- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:342.17-343.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了运气之所以被称为“违反理知”在于其作为极低频率的不可确定原因,并探讨了关于偶性原因邻近性(更邻近原因的确定性)的疑难、其解决之道以及亚历山大的观点。
" Καὶ τὸ εἶναι φάναι τὴν τύχην παράλογον ὀρθῶς ἕως τοῦ καὶ ἡ τύχη ἀόριστον." Καὶ τὸ παράλογον εἶναι τὴν τύχην ὀρθῶς φησι λέγεσθαι περὶ αὐτῆς. ὁ γὰρ λόγος τῶν ὡρισμένων ἐστίν, ὥστε τὰ ἀόριστα παράλογα. εἰ οὖν ἡ τύχη ἀόριστος, τὸ δὲ ἀόριστον παράλογον, ἡ τύχη παράλογος εἰκότως λέγεται. ὅτι δὲ ἡ τύχη ἀόριστος, ὑπομιμνῄσκει ἐκ τοῦ ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι τὴν τύχην· εἰ γὰρ ἡ τύχη ἐν τοῖς ἐπ’ ἔλαττον αἰτίοις, τὰ δὲ ἐπ’ ἔλαττον ἀόριστα, ἡ τύχη ἀόριστος.
“并且说运气违反理知是正确的,至,并且运气也是不可确定的。” 他说,运气是违反理知的,关于运气这也是说得正确的。因为理知关涉确定之物,以至于不可确定之物是违反理知的。因此,如果运气是不可确定的,而不可确定之物是违反理知的,那么运气合理地被称为是违反理知的。至于运气是不可确定的,他通过运气属于发生频率极低的事物这一事实提醒[我们];因为如果运气属于发生频率极低的原因,而发生频率极低的事物是不可确定的,那么运气就是不可确定的。
"Ὅμως δὲ ἐπ’ ἐνίων ἀπορήσειεν ἄν τις ἕως τοῦ ἔστι γὰρ ἄλλα ἄλλων ἐγγύτερα τῶν κατὰ συμβεβηκὸς αἰτίων." Εἰπὼν ὅτι ἀόριστον αἴτιόν ἐστιν ἡ τύχη, ἀπορίας ἄξιον εἶναί φησιν, εἰ τὰ τυχόντα ὁμοίως αἴτια ἂν γένοιτο τῆς τύχης,1 τουτέστι τοῦ ἀπὸ τύχης, καὶ μὴ ἄλλα ἄλλων μᾶλλον αἴτιά ἐστιν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων. καὶ γὰρ τοῦ ἀνδριάντος προσεχέστερον αἴτιόν ἐστιν ὁ Πολύκλειτος ἤπερ ὁ ἄνθρωπος. ὡς καὶ ἐν τοῖς καθ’ αὑτὸ αἰτίοις προσεχέστερον ἦν αἴτιον ὁ ἀνδριαντοποιὸς τοῦ τεχνίτου. ὅταν γὰρ νοσοῦντός τινος καὶ ἀποκαρέντος διὰ τὴν τῶν τριχῶν ἀπόθεσιν ἢ πνεῦμα ἐπιγένηται διαφορητικὸν ἢ εἵλησις, τουτέστιν ἀπὸ ἡλίου θέρμη (εἵλη γὰρ ἡ τοῦ ἡλίου αὐγή, ὅθεν καὶ τὸ εἱληθερεῖν), καὶ ἀκολουθήσῃ ἡ ὑγίεια, ἆρα τῆς κατὰ τύχην ὑγιείας ὁμοίως αἴτιόν ἐστι τὸ πνεῦμα ἢ ἡ εἵλησις ἢ τὸ ἀποκεκάρθαι, ἢ μᾶλλον τὸ πνεῦμα ἢ ἡ εἵλησις; ἀλλ’ οὐ τὸ ἀποκεκάρθαι, εἴπερ ἐστὶν ἄλλα ἄλλων ἐγγύτερα καὶ τῶν κατὰ συμβεβηκὸς αἰτίων. εἰ γὰρ τοῦτο, οὐχ ἁπλῶς ἀόριστον τὸ ἀπὸ τύχης οὐδὲ ἀόριστον αἴτιον ἁπλῶς ἡ τύχη· ὥρισται γὰρ τὸ προσεχέστερον αἴτιον. ἡ μὲν οὖν ἀπορία τοιαύτη, ὡς οἶμαι, τὴν λύσιν ἡμῖν καταλιποῦσα ζητεῖν,2 ἥτις εἴη ἂν καὶ αὐτὴ τοιαύτη. ὅταν μὲν λαβόντες τὰ κατὰ συμβεβηκὸς αἴτια συγκρίνωμεν, τότε οὐ τὰ τυχόντα αἴτια τῶν γινομένων ἀπὸ τύχης ὁμοίως, ἀλλὰ μᾶλλον τὰ προσεχέστερα· ὅταν δὲ ἁπλῶς ζητῶμεν, τί ἂν αἴτιον γίνοιτο τῶν ἀπὸ τύχης, τότε οὐκ ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τι· ἄπειρα γὰρ καὶ ἀόριστα ληφθῆναι δύναται. ζητεῖ δὲ ὁ Ἀλέξανδρος, εἰ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη, κατὰ συμβεβηκὸς δὲ αἴτιόν ἐστι τὸ τῷ καθ’ αὑτὸ αἰτίῳ συμβεβηκός, ἔσται τι καὶ καθ’ αὑτὸ αἴτιον τοῦ ἀπὸ τύχης, ὡς εἶναι τὸ τούτῳ συμβεβηκὸς τύχην. καὶ λέγει ὅτι ἐστὶ τὸ ἐλθεῖν καθ’ αὑτὸ μὲν τοῦ δι’ ὃ ἦλθεν αἴτιον, κατὰ συμβεβηκὸς δὲ τοῦ ἀπαντήσαντος, ὅ ἐστι τὸ ἀπὸ τύχης· καὶ τότε τὸ ἐλθεῖν ὡς αἴτιον τύχη, ὅταν μὴ ὡς καθ’ αὑτὸ ἁπλῶς, κατὰ συμβεβηκὸς δὲ αἴτιον ληφθῇ.
“然而在某些情况下人们可能会提出疑难,至,因为在偶性原因中,有些比另一些更邻近。” 在说明了运气是不可确定的原因之后,他说值得提出疑难的是:是否任何偶然的事物都会同样成为运气的原因——也就是说,成为出于运气之物的原因——还是说有些比另一些更具原因性,正如在其他偶性原因的情形中那样。因为波利克莱托斯是雕像的比“人”更近邻的原因,正如在自体原因中雕像制造者是比“工匠”更近邻的原因一样。因为每当某人患病并被剃去头发时,由于头发的除去,或者吹来了一阵发散性的微风,或者受到日晒,也就是来自太阳的热量(因为heile指太阳的光芒,由此也产生“沐浴日光”一词),并且随后恢复了健康,那么对于凭运气的健康而言,微风、日晒或被剃发是同样程度的原因,还是说微风或日晒更是原因呢?然而,如果确实在偶性原因中也是有些比另一些更近邻,那么被剃发就不是[同等的原因]。因为如果是这样,出于运气之物就并非绝对不可确定,运气也并非绝对是不可确定的原因;因为更近邻的原因已经被确定了。因此,正如我认为的那样,疑难就是这种性质的,它留给我们去探求解决之道,而这一解决之道本身也将是这样的:当我们选取偶性原因并加以比较时,出于运气产生之物的原因就并非任何事物都一律相同,而是更近邻的原因更是原因;但当我们绝对地探求什么会成为出于运气之物的原因时,那时就不可能通过界定指出某个特定的事物;因为可以被选取的原因是无限且不可确定的。此外,亚历山大探究道:如果运气是偶性原因,而偶性原因又是附随于自体原因的事物,那么出于运气之物是否也存在某种自体原因,以至于附随于这自体原因的事物就是运气呢?他说,来到〔某处〕,就为了它而来的目的而言是自体原因,但就偶然遇到的事情(即出于运气之物)而言则是偶性原因;那时,来到〔某处〕作为原因之所以成为运气,是在它不被单纯作为自体原因、而是作为偶性原因来对待的时候。
- 2.45εἰ τὰ τυχόντα ὁμοίως αἴτια ἂν γένοιτο τῆς τύχης, τουτέστι τοῦ ἀπὸ τύχης
名词属格 τῆς τύχης 字面上可理解为“运气自身的原因”,但注疏者随即通过 τουτέστι τοῦ ἀπὸ τύχης(即出于运气之物[的原因])加以澄清,说明此处的 τύχη 是转喻性地指称出于运气的“结果”。
- 2.45τὴν λύσιν ἡμῖν καταλιποῦσα ζητεῖν
阴性单数主格分词 καταλιποῦσα 与主语 ἡ ἀπορία 一致,不定式 ζητεῖν 表示目的或结果(“留给我们去探求解决之道”)。整个句子的句法骨架为 ἡ ἀπορία [...] τὴν λύσιν ἡμῖν καταλιποῦσα ζητεῖν, ἥτις εἴη ἂν...
