← 辛普里丘

亚里士多德《物理学》注释

§346.33-348.14

动物与无生物中的自发及运气的限定

辛普里丘注解《物理学》197b13,通过马与三脚器的例证阐明自发涵盖了无生物与动物,并论证其原因与结果(目的)必须在事物的本性之外。他进一步规定运气仅限于在具备审慎选择能力者之中发生的可选择之事,并引述亚历山大指出通常伴随的结果不能被称为运气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.49

" Τὸ δὲ αὐτόματον καὶ τοῖς ἄλλοις ζῴοις καὶ πολλοῖς τῶν ἀψύχων ἕως τοῦ ὅσα ἀπὸ ταὐτομάτου γίνεται τῶν προαιρετῶν τοῖς ἔχουσι προαίρεσιν." οὐδὲν διάφορον σημαινούσης τῆς γραφῆς.1 ἀπόδειξις δὲ τοῦτό ἐστι τοῦ τὸ αὐτόματον ἐπὶ πλέον εἶναι τοῦ ἀπὸ τύχης, εἴπερ τοῦτο μὴ μόνον ἐν ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐστὶ καὶ ἐν τοῖς ἀψύχοις. πιστοῦται δὲ αὐτὸ διὰ παραδειγμάτων. ὁ γὰρ ἵππος ὁ ληφθεὶς ὑπὸ τῶν πολεμίων εἶτα διψήσας καὶ ἐλθὼν ἐπὶ τοὺς προτέρους τόπους τοῦ πιεῖν ἕνεκα καὶ ἀναληφθεὶς ὑπὸ τοῦ δεσπότου αὐτόματος ἦλθε, φαμέν, τουτέστιν αὐτόματος ἐσώθη ἐλθών, ὅτι ἐσώθη μὲν ἐλθών, οὐ τοῦ σωθῆναι δὲ ἕνεκεν ἦλθε. καὶ ὁ τρίπους ὁ πεσὼν καὶ στὰς οὕτως ὥστε κάθισμα γενέσθαι, αὐτόματος λέγεται πεσεῖν οὕτως, διότι ἔπεσε μὲν εἰς κάθισμα, οὐ τούτου δὲ ἕνεκα ἔπεσε τοῦ κάθισμα γενέσθαι, ἀλλὰ τοῦ τὸν οἰκεῖον καταλαβεῖν τόπον. καὶ καθόλου ὅταν ἐν τοῖς ἕνεκά του γινομένοις μὴ τοῦ συμβάντος ἕνεκεν, οὗ ἔξω τὸ αἴτιον, γένηται τὸ ἕνεκά του, ἀλλά τι ἄλλο ἀκολουθήσει παρ’ ἐκεῖνο, οὗ ἕνεκα ἐγένετο,2 τότε κοινῶς ἀπὸ ταὐτομάτου ταῦτα λέγομεν γίνεσθαι. καλῶς δὲ τὸ ἀπαντῆσαν τέλος ἔξωθεν εἶναι δεῖν φησι καὶ οὐκ ἐν τῇ φύσει τοῦ πράγματος, εἴπερ ἐκ ταὐτομάτου γίνοιτο. εἰ γὰρ ὁ πεσὼν λίθος κυβικὸν ἔχοι τὸ σχῆμα, οὐκ ἐκ ταὐτομάτου ἂν λέγοιτο πρὸς καθέδραν ἐπιτηδείως καταπεσεῖν. ἐν τῇ φύσει γὰρ ἦν αὐτοῦ τὸ πάντως, εἰ πίπτοι, τοῦτον τὸν τρόπον καταπεσεῖν. διὰ τοῦτο οὐδὲ τὸ πῦρ ἀπὸ ταὐτομάτου κινεῖται ἄνω· φύσις γὰρ αὕτη τοῦ πυρὸς ἔνδοθεν οὕτω κινοῦσα. διὰ τοῦτο δὲ ἐρεῖ, ὅτι μηδὲ τὰ παρὰ φύσιν αὐτομάτως, ὅτι μὴ ἔξω αὐτῶν τὸ αἴτιον ἢ τὸ ποιητικὸν ἢ τὸ τελικὸν ἢ τάχα καὶ ἄμφω, ὥσπερ ἐπὶ τῶν ἐκ ταὐτομάτου γινομένων καὶ τὸ ποιητικὸν ἔξω καὶ ἀφανὲς εἶναι χρὴ καὶ τὸ τέλος· ὡς τοῦ πατάξαι τὸν λίθον καὶ τὸ πατάξαι ἔξωθεν, ὅπερ ἐστὶ τὸ τέλος (οὐ γὰρ ἐνυπάρχει τῷ λίθῳ) καὶ τὸ ποιητικὸν αἴτιον τῆς πληγῆς. διὸ καὶ ἀπὸ ταὐτομάτου τοῦτο. καὶ ταῦτα μὲν τὰ κοινῶς ἀπὸ ταὐτομάτου λεγόμενα. Τούτων δὲ ἀπὸ τύχης ἐστί φησιν, ὅσα τῶν προαιρετῶν ἀπὸ ταὐτομάτου γίνεται ἐν τοῖς ἔχουσι προαίρεσιν. καὶ καλῶς προσέθηκε τὸ ἐν τοῖς ἔχουσι προαίρεσιν. τούτῳ γὰρ τὰ ἀπὸ τύχης ἐχώρισε τῶν ἐκ ταὐτομάτου· τὸ γὰρ αὐτόματον ἐν τοῖς προαιρετοῖς, κἂν μὴ προαίρεσιν ἔχῃ ταῦτα οἷς συμβαίνει. τὸ γὰρ ἐλθεῖν τὸν ἵππον προαιρετὸν ἦν τῷ δεσπότῃ, οὐ μὴν κατὰ προαίρεσιν ὁ ἵππος ἦλθε. καὶ ὁ τρίπους οὕτως ἂν κατὰ προαίρεσιν ὑπό τινος ἐτέθη, οὐ μέντοι κατὰ προαίρεσιν κατέπεσεν οὕτως. λέγει δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης περὶ τοῦ αὐτομάτως πατάξαντος λίθου “ὅτι πέσοι ἂν ὑπό τινος καὶ τοῦ πατάξαι ἕνεκα”, ὅταν τις τοῦτο προελόμενος βάλῃ. διὰ τοῦτο οὖν καὶ τοῦτο προαιρετὸν καὶ ἐν τοῖς ἕνεκά του. ὥστε τῶν ἕνεκά του καὶ ἐκ ταὐτομάτου τὰ μὲν ἁπλῶς αἱρετά, τὰ δὲ καὶ κατὰ προαίρεσιν ἅπερ ἐστὶν ἀπὸ τύχης. κατὰ προαίρεσιν δὲ, οὐχ ὅτι ἐκεῖνο προείλετο τὸ ἀκολουθῆσαν3 (οὐ γὰρ ἂν ἦν ἀπὸ τύχης), ἀλλ’ ὅτι προαιρέσει ἐπ’ ἄλλῳ τινὶ προβληθείσῃ ἐπεγένετο. “οὐ πάντως δέ, φησὶν Ἀλέξανδρος, ἐν οἷς παρὰ τὴν προαίρεσιν ἄλλο τι ὑπήντησεν, εὐθέως τύχη τοῦτο καὶ ἀπὸ τύχης, ἀλλ’ ἂν τὸ τοιοῦτον ᾖ οἷον μὴ ἀναγκαίως μηδὲ ὡς ἐπὶ τὸ πολὺ ἀκολουθεῖν τῷ ἄλλου χάριν γινομένῳ· τῷ γὰρ ἰσχύος χάριν γυμνασαμένῳ πλείω καὶ διὰ κόπον πυρέξαντι ἀπροαίρετον μὲν τὸ πυρέξαι, οὐκ ἀπὸ τύχης μέντοι· εἴωθε γὰρ ἐπὶ τῶν πλείστων τῶν ἀσυμμέτρων γυμνασίων κόπος ἐπιγίνεσθαι, ἐπὶ δὲ τούτῳ πυρετός. καὶ τῷ χειμῶνος πλέοντι πολλάκις ναυάγιον ἀκολουθεῖ οὐ κατὰ προαίρεσιν μέν, οὐ μὴν ἀπὸ τύχης.”

“而自发既存在于其他动物中,也存在于许多无生物中,至,在具有审慎选择者之中凡是出于自发而产生的可选择之事。” 即使该文本异文并未表示出任何差异。这是对自发比出于运气涵盖更广的证明,如果这不仅存在于人类中,而且也存在于其他动物和无生物之中的话。他通过实例证实了这一点。因为被敌人俘获、继而感到口渴并为了喝水来到原先的处所而被主人收回的马,我们说它是“自发地”前来的,也就是说,它因前来而自发地获救了,因为它是因前来而获救,却不是为了获救而前来的。那跌落并以适于作为座位的方式立住的三脚器,也被说成是以这种方式“自发地”跌落的,因为它跌落成了座位,却不是为了成为座位而跌落,而是为了占据它本有的处所。总的说来,凡在为了某事物而产生的事物中,若为了某事物之事不是为了发生的结果(其原因是外部的)而产生,而是在产生所为了的目的之外随附了某种别的东西,那么我们通常就说这些事物是出于自发而产生的。他说相遇的终结[目的]必须来自外部而非在该事物的本性之中,如果它确实是出于自发而产生的话,这是很正确的。因为如果落下的石头具有立方体的形状,它即便适宜于作为座位而落下,也不会被说成是出于自发的;因为如果它落下的话,无论如何以这种方式落下都在它的本性之中。因此,火也不是出于自发而向上运动的;因为从内部这样运动正是火的这种本性。也正因此,他将说反自然的事物也不是自发的,因为它们的原因无论是动力因、目的因还是或许两者兼有,都不在它们外部,正如在出于自发产生的事物中,动力因必须在外部且是不显明的,目的同样如此:正如就石头击中人而言,击中作为目的也是来自外部的(因为它不内在固结于石头之中),打击的动力因也是如此。因此这也是出于自发的。这些就是通常被称为出于自发的事物。 而在这些事物中,他说,凡是在具有审慎选择者之中出于自发而产生的可选择之事,就是出于运气的。他加上“在具有审慎选择者之中”是很恰当的。因为借此他把出于运气之事与出于自发之事区分开来;因为自发存在于可选择的事物之中,即使这些事情发生于其上的对象并不具有审慎选择。因为马的前来对于主人是可选择的,然而马绝非依循审慎选择而来。三脚器也本可以由某人依循审慎选择而这样放置,然而它绝非依循审慎选择而这样跌落。亚里士多德本人谈及自发击中人的石头时也说,“它本可以由某人为了击中而落下”,当某人做出此种选择而扔掷时便是如此。因此这也是可选择的,并且属于为了某事物的事物。所以在为了某事物且出于自发的事物中,有些纯粹是可愿取的,有些则也是依循审慎选择的,而这些正是出于运气的。所谓“依循审慎选择”,并不是因为选择了那个随后发生的结果(否则就不是出于运气了),而是因为它是伴随着针对某件别的事物所做出的审慎选择而产生的。“然而绝非在所有情况下,”亚历山大说,“在违背审慎选择而遭遇了某种别的事物时,这都立刻就是运气并出于运气,而只有当这样一种结果既非必然也非绝大多数随附于为另一目的而产生之事时才是如此;因为对于为了强身而过度锻炼并因疲劳而发烧的人来说,发烧虽然未经审慎选择,却绝非出于运气;因为在绝大多数不适度的锻炼后通常都会伴随疲劳,而在疲劳后伴随发烧。对于在冬季航海的人而言,常常会伴随海难,这固然不是依循审慎选择,但也绝非出于运气。”

语法注3 条
  1. 2.49οὐδὲν διάφορον σημαινούσης τῆς γραφῆς

    独立属格结构。在此作为一条补充说明,指出即便引文末尾存在写本异文,其表达的实际涵义并无不同。

  2. 2.49καθόλου ὅταν ἐν τοῖς ἕνεκά του γινομένοις μὴ τοῦ συμβάντος ἕνεκεν, οὗ ἔξω τὸ αἴτιον, γένηται τὸ ἕνεκά του, ἀλλά τι ἄλλο ἀκολουθήσει παρ’ ἐκεῖνο, οὗ ἕνεκα ἐγένετο

    ὅταν 从句中的主语是名词化短语 τὸ ἕνεκά του(为了某事物而产生的事物或活动),支配动词 γένηται。短语 μὴ τοῦ συμβάντος ἕνεκεν 表示否定,并由关系分句 οὗ ἔξω τὸ αἴτιον 修饰;ἀκολουθήσει 在概念上与 γένηται 并列,受 ὅταν 统摄。

  3. 2.49κατὰ προαίρεσιν δέ, οὐχ ὅτι ἐκεῖνο προείλετο τὸ ἀκολουθῆσαν

    在 κατὰ προαίρεσιν 后省略了谓语动词(如 λέγεται 或 ἐστίν)。随后的 οὐχ ὅτι... ἀλλ' ὅτι... 是对照性原因从句(“不是因为……,而是因为……”),解释其被称为“依循审慎选择”并非因为结果本身被预先选择,而是因为它伴随针对其他目的的选择而产生。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:346.33-348.14