← 辛普里丘

亚里士多德《物理学》注释

§340.8-341.17

运气的定义与过往观点的调和

辛普里丘阐释了亚里士多德如何将其把运气定义为关于抉择的偶性原因的学说与传统上认为运气是“不定的”和“不可知的”观点相调和,并批判性地考察了亚历山大关于不定的原因应当理解为动力因还是目的因的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.42

" Ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἕως τοῦ καὶ ἄδηλος ἀνθρώπῳ." Εἰπὼν τί ἐστιν ἡ τύχη καὶ δι’ ὁρισμοῦ παραδοὺς αὐτήν, ὃν ἐκ τῶν ἀποδεδειγμένων συνήγαγεν, ὅτι ἔστιν ἡ τύχη αἰτία, ὅπερ ὡς γένος παρέλαβε, καὶ “αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν ἕνεκά του”, εἰ δὲ κατὰ συμβεβηκός, καὶ ἐπ’ ἔλαττον, ταῦτα οὖν εἰπὼν1 ἐφεξῆς οἶμαι βούλεται κατὰ τὸ σύνηθες συμψήφους ἑαυτῷ δεῖξαι καὶ τοὺς ὁτιοῦν περὶ τύχης λέγοντας. τοῦτο δὲ ποιεῖ τὴν ἀποδεδομένην τῆς τύχης ἔννοιαν ἐφαρμόζουσαν τοῖς περὶ αὐτῆς λεγομένοις δεικνύς. καὶ γὰρ ὑπό τινων μὲν λέγεται αἰτία μέν, τοῦ δὲ ἀορίστου αἰτία ἡ τύχη. ὑπὸ δέ τινων μηδὲ εἶναι ὅλως αἰτία τῶν γινομένων ἡ τύχη, ὑπὸ δέ τινων εἶναι μέν, “ἄδηλος δὲ ἀνθρωπίνῃ διανοίᾳ”. λέγεται δὲ καὶ παράλογος ἡ τύχη πρός τινων. ταῦτα οὖν, φησί, πάντα ὀρθῶς λέγεται, καὶ συνᾴδει τοῖς παρ’ ἡμῶν εἰρημένοις. ἐπειδὴ γὰρ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ἀόριστά ἐστι, καὶ ταύτῃ τῶν καθ’ αὑτὰ διαφέρει, καθὸ ἐπ’ ἐκείνων ἔστιν ὁρίσαντας εἰπεῖν τόδε τοῦδε αἴτιον εἶναι, ἐπὶ δὲ τῶν κατὰ συμβεβηκὸς οὐκέτι. τοῦ γὰρ κομίσασθαι τὸ ἀργύριον ἐλθόντα μὴ τούτου ἕνεκεν, ὅπερ ἀπὸ τύχης φαμέν, ἄπειρα τὰ αἴτια δύναται εἶναι· καὶ γὰρ ἰδεῖν τινα βουλόμενος ἔλθοι ἂν καὶ διώκων καὶ φεύγων καὶ θέαν τινὰ ὀψόμενος. καὶ μυρία ὅσα αἴτια δύναται γίνεσθαι τοῦ εἰς τόνδε ἐλθεῖν τὸν τόπον, ἅπερ πάντα κατὰ συμβεβηκὸς αἴτια γίνεται τοῦ κομίσασθαι τὸ ἀργύριον. καὶ οὐδὲν μᾶλλον τόδε τοῦδε. μόνον γὰρ καθ’ αὑτὸ αἴτιον τοῦ κομίσασθαι τὸ ἀργύριον ἐλθόντα εἰς ἀγορὰν τὸ τούτου χάριν ἐλθεῖν. “μήποτε δέ, φησὶν ὁ Ἀλέξανδρος, οἰκειότερόν ἐστι2 τοῖς προειρημένοις [κατὰ συμβεβηκὸς] διὰ τοῦτο λέγειν τὸ ἕνεκά [τὸ ἕνεκα] τινος γινόμενον κατὰ συμβεβηκὸς αἴτιον εἶναι τούτου, οὗ οὐκ ἐγένετο χάριν, ὅτι ἓν μέν ἐστι τὸ οὗ χάριν γίνεται, ἄπειρα δὲ αὐτῷ ἀπαντῆσαι δύναται καὶ συμβῆναι τὰ ὧν χάριν οὐ γίνεται, ὧν ἐστι καὶ τὸ κομίσασθαι”. οἰκειότερον δὲ τοῦτό φησι, διότι τοῦ ἀορίστου αἰτία εἴρηται ἡ τύχη. καὶ δῆλον δὲ ὅτι ἡ τοιαύτη ἐπιβολὴ ἀόριστον τὸ ὡς τέλος αἴτιον λαμβάνει, ὅπερ ἐστὶ τὸ ἀπὸ τύχης. ὁ δὲ Ἀριστοτέλης ἀόριστα αἴτια οὐ τὰ τελικὰ τῆς τύχης φησὶν ἀλλὰ τὰ ὡς ποιητικά. ταῦτα γάρ ἐστι τὰ ἀφ’ ὧν ἂν γένοιτο τὰ ἀπὸ τύχης. καὶ πρὸς τοῦτο τὰ παραδείγματα ἐφεξῆς ἐπάγει λέγων ἄπειρα τὸ πλῆθος τὰ κατὰ συμβεβηκὸς αἴτια τοῦ εἰς ἀγορὰν ἐλθόντα κομίσασθαι τὸ ἀργύριον. εἰ τοίνυν ἀόριστα τὰ αἴτια, φησίν, ἐστὶν ἀφ’ ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης, εἰκότως ἀόριστος οὖσα ἡ τύχη, εἴπερ κατὰ τὰ ἀόριστα αἴτια θεωρεῖται, ἀορίστου τέλους αἰτία ἔστι τε καὶ λέγεται. εἰ δὲ καὶ τὸ ἀπὸ τύχης ἀόριστον καὶ ἡ τύχη ἀόριστος, εἰκότως “ἄδηλός ἐστιν ἀνθρωπίνῃ διανοίᾳ”. τὰ γὰρ ἀόριστα ἀπερίληπτα τῷ λογισμῷ ἐστιν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι πρότερον ‘ἄδηλον ἀνθρωπίνῃ διανοίᾳ’ τὴν τύχην ἔλεγε δοκεῖν τισιν, οὐ διὰ τὸ ἀόριστον ἀλλὰ διὰ τὸ ‘θεῖόν τι εἶναι ἢ δαιμόνιον’. ἀλλ’ ἴσως καὶ τοῦτο ὑπενόουν ἐκεῖνοι διὰ τὸ μὴ ἔχειν τι ὡρισμένον προφανὲς αἴτιον τῶν οὕτω γινομένων ἀποδιδόναι.

“因此诸原因必然是不定的,至,并且对人而言是不可知的。” 在说明了运气是什么并借由他从已证明之事中推导出的定义揭示了运气之后——即运气是一种原因(他将此作为属加以采纳),并且是“在按照抉择且为了某种目的的事物中的偶性原因”,而如果是偶性的,它也属于极少数情况发生之事——在说明了这些之后,我想他接下来希望按照惯常的做法,表明那些对运气发表过任何见解的人也是与他赞同一致的。他通过表明所给出的运气概念切合于关于它所说的诸观点来实现这一点。因为事实上,有些人说运气虽是原因,却是“不定之物的原因”;另有些人说运气根本不是生成之物的原因;还有些人说它是原因,但“对人的思想而言是不可知的”。也有人说运气是反乎理性的。因此他说,所有这些说法都是正确的,并且与我们所陈述的相吻合。因为既然运气是偶性原因,而偶性原因是不可确定的,并且正是在这一点上它有别于自体原因:在自体原因上,人们可以做出限定后说这个是那个的原因,但在偶性原因上却不再能够如此。因为对于并非为了这个目的而来却收回金钱的情况(这便是我们所说的出于运气),原因可以是无限的;因为一个人可能是由于想见某人而来的,也可能是在追赶、在逃避、或者是来看某种演出的。来到这个地方可以有数不胜数的原因,而所有这些都成为了收回金钱的偶性原因;并且这一个原因绝不比那一个更成其为原因。因为来到广场而收回金钱的唯一自体原因,只是为了这个目的而来。“不过也许,”亚历山大说,“更为切合前述学说的说法是:之所以说为了某种目的而产生的事态成为了并非其产生所为了的那个事态的偶性原因,乃是因为其产生所为了的事态是一个,但并非其产生所为了的事态(其中也包括收回金钱)却能无限地与它相遇并随之发生。”他说这种说法更为切合,是因为运气被说成了不定之物的原因。但显而易见的是,这种看法是将作为目的的原因(即出于运气的事态)当成了不定的。然而亚里士多德所说的不定原因并不是指运气的目的原因,而是指作为动力因的原因;因为这些原因正是出于运气之物所由以产生的原因。针对这一点,他接连引出了诸实例,指出前来广场之人收回金钱的偶性原因在数量上是无限的。他说,如果出于运气之物所由以产生的诸原因是不定的,那么运气既然是不定的——如果确实是依据不定的原因来考察的话——它既是一个不确定目的的原因,也被如此称呼,这便是合乎情理的。而如果出于运气之物是不定的,运气也是不定的,那么它“对人的思想而言是不可知的”也是合乎情理的;因为不定的事物是无法被推理所把握的。然而值得注意的是,早先他说运气在某些人看来‘对人的思想是不可知的’,并不是由于其不定,而是由于‘它是某种神圣的或神异的事物’。不过,或许那些人是由于无法为如此产生的事物指出某种确定的、显而易见的原因,才对这一点也做出了推测。

语法注2 条
  1. 2.42ταῦτα οὖν εἰπὼν

    复取性分词结构(resumptive participle),用以承接句首由分词 Εἰπὼν τί ἐστιν ἡ τύχη... 引出的一长串插入内容(对定义及偶性特征的回顾),从而引出主句 βούλεται... δεῖξαι。

  2. 2.42μήποτε δέ, φησὶν ὁ Ἀλέξανδρος, οἰκειότερόν ἐστι

    μήποτε 是古代注疏中引出试探性见解或替换解释的习用语(“不过也许”)。整体句子骨架为 οἰκειότερόν ἐστι ... λέγειν ... ὅτι ...(“由于……的缘故,说……乃是更为切合的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:340.8-341.17