- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:33.1-35.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘引述恩培多克勒的诗句以论证爱与争二者均在感觉世界的生成中发挥作用,进而考察阿那克萨哥拉的文本,阐发了形相的三重区分:可知合一、理智分离以及感觉生成中的分离。
τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν παντοίαις ἰδέῃσιν ἀρηρότα θαῦμα ἰδέσθαι.1 ἐν δὴ τούτοις σαφῶς καὶ τὰ θνητὰ ἐκ τῆς φιλίας ἡρμόσθαι φησί, καὶ ἐν οἷς ἡ φιλία ἐπικρατεῖ οὔπω πᾶν ἐξεστηκέναι τὸ νεῖκος. καὶ ἐν ἐκείνοις δὲ τοῖς ἔπεσιν, ἐν οἷς καὶ τὰ γνωρίσματα ἑκάστου τῶν τεττάρων στοιχείων καὶ τοῦ νείκους καὶ τῆς φιλίας παραδίδωσι, σαφῶς τὴν ἀμφοῖν ἐν πᾶσι μῖξιν τοῦ τε νείκους καὶ τῆς φιλίας ἐξέφηνεν. ἔχει δὲ οὕτως· ἠέλιον μὲν θερμὸν ὁρᾶν καὶ λαμπρὸν ἁπάντῃ, ἄμβροτα δ’ ὅσσ’ † ἔδεται καὶ ἀργέτι δεύεται αὐγῇ, ὄμβρον δ’ ἐν πᾶσι δνοφέοντά τε ῥιγαλέον τε, ἐκ δ’ αἴης προρέουσι θελημά τε καὶ στερέωμα. ἐν δὲ κότῳ διάμορφα καὶ ἄνδιχα πάντα πέλονται· σὺν δ’ ἔβη ἐν φιλότητι καὶ ἀλλήλοισι ποθεῖται. ἐκ τούτων γὰρ πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἔστι καὶ ἔσται δένδρα τε βεβλάστηκε καὶ ἀνέρες ἠδὲ γυναῖκες θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς καί τε θεοὶ δολιχαίωνες τιμῇσι φέριστοι. καὶ ὀλίγον δὲ προελθών φησιν ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης. αὐτὰ γὰρ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα γίνοντ’ ἄνθρωποί τε καὶ ἄλλων ἔθνεα κηρῶν ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἕνα κόσμον, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορούμενα Νείκεος ἔχθει, εἰσόκεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται. οὕτως ᾗ μὲν 〈ἓν〉 ἐκ πλεόνων μεμάθηκε φύεσθαι ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ τάδ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον. ὥστε καὶ τὸ ἓν ἐκ πλειόνων, ὅπερ διὰ τὴν φιλίαν συμβαίνει, καὶ τὸ πλείονα ἐξ ἑνός, ὅπερ τοῦ νείκους ἐπικρατοῦντος γίνεται, καὶ ἐν τούτῳ θεωρεῖ [καὶ] τῷ ὑπὸ σελήνην κόσμῳ, ἐν ᾧ τὰ θνητά, κατὰ περιόδους δηλονότι ἄλλοτε ἄλλας ποτὲ μὲν 〈τοῦ〉 νείκους ποτὲ δὲ τῆς φιλίας ἐπικρατούσης. μήποτε δὲ προποδισμόν τινα τῆς τῶν ὄντων ἑνώσεως καὶ διακρίσεως παραδίδωσι2 πλείονας διαφορὰς τοῦ νοητοῦ κόσμου ὑπὲρ τόνδε τὸν αἰσθητὸν κατὰ τὸ μᾶλλον καὶ ἧττον τῆς φιλίας ἐπικράτειαν αἰνιττόμενος. καὶ ἐν τῷ αἰσθητῷ δὲ τὰς διαφορὰς τῆς τοῦ νείκους ἐπικρατείας παραδείκνυσιν ὅροις τισὶ διειλημμένας, ὡς ἐν ἄλλοις ἐπειράθην ὑποδεῖξαι. πλὴν ὅτι καὶ οὗτος οὐδὲν ἐναντίον Παρμενίδῃ καὶ Μελίσσῳ φθέγγεται, ἀλλά γε τήν τε στοιχειώδη ἀντίθεσιν ὡς καὶ Παρμενίδης ἐθεάσατο καὶ ποιητικὸν αἴτιον ἐκεῖνος μὲν ἓν κοινὸν τὴν ἐν μέσῳ πάντων ἱδρυμένην καὶ πάσης γενέσεως αἰτίαν δαίμονα τίθησιν, οὗτος δὲ καὶ ἐν τοῖς ποιητικοῖς αἰτίοις τὴν ἀντίθεσιν ἐθεάσατο. Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ἔοικε τῶν εἰδῶν πάντων τριττὴν θεάσασθαι τὴν διαφοράν, τὴν μὲν κατὰ τὴν νοητὴν ἕνωσιν συνῃρημένην, ὅταν λέγῃ “ὁμοῦ πάντα χρήματα ἦν ἄπειρα καὶ πλῆθος καὶ σμικρότητα”. καὶ πάλιν φησί “πρὶν δὲ ἀποκριθῆναι ταῦτα πάντων ὁμοῦ ἐόντων οὐδὲ χροιὴ ἔνδηλος ἦν οὐδεμία· ἀπεκώλυε γὰρ ἡ σύμμιξις ἁπάντων χρημάτων τοῦ διεροῦ καὶ τοῦ ξηροῦ καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ τοῦ λαμπροῦ καὶ τοῦ ζοφεροῦ καὶ γῆς πολλῆς ἐνεούσης καὶ σπερμάτων ἀπείρων πλήθους οὐδὲν ἐοικότων ἀλλήλοις. τούτων δὲ οὕτως ἐχόντων ἐν τῷ σύμπαντι χρὴ δοκεῖν ἐνεῖναι πάντα χρήματα”. καὶ εἴη ἂν τὸ σύμπαν τοῦτο 〈τὸ〉 τοῦ Παρμενίδου ἓν ὄν. τὴν δέ τινα ἐθεάσατο κατὰ τὴν νοερὰν διάκρισιν διακεκριμένην,3 πρὸς ἣν ἡ ἐνταῦθα ἀφωμοίωται. λέγει γὰρ μετ’ ὀλίγα τῆς ἀρχῆς τοῦ πρώτου Περὶ φύσεως Ἀναξαγόρας οὕτως· “τούτων δὲ οὕτως ἐχόντων χρὴ δοκεῖν ἐνεῖναι πολλά τε καὶ παντοῖα ἐν πᾶσι τοῖς συγκρινομένοις καὶ σπέρματα πάντων χρημάτων καὶ ἰδέας παντοίας ἔχοντα καὶ χροιὰς καὶ ἡδονάς, καὶ ἀνθρώπους τε συμπαγῆναι καὶ τὰ ἄλλα ζῷα ὅσα ψυχὴν ἔχει. καὶ τοῖς γε ἀνθρώποισιν εἶναι καὶ πόλεις συνῳκημένας καὶ ἔργα κατεσκευασμένα, ὥσπερ παρ’ ἡμῖν, καὶ ἠέλιόν τε αὐτοῖσιν εἶναι καὶ σελήνην καὶ τὰ ἄλλα, ὥσπερ παρ’ ἡμῖν, καὶ τὴν γῆν αὐτοῖσι φύειν πολλά τε καὶ παντοῖα, ὧν ἐκεῖνοι τὰ ὀνήιστα συνενεγκάμενοι εἰς τὴν οἴκησιν χρῶνται. ταῦτα μὲν οὖν μοι λέλεκται περὶ τῆς ἀποκρίσιος, ὅτι οὐκ ἂν παρ’ ἡμῖν μόνον ἀποκριθείη, ἀλλὰ καὶ ἄλλῃ”. καὶ δόξει μὲν ἴσως τισὶν οὐ πρὸς νοερὰν διάκρισιν τὴν ἐν τῇ γενέσει παραβάλλειν, ἀλλὰ πρὸς τόπους ἄλλους τῆς γῆς τὴν παρ’ ἡμῖν συγκρίνειν οἴκησιν.
“随着它们的混合,流淌出了无数的凡俗造物,具备着各种形相,观之令人称奇。” 确实,在这些诗句中他清楚地指出,必死之物亦是由爱调谐而成的,并且在爱占统治地位之处,争尚未完全退出。在他传授四种元素中每一者的特征以及争和爱的特征的那些诗句中,他亦清楚地揭示了争与爱二者在万物中的混合。其文如下: “太阳看似温热且在各处明亮,凡是不朽之物皆沐浴在明辉之中;而暴雨在万物中既阴暗又严寒,从大地中流出坚固与支撑之物。在怨恨[争]中万物形态各异且彼此分离;但在亲爱中它们汇聚一体并彼此渴慕。因为从这些之中萌生出曾存在、现存在以及将存在的一切:树木、男人与女人、野兽、飞鸟与水中滋养的游鱼,以及在荣耀中最为尊贵的长生诸神。” 稍往前推进,他又说: “它们在回旋的圆环中轮流居于统治地位,并在命运的轮次中彼此消减与增长。因为正是这些事物自身存在着,通过相互穿行,它们生成为人与其他命途的族类;有时由于爱而汇聚成单一的秩序,有时又各自因争的仇恨而被分离驱运,直到完全合生为一而整个居于其下。因此,就[一]学会从多之中生长出来,而当一再度分化时生成出更多事物而言,在这个意义上它们生成且没有稳固的寿命;但就它们绝不停止永恒交替这些事物而言,在这方面它们依循圆环而永远不动。” 因此,由多生成的一(这由于爱而发生)以及由一生成的多(这在争占统治地位时产生),他即便在这个月下世界(即必死之物所在的世界)中亦加以观照,这显然是依循各个不同的周期,时而争占统治地位,时而爱占统治地位。或许他在此传达了存在者合一与分离的某种递进序列,依循爱占统治地位的程度深浅,暗示了这个感觉世界之上的可知世界的多种差异。而且在感觉世界中,他亦指明了争占统治地位的诸种差异乃由特定界限所划分,正如我在其他著作中所尝试指出的那样。只不过他也绝没有说出任何与巴门尼德和梅利梭斯相背的话,而是与巴门尼德一样观照了元素性的对立;并且巴门尼德是将那安立于万物中央、作为一切生成原因的神明确立为单一且共通的动力因,而这位哲人则在动力因中亦观照了对立。 另一方面,克拉佐美奈的阿那克萨哥拉似乎对一切相的差异进行了三重观照:其一是依循可知合一而聚拢的差异,如当他所言“万物一起存在,在数量与细小上皆是无限的”;他又说道: “在这些事物被分离出来之前,当万物一起存在时,连任何一种颜色都不显明;因为一切事物的混合阻碍了它,即湿与干、热与冷、明与暗的混合,以及大量大地的内在和彼此毫无相似之处的无限多数的种子的内在。既然这些事物如此,便应当认为在全体之中内在着一切事物。” 而这一全体或许就是巴门尼德的“单一的存在”。其二,阿那克萨哥拉观照了依照理智分离而区分出来的某种〔差异〕,此岸的[分离]即是模仿它而形成的。因为阿那克萨哥拉在《论自然》第一卷开篇不久后这样说道: “既然这些事物如此,便应当认为,在所有正在被结合的事物中内在着许多杂多的事物,以及包含各样相、颜色与滋味的一切事物的种子,并且人类以及其他凡有灵魂的动物都被构造成形。并且对于人类而言,亦有聚居的城邦与建造的工程,正如在我们这里一样;他们亦有太阳、月亮以及其余事物,正如在我们这里一样;大地亦为他们生长出许多杂多的产物,他们将其中最有益的搬运聚拢到住处加以享用。那么,关于分离我所说的就是这些,即分离不仅发生在我们这里,而且亦发生在别处。” 或许有人会认为,他并没有将生成中的〔分离〕与理智的分离相比,而是将我们这里的居所与大地的其他地方相比较。
- 1.2θαῦμα ἰδέσθαι
不定词 ἰδέσθαι 作为附加说明(关系/结果限定用法)修饰名词 θαῦμα,是史诗语体中常见的句式,意为“看起来令人惊叹”。
- 1.2μήποτε δὲ προποδισμόν τινα τῆς τῶν ὄντων ἑνώσεως καὶ διακρίσεως παραδίδωσι
μήποτε 与陈述式现在时(παραδίδωσι)连用,表示委婉的推测或提出看法(“或许他传达了……”),是晚期希腊语和注疏文献中常见的缓和语气的表达方式,而非字面的否定疑问句。
- 1.2τὴν μὲν κατὰ τὴν νοητὴν ἕνωσιν συνῃρημένην ... τὴν δέ τινα ἐθεάσατο κατὰ τὴν νοερὰν διάκρισιν διακεκριμένην
τὴν μέν 与后文的 τὴν δέ 承接前文 τῶν εἰδῶν πάντων τριττὴν θεάσασθαι τὴν διαφοράν 中的宾语 διαφοράν(此处省略),构成了平行对比结构,以此阐明阿那克萨哥拉关于相的三重区分(第一者依可知合一而聚拢,第二者依理智分离而区分)。
