάριν ἔπιπτε μὴ ἐγένετο· τοῦτο γὰρ εἴρηκεν εἶναι τὸ μάτην. αὐτόματον δὲ ἂν ἐγεγόνει τὸ πληγῆναί τινα ὑπ’ αὐτοῦ, εἰ ἄλλου χάριν καταφερόμενος τοῦτο μὲν οὐκ ἐποίησεν, ἐπάταξε δέ τινα. δεῖ οὖν προσυπακούειν τῷ ἀπὸ ταὐτομάτου ἄρα κατέπεσε τὸ ‘καὶ ἔπληξεν’.2 ἀπὸ ταὐτομάτου μὲν γὰρ ἔπληξε, κατέπεσε δὲ μάτην. ὅτι γὰρ τοῦτο βούλεται, ἐδήλωσε δι’ οὗ ἐπιφέρει λέγων ὅτι πέσοι ἂν ὑπό τινος καὶ τοῦ πατάξαι ἕνεκα. ὡς γὰρ τοῦ πατάξαι αὐτὸν αὐτομάτως γεγονότος λέγει, οὐ τοῦ καταπεσεῖν”.3 Ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος αὐτοῖς 〈τοῖς〉 ῥήμασι, τὸ μὲν μὴ εἶναι τὸ μάτην καὶ τὸ αὐτόματον τὸ αὐτὸ καλῶς εἰρῆσθαί μοι δοκεῖ. καὶ γὰρ μάτην μὲν καὶ ἐκεῖνο λέγομεν ᾧ μηδὲν ἀκολουθεῖ, ὡς μάτην βαδίσαι λέγομεν τὸν λαπάξεως μὲν ἕνεκα τῆς γαστρὸς βαδίσαντα, μὴ λαπαχθέντα δέ.
“证据是‘徒然’,至,因为它本可以由某人为了击中而落下。” 在指出凡在为了某事物而产生的事物中,若随附的不是产生所为了的目的,而是排除此目的之外的另一结果(其始基不在内部),通常我们就说某事出于自发之后,他[亚里士多德]便把“自发”所源自的“徒然”也具有此种性质,作为情况确是如此的证据。因为凡是为了另一事物而产生的事物,若未能获得其产生所为了的那个终结[目的],某事就被说成是“徒然”产生的。例如,如果某人为了清胃而散步,若散步者未曾伴随这一结果,我们就说他徒然散步了,且这散步是徒劳的。因为所谓“徒然”,就是本来为了另一事物的事物,未能完成它本应为了或本性上为了的那个目的。因此,如果有人说他洗澡是徒然的,因为太阳没有发生日食,那他就是在说荒唐可笑的话;因为他并不是为了太阳发生日食而洗澡的。然而“徒然”具有双重、或者更确切地说是三重含义。因为或者根本没有任何别的事情随附于徒然产生之事,而仅仅是错失了它固有的终结,正如散步之于清胃一样;或者在先前发生之事所为了的目的之外,随附了某种别的终结;或者那作为目的之事以及在此之外的某种别的事物都随附而至。因为石头并不是为了击中而落下的,而是为了占据它本有的处所。因此,以击中人的方式落下,就此而言是出于自发的,但就其自身而言则是为了占据固有的处所。就击中而言它是徒然落下的,而这一打击则是出于自发的;因为经由某人的投掷,它本可以为了击中而落下——并且正因如此它属于为了某事物的事物——然而那时它绝非为此原因而落下。在开头的文句中还有另一种异文如下:“证据是‘徒然’,因为当产生所为了的目的未曾产生,而为了那目的的事物产生了时,便会如此说。”这异文也表明了同样的事情;因为凡当别的某事物本会为了它而预先发生的那一事物未曾由于那先前发生的事件而产生,而是产生的结果随附于某种别的事物、〔即〕偶性原因时,某事就被说成是徒然产生的。因为击中,只要不是由投掷者为了此目的本身而掷出所导致的,就被说成是出于自发而产生的,因为它是随附于就击中而言徒然发生的先前事件的。而这[先前的事件]就是朝向固有处所的位移,它并不是为了击中而产生的。 我认为在此有必要留意亚历山大所说的话。“因为亚里士多德并不是在说,”他说,“自发与徒然是同一的(如某些人所认为的那样),而正如运气与出于运气之事互有区别,徒然与自发亦以同样的方式互有区别。因为运气是偶性的动力因,而出于运气之事则是随附于此种原因的结果,并且是此种动力因的目的因。因此同样地,徒然有时会成为自发的偶性动力因,而自发则是随附于徒然产生之事的结果。但它与出于运气之事不同,因为自发并不在任何情况下都总是随附于徒然,而出于运气之事则总是随附于运气。然而每当它随附而至时,出于运气之事与自发具有相同的序列。而使某些人受骗、以为亚里士多德说徒然与自发是同一的,是由于随后引入的例子表述得不贴切。因为他说,‘石头并不是为了击中而落下的;因此石头出于自发而落下了,因为它本可以由某人为了击中而落下。’因为这个例子在句式上是不协调的。因为若石头落下的目的未曾产生,它本会被说成是徒然落下的(因为他已说明这就是‘徒然’);但如果它为了另一目的而向下运动时未能实现此目的,却击中了某人,那么某人被它击中就成为了自发之事。因此在‘因此出于自发而落下了’这一句中,必须意会地补充上‘并且击中了’。因为击中是出于自发的,而落下则是徒然的。因为他意指这一点,已通过他随后所说的‘因为它本可以由某人为了击中而落下’表明了。因为他是把击中这件事情作为自发产生的而言说的,而不是就落下而言说的。”在亚历山大用这些原话表达的见解中,徒然与自发并非同一事物这一点,在我看来确实说得很好。因为对于没有任何结果随附之事,我们也称之为‘徒然’,正如我们说为了清胃而散步却未曾清胃的人是‘徒然散步’了一样。
- 2.50ὅταν μὴ γένηται τὸ οὗ ἕνεκα ἄλλο ἄν τι προεγένετο δι’ ἐκεῖνο τὸ προγενόμενον
ἄλλο ἄν τι προεγένετο 带有 ἄν 加直陈语气过去时,表示过去未实现的潜能或结果,充当修饰先行词 τό 的关系从句(由 οὗ ἕνεκα 引导)的谓语,意为“别的某事物本会预先发生”。整体结构为“当别的某事物本会为了它而预先发生的那一事物未曾由于那先前发生的事件而产生时”。
- 2.50δεῖ οὖν προσυπακούειν τῷ ἀπὸ ταὐτομάτου ἄρα κατέπεσε τὸ ‘καὶ ἔπληξεν’
动词 προσυπακούειν 意为“意会地补充理解”,支配所要补充之处的与格(τῷ ἀπὸ ταὐτομάτου ἄρα κατέπεσε)以及被补充之语的宾格(τὸ ‘καὶ ἔπληξεν’)。这表达了亚历山大对亚里士多德省略性例证在句意上的补充要求。
- 2.50ὡς τοῦ πατάξαι αὐτὸν αὐτομάτως γεγονότος λέγει, οὐ τοῦ καταπεσεῖν
由 ὡς 引导的属格独立结构(τοῦ πατάξαι αὐτὸν αὐτομάτως γεγονότος),用以表明动词 λέγει 的立足点与说话意图。句子构成了鲜明的对比结构:“他是将击中这件事情作为自发产生的而言说的,而不是就落下而言说的”。
