- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:341.18-342.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了在将运气理解为偶性原因的前提下,“没有任何事物出于运气产生”的观点亦有其道理,并通过建筑师与吹笛者的比喻,阐明了单纯的偶性属性与真正的运气原因之间的差异。
" Καὶ ἔστιν ὡς οὐδὲν ἀπὸ τύχης δόξειεν ἂν γίνεσθαι ἕως τοῦ καὶ φεύγων καὶ θεασάμενος." Τρίτον τοῦτο προστίθησιν, ὅτι καὶ οἱ λέγοντες μηδὲν ἀπὸ τύχης γίνεσθαι λέγοιεν ἄν κατά τινα τρόπον ὀρθῶς. εἰ γάρ τις τὰ κυρίως λεγόμενα καὶ καθ’ αὑτὰ αἴτια μόνα λέγοι, μηκέτι δὲ καὶ τὰ κατὰ συμβεβηκός, οὐ δόξει τινὸς αἰτία εἶναι ἡ τύχη· ἐν γὰρ τοῖς κατὰ συμβεβηκὸς λεγομένοις αἰτίοις ἐστὶν αὕτη. πάντα οὖν φησι τὰ εἰρημένα περὶ τῆς τύχης, ὅτι ἄδηλος ἀνθρώπῳ, ὅτι οὐδενὸς αἰτία, ὅτι ἀορίστων αἰτία, ὀρθῶς λέγεται, διότι ἔχει τὸν εἰκότα λόγον καὶ συνᾴδει τῷ ἀποδεδομένῳ τῆς τύχης ὁρισμῷ. καὶ δῆλον ὅτι ἡ πάντων συμφωνία κατασκευαστικὴ καὶ αὐτή ἐστι τοῦ εἶναι τὴν τύχην. ἐφεξῆς δὲ παράδειγμα ἐπάγει δεικτικὸν καὶ τοῦ τὴν τύχην ὡς μὲν κατὰ συμβεβηκὸς αἰτίαν εἶναι, ὡς δὲ καθ’ αὑτὸ μηδαμῶς, καὶ τοῦ ἀόριστον αἴτιον εἶναι τὴν τύχην, εἴπερ τοῦ ἐλθόντα κομίσασθαι τὸ ἀργύριον μὴ τούτου ἕνεκα ἐλθόντα, ἄπειρα τὸ πλῆθος αἴτια δύναται εἶναι. εἰπὼν δὲ κατὰ συμβεβηκὸς μὲν αἴτιον εἶναι τὴν τύχην, ἁπλῶς δὲ οὐδενός, παράδειγμα ἐπάγει καθ’ αὑτὸ αἰτίου καὶ κατὰ συμβεβηκὸς λέγων οἷον οἰκίας οἰκοδόμος μὲν αἴτιος καθ’ αὑτὸ δηλονότι καὶ κυρίως, κατὰ συμβεβηκὸς δὲ αὐλητής. καὶ τότε τοῦ ὡς ἀπὸ τύχης κατὰ συμβεβηκὸς ἐπάγει τὸ παράδειγμα τὸ ἐλθόντα κομίσασθαι τὸ ἀργύριον μὴ τούτου ἕνεκα ἐλθόντα. ἐπιστῆσαι οὖν ἄξιον, ὅτι οὐ πᾶν τὸ κατὰ συμβεβηκὸς αἴτιον, κἂν προαιρετικὸν εἴη καὶ ἐπ’ ἔλαττον καὶ ἕνεκά του ποιῇ, τύχης ἐστίν, ὡς οὐδὲ πᾶν τὸ κατὰ συμβεβηκὸς ἀποτέλεσμα ἀπὸ τύχης. ἀλλ’ ἀπὸ τύχης μέν ἐστι τὸ [δὲ] ἀπὸ τοῦ καθ’ αὑτὸ αἰτίου προαιρετικοῦ μὴ καθ’ αὑτὸ γινόμενον, τύχη δὲ αὐτὸ τὸ καθ’ αὑτὸ αἴτιον μὴ ὡς καθ’ αὑτὸ λαμβανόμενον.1 τὸ γὰρ προελέσθαι προελθεῖν τοῦ ἀσπάσασθαι τὸν φίλον ἕνεκεν κατὰ συμβεβηκὸς αἴτιον γινόμενον τοῦ ἀπολαβεῖν τὸ ἀργύριον τύχη γίνεται καὶ τὸ ἀπολαβεῖν ἀπὸ τύχης. τὸ μέντοι 〈τῷ〉 καθ’ αὑτὸ αἰτίῳ συμβεβηκὸς ἄλλο τι παρ’ αὐτὸ ὂν οἷον ὁ αὐλητὴς τῷ οἰκοδόμῳ, εἰ οὐκ ἔστι τύχη, οὐδὲ τὸ ἀπὸ τούτου ἀπὸ τύχης λέγεται.2 οὐ γὰρ ἄλλο τι προείλετο ὁ οἰκοδόμος καὶ ἄλλο ἠκολούθησεν, ὅπερ δεῖ ἐν τοῖς ἀπὸ τύχης ὁρᾶσθαι.
“并且在某种意义上似乎没有任何事物出于运气产生,至,并且逃跑,以及观看。” 他补充了这第三点:即那些说没有任何事物出于运气产生的人,在某种意义上也是说得正确的。因为如果有人只把本义上所说的自体原因称为原因,而不再把偶性原因称为原因,那么运气似乎就不是任何事物的原因;因为运气属于那些被称为偶性的原因。因此他说,所有关于运气所说的话——即它对人而言是不可知的、它不是任何事物的原因、它是不可确定之物的原因——都是说得正确的,因为这些说法具有合理的根据,并且与给出的运气定义相吻合。显而易见,所有人的共识本身也是对运气存在的一种确立。接着,他引入了一个例证,既表明运气作为偶性原因是原因、但作为自体原因绝非原因,也表明运气是不可确定的原因,因为并非为了这个目的而来却在来到后收回金钱,其原因在数量上可以是无限的。在说明了运气是偶性原因、但从绝对意义上说不是任何事物的原因之后,他引出了自体原因和偶性原因的例子,指出例如对于房屋而言,建筑师显然是自体且本义的原因,而吹笛者则是偶性原因。随后,他引出了并非为了这个目的而来却在来到后收回金钱这一出于运气的偶性原因的例子。因此值得注意的是,并非每一个偶性原因——哪怕它是基于抉择的、属于极少数情况的且为了某种目的而作为——都属于运气,正如并非每一个偶性的结果都出于运气一样。相反,出于运气之物,是从基于抉择的自体原因非自体地产生出来的结果,而运气则是未被作为自体原因来对待的那自体原因本身。因为选择为了问候朋友而出门,当它成为收回金钱的偶性原因时,它就成了运气,而收回金钱则是出于运气的。然而,附加于自体原因之上且在其自身之外的别的事物(例如对于建筑师而言的吹笛者),如果它不是运气,那么从它产生的事物也不能被称为出于运气。因为建筑师并不是选择了一件事,却伴随发生了另一件事,而这正是必须在出于运气的事物中所看到的特征。
- 2.43ἀλλ’ ἀπὸ τύχης μέν ἐστι τὸ [δὲ] ἀπὸ τοῦ καθ’ αὑτὸ αἰτίου προαιρετικοῦ μὴ καθ’ αὑτὸ γινόμενον, τύχη δὲ αὐτὸ τὸ καθ’ αὑτὸ αἴτιον μὴ ὡς καθ’ αὑτὸ λαμβανόμενον
此句是通过 μέν...δέ 对“出于运气之物”(ἀπὸ τύχης)与“运气本身”(τύχη)的定义性区分进行对比的并列结构。前半句中,主语为 τὸ ... γινόμενον(产生的事态),谓语为 ἀπὸ τύχης ἐστίν;后半句中,主语为 αὐτὸ τὸ καθ’ αὑτὸ αἴτιον(自体原因本身),谓语为 τύχη [ἐστίν]。两句中分别以否定分词短语(μὴ καθ’ αὑτὸ γινόμενον 与 μὴ ὡς καθ’ αὑτὸ λαμβανόμενον)对称修饰,表明其非自体的维度。
- 2.43τὸ μέντοι 〈τῷ〉 καθ’ αὑτὸ αἰτίῳ συμβεβηκὸς ἄλλο τι παρ’ αὐτὸ ὂν οἷον ὁ αὐλητὴς τῷ οἰκοδόμῳ, εἰ οὐκ ἔστι τύχη, οὐδὲ τὸ ἀπὸ τούτου ἀπὸ τύχης λέγεται
句首的主格短语 τὸ συμβεβηκὸς ἄλλο τι παρ’ αὐτὸ ὄν 构成了悬垂主格(nominativus pendens),随后插入了条件从句 εἰ οὐκ ἔστι τύχη,并引出主句 οὐδὲ τὸ ἀπὸ τούτου ἀπὸ τύχης λέγεται。在句意上,该主格短语同时兼任条件从句的主语(“如果依附于自体原因之物不是运气”)以及主句中 τούτου 的先行词(“从它产生的事物”)。
