← 辛普里丘

亚里士多德《物理学》注释

§345.5-346.32

运气与自发的共同特征及外延区别

辛普里丘注解197a32–197a36,首先梳理了运气与自发的相通之处(极少发生、出于偶然可能且为了某事物),继而阐明两者的差异,即自发的涵盖范围更广,以及运气仅限于审慎选择与实践(人类活动)的依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.47

" Ἔστι μὲν οὖν ἄμφω ἕως τοῦ καὶ τούτων ὅσα ἂν γένοιτο ἕνεκά του." Μετὰ τὸν περὶ τύχης λόγον ἀκόλουθον ἦν περὶ τοῦ αὐτομάτου διδάξαι λοιπόν, τί τέ ἐστι καὶ τί τῆς τύχης διαφέρει. πρῶτον δὲ τὴν κοινωνίαν αὐτῶν παραδίδωσιν, ὅτι ἔστιν ἄμφω κατὰ συμβεβηκὸς αἴτια ἐν τοῖς ἐπ’ ἔλαττόν τε καὶ ἐνδεχομένως γινομένοις, ἀλλ’ οὐ τοῖς ἁπλῶς, τουτέστιν ἀναγκαίως, οὐδὲ τοῖς ὡς ἐπὶ τὸ πολὺ καὶ τῶν ἐπ’ ἔλαττον ἐν τοῖς ἕνεκά του γινομένοις. ἐπεὶ δὲ τὸ ἐνδεχόμενον καὶ κατὰ τοῦ ἀναγκαίου καὶ κατὰ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον κατηγορεῖται (ὁμώνυμον γάρ ἐστι), εἰπὼν τὴν τύχην ἐν τοῖς ἐνδεχομένοις εἶναι, διορίζων τὸ πῶς ἐνδεχομένοις προσέθηκε τὸ μὴ μόνον ὡς ἁπλῶς, μηδὲ ὡς ἐπὶ τὸ πολύ,1 ἵνα τοῦ ἐνδεχομένου νῦν ὡς ἐπ’ ἔλαττον λεγομένου ἀκούσωμεν.

“因此两者都是,至,以及在这些之中,凡是可能为了某事物而产生者。” 在关于运气的论述之后,接下来理应教授关于自发的事情:它是什么,以及它与运气有何不同。首先他传达了两者的相通之处:即两者在极少发生的以及可能发生的事物中都是偶性原因,而不是在单纯的、即必然发生的事物中,也不是在绝大多数发生的事物中,并且在极少发生的事物中,是在那些为了某事物而产生的事物中[作为原因]。然而,由于“可能的”既可用来述说必然之物,也可用来述说绝大多数之物(因为它是同名异义的),他在说过运气处于可能之物中之后,通过规定它是如何在可能之物中,补充了“不仅不作为单纯的,也不作为绝大多数的”,以便我们把这里的“可能之物”理解为是就极少发生之物而言被说及的。

§2.48

"Διαφέρει δὲ ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστίν ἕως τοῦ ἄλλως δὲ οὐκ ἔστιν." Εἰπὼν τὴν κοινωνίαν τῆς τύχης καὶ τοῦ αὐτομάτου τὴν διαφορὰν αὐτῶν ἐφεξῆς παραδίδωσιν, ἐπὶ πλέον λέγων τὸ αὐτόματον τῆς τύχης, διότι τὸ μὲν ἀπὸ τύχης πᾶν καὶ ἀπὸ ταὐτομάτου, τὸ δὲ ἀπὸ ταὐτομάτου οὐ πᾶν ἀπὸ τύχης. ἡ μὲν γὰρ τύχη ἐν μόνοις ἐστὶ τοῖς πρακτοῖς, ἅπερ ἐστὶ κατὰ προαίρεσιν, ὡς ἐν τοῖς Ἠθικοῖς ἐδιδάχθημεν. διὸ καὶ ἔλεγε τὴν τύχην ἐν τοῖς ἀπὸ διανοίας εἶναι καὶ προαιρέσεως, τὸ δὲ αὐτόματον καὶ ἐν τούτοις καὶ ἐν τοῖς ἄλλοις, ὅσα ἕνεκά του γινόμενα μάτην μὲν ὅσον ἐπ’ ἐκείνῳ ἐγένετο, ἄλλο δέ τι τέλος ἔσχε τοῖς προηγησαμένοις ἀκολουθοῦν, εἴτε ἐν φυσικοῖς εἴτε ἐν ἀλόγοις εἴτε ἐν προαιρετικοῖς τοῦτο συμβαίη. ὅτι δὲ ἐν προαιρέσει καὶ πράξει ἡ τύχη, δείκνυσιν ἐκ τοῦ ἐν τούτοις εἶναι τὴν τύχην, ἐν οἷς καὶ ἡ εὐτυχία, καὶ τὴν εὐτυχίαν ἐν τοῖς πρακτικοῖς καὶ περὶ πρᾶξιν λαμβάνεσθαι. καὶ τοῦτο δὲ πάλιν δείκνυσιν ἐκ τοῦ τὴν εὐτυχίαν εἰς ταὐτὸν ἰέναι τῇ εὐδαιμονίᾳ ἢ ἐγγύς, τὴν δὲ εὐδαιμονίαν πρᾶξίν τινα καὶ εὐπραξίαν εἶναι. εἰ οὖν ἡ τύχη ἐν οἷς καὶ ἡ εὐτυχία, ἡ δὲ εὐτυχία ἐν οἷς καὶ ἡ εὐδαιμονία, διότι τῇ εὐδαιμονίᾳ 〈ἡ αὐτή〉 πώς ἐστιν, ἡ δὲ εὐδαιμονία ἐν πράξει, διότι εὐπραξία τίς ἐστι, καὶ ἡ τύχη ἐν πράξει ἐστίν. οὐ καλῶς δὲ δοξάζουσιν οἱ τὴν εὐτυχίαν εὐδαιμονίαν οἰόμενοι. ἀλλ’ ἔστι μέν τι τῶν πρὸς τὴν εὐδαιμονίαν, οὐ μὴν ταὐτὸν οὐδὲ ὅμοιον, εἴπερ ἡ μὲν εὐτυχία ἀβέβαιος, ἡ δὲ εὐδαιμονία μονιμωτάτη. διώρισται δὲ περὶ τούτων ἐν τοῖς Ἠθικοῖς. Ὅτι δὲ ἐν προαιρέσει καὶ πράξει ἡ τύχη, δείκνυσι καὶ ἐκ τοῦ ἀντικειμένου. εἰ γὰρ ἐν οἷς πρᾶξις οὐκ ἔστιν, ἐν τούτοις οὐδὲ τὰ ἀπὸ τύχης, δῆλον ὅτι ἐν οἷς τὰ ἀπὸ τύχης ἐστίν, ἐν τούτοις καὶ πρᾶξις, καὶ περὶ πρᾶξιν καὶ προαίρεσιν ἡ τύχη. ὅτι δὲ ἐν οἷς πρᾶξις οὐκ ἔστιν, οὐδὲ τὰ ἀπὸ τύχης, ὑπομιμνήσκει ἐκ τῶν ἀψύχων καὶ τῶν θηρίων καὶ τῶν παιδίων. ταῦτα γὰρ οὔτε πράττειν λέγεται, διότι οὐκ ἔχει προαίρεσιν, οὔτε ἀπὸ τύχης τι ποιεῖν. οὐδὲ εὐτυχία οὐδὲ ἀτυχία ὑπάρχει τούτοις, εἰ μὴ καθ’ ὁμοιότητά τινα καὶ ἀναλογίαν. διὸ κἂν λέγῃ Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους, ἐξ ὧν οἱ βωμοί, διότι τιμῶνται, οἱ δὲ ὁμόζυγες αὐτῶν καταπατοῦνται, οὕτως ἀκουστέον τοῦ λεγομένου ὡς καθ’ ὁμοιότητα τὴν πρὸς εὐτυχίαν. ὅμοιον γὰρ ἔχουσι τὸ μηδὲν μηδὲ αὐτοὶ συντελέσαι πρὸς τὸ γενέσθαι βωμοί, ὥσπερ οὐδὲ ἐκεῖνό τι συνετέλεσε προηγουμένως εἰς τὸ τέλος, ὃ μὴ προελομένοις αὐτοῖς κατὰ τύχην ὑπαντιάσαι λέγομεν.2 τί οὖν οὐδαμῶς ἐστιν ἐν τούτοις τὸ ἀπὸ τύχης; ἢ ποιητικὸν μὲν αἴτιον τῶν ἀπὸ τύχης οὐ δύναται ταῦτα εἶναι,3 διότι ἡ τύχη προαιρέσει παρυφίσταται καὶ πράξει, πάσχειν δὲ ἀπὸ τύχης δύναται καὶ ταῦτα, ὅταν ὁ πράττων, ᾧ τὸ ἀπὸ τύχης ἀκολουθεῖ, πράξῃ τι περὶ αὐτὰ ἀπὸ τύχης, οἷον ὁ τὸν τύραννον Προμηθέα πλήξας μὲν ἐπὶ τῷ ἀνελεῖν, διακόψας δὲ τὸ φῦμα καὶ ἰασάμενος· εὐτυχὲς γὰρ ἂν οὕτω λέγοιτο τὸ ξίφος καὶ τάχα ἂν καὶ προσκυνοῖτο ὑπὸ τοῦ θεραπευθέντος. καὶ ζωγράφου δέ ποτε γράφοντος ἵππον καὶ ῥίψαντος ἀκουσίως τὴν σπογγιὰν ἀφρὸς ἐν τῷ στόματι τοῦ γραφομένου ἵππου κατὰ τύχην ἀπετυπώθη. εἰ δὲ καὶ ξύων τις λίθον, ἵνα τι ἄλλο ποιήσῃ, βωμὸν εἰργάσατο κατὰ τύχην, κατὰ τύχην ἂν εἴη γεγονὼς ὁ βωμός. μήποτε δὲ ταῦτα οὐ τῶν ἀψύχων εἰσὶ τυχαῖα, ἀλλὰ τῶν ἐνεργούντων περὶ αὐτά. τῷ γὰρ ζωγράφῳ καὶ τῷ λιθοξόῳ ἄλλο τι ποιοῦντι ἄλλο συνέβη. καὶ τούτοις δὲ ἴσως καθ’ ὁμοιότητα, ὅτι ἐπ’ ἄλλῳ γενομένοις ἄλλο ἀπήντησε.

“而其不同在于自发涵盖更广,至,否则便不存在。” 在阐述了运气与自发的相通之处后,他接着传授它们之间的差异,说自发比运气涵盖更广,因为一切出于运气之物也是出于自发,但并非一切出于自发之物都是出于运气。因为运气仅存在于可付诸实践之事中,即依循审慎选择之事,正如我们在《伦理学》中所学到的那样。因此他也曾说过,运气存在于出于理知和审慎选择的事物中,而自发则既存在于这些事物中,也存在于其他事物中——凡是虽为了某事物而产生,就那一目的而言却是徒劳产生的,但具有伴随先前事物而来的另一目的者,无论这发生在自然事物中、无理性事物中还是依循选择的事物中。至于运气存在于审慎选择与实践之中,他从以下事实做出证明:运气存在于那些幸运也存在于其中的事物中,而幸运是在实践之事中并围绕实践而被把握的。他又进一步从以下事实证明这一点:幸运归结为与幸福同一或相近,而幸福是某种实践与善行(良善的实践)。因此,如果运气存在于那些幸运也存在于其中的事物中,而幸运存在于那些幸福也存在于其中的事物中——因为[幸运]在某种意义上与幸福同一——,且幸福在于实践中——因为它是某种善行——,那么运气也在实践中。然而那些认为幸运就是幸福的人并没有做出正确的判断;实际上,它虽属于通向幸福之物,但绝非同一,也不相似,如果幸运确实是不稳定的而幸福是最为持久的。关于这些已经在《伦理学》中做了界定。至于运气存在于审慎选择与实践之中,他也从相反方面做出了证明。因为如果在不存在实践的事物中,也不存在出于运气之物,那么显然在存在出于运气之物的事物中,也存在实践,且运气是围绕实践与审慎选择的。至于在不存在实践的事物中也不存在出于运气之物,他通过无生物、野兽和幼儿提醒了我们。因为这些既不被称为去实践,因为它们不具有审慎选择,也不被称为出于运气做成某事。幸运与不幸都不属于它们,除非依循某种相似与类比。因此,即便普罗塔库斯说构成祭坛的石头是幸运的,因为它们受到尊崇,而与它们同类的石头被践踏,所说的话也必须这样理解:即依循对于幸运的相似性。因为它们所具有的相似之处在于,它们自身对于成为祭坛毫无贡献,正如我们所说的那种在他们并未做出选择时凭运气所碰到的事物,原本并未对目的有任何贡献一样。那么,出于运气之事难道在这些事物中决不存在吗?抑或,这些事物固然不能成为出于运气之事的动力因——因为运气是伴随审慎选择与实践而产生的——,但承受出于运气之事对于它们也是可能的,即当具有出于运气之后果的实践者围绕它们出于运气做出了某种实践之时,例如为了杀死僭主普罗米修斯而击中他,却切开了肿瘤并治愈了他的人;因为这样一来剑就可以被称为是幸运的,并且甚至可能会受到被治愈者的顶礼膜拜;又如曾经一位画家在画一匹马时不经意间扔出海绵,泡沫便凭运气被印在了正在画的马的嘴上。又如果某人在凿石头打算做别的东西时,凭运气制成了一座祭坛,那么这座祭坛便是凭运气产生的。然而或许这些并不是无生物的偶然事件,而是围绕它们进行活动的人们的[偶然事件]。因为对于画家和石匠而言,都是在做别的事时遭遇了另一件事。对于这些[无生物]而言,或许也是依循相似性,因为它们虽为另一目的而产生,却遇到了另一结果。

语法注3 条
  1. 2.47διορίζων τὸ πῶς ἐνδεχομένοις προσέθηκε τὸ μὴ μόνον ὡς ἁπλῶς, μηδὲ ὡς ἐπὶ τὸ πολύ

    动词 προσέθηκε 的直接宾语是由中性冠词 τὸ 引导的引用短语“μὴ μόνον ὡς ἁπλῶς, μηδὲ ὡς ἐπὶ τὸ πολύ”,分词 διορίζων 表示方式或手段,其宾语是名词化的间接疑问句 τὸ πῶς ἐνδεχομένοις[ἐστίν](“它究竟如何处于可能之物中”)。

  2. 2.48ὃ μὴ προελομένοις αὐτοῖς κατὰ τύχην ὑπαντιάσαι λέγομεν

    关系代名词 ὃ 是宾格,指代前置词短语 εἰς τὸ τέλος 之前的先行词(ἐκεῖνο)。不定式 ὑπαντιάσαι 所支配的与格 μὴ προελομένοις αὐτοῖς(“对并未做出选择的他们而言”)兼具受词与关涉者的功能。

  3. 2.48ἢ ποιητικὸν μὲν αἴτιον τῶν ἀπὸ τύχης οὐ δύναται ταῦτα εἶναι

    小词 ἢ 用于引出对前一疑问句(τί οὖν οὐδαμῶς ἐστιν ἐν τούτοις τὸ ἀπὸ τύχης?)的回答,以“抑或……并不是……”的方式提出对疑难(aporia)的辨析性解答:无生物虽不能作为作动因,却能在承受或伴随的意义上涉及运气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:345.5-346.32