← 辛普里丘

亚里士多德《物理学》注释

§338.20-340.7

作为偶性原因的运气与收债事例

辛普里丘探讨了运气作为偶性原因的性质,并通过收债的例子阐明了好运、厄运与抉择的关系,结合异读的辨析表明出于运气的目的属于外在的抉择与思想,而非内在的自然原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.41#4

ὁ μὲν γὰρ οἰκοδόμος ὡρισμένως τῆς οἰκίας αἴτιος, τῶν δὲ κατὰ συμβεβηκὸς οὐδὲν μᾶλλον ὁ λευκὸς ἢ ὁ μουσικός. ὥστε εἰ μὲν τὰ καθ’ αὑτά τις αἴτια μόνα εἶναι νομίζοι, οὐδὲν ἂν γένοιτο ἀπὸ τύχης· εἰ δὲ καὶ τὰ κατὰ συμβεβηκὸς παραδέχοιτο, γένοιτο ἄν τι καὶ ἀπὸ τύχης. Ὁποῖον δὲ τοῦτό ἐστιν, ἐδήλωσε διὰ τοῦ παραδείγματος. ὃ γὰρ ἐπηκολούθησε πράξει τινί, ἥτις ἐπράχθη μὲν ἂν καὶ διὰ τὸ ἀκολουθῆσαν, οὐ μέντοι τότε διὰ τοῦτο ἐπράχθη, τοῦτο ἀπὸ τύχης εἶναί φαμεν.1 καὶ γὰρ προῆλθεν ἄν τις καὶ ἐπὶ τῷ τὸ χρέος ἀπολαβεῖν. ἀλλ’ εἰ διὰ τοῦτο προελθὼν ἀπολάβοι, οὐ κατὰ τύχην ἀπέλαβεν, ἀλλ’ ὅταν ἄλλου ἕνεκα προελθὼν εὕροι τὸν χρεώστην κομιζόμενον τὸν ἔρανον, καὶ ἀπολάβοι τὸ ἀργύριον. τοῦτο δὲ τὸ παράδειγμα οὐχ ἁπλῶς τύχης ἐστίν, ἀλλ’ ἀγαθῆς. ὅταν γὰρ ἀπαντήσῃ τῇ πράξει τῇ κατὰ προαίρεσιν γινομένῃ τέλος τοιοῦτον, δι’ ὃ κἂν προηγουμένως ἐπράχθη ἡ πρᾶξις, δῆλον ὡς βουλητὸν καὶ προαιρετόν ἐστι τὸ ἀπαντῆσαν. ἔστι δὲ ὅτε καὶ φαῦλόν τι καὶ ἀβούλητον ἀπαντᾷ μὴ τούτου ἕνεκα πραττόντων ἢ πραξάντων ἄν, καὶ ἔστι καὶ τοῦτο ἀπὸ τύχης οὐδὲν ἔλαττον ἐκείνου καὶ τύχη τὸ αἴτιον, ἀλλὰ κακή. ἀπροαίρετον γὰρ καὶ φευκτὸν τὸ τέλος. “καὶ εἴη ἄν, φησὶν Ἀλέξανδρος, τύχης ὑπογραφὴ τὸ τῷ κατὰ προαίρεσιν καὶ ἕνεκά του πραττομένῳ ἀπαντῆσαν ἄλλο ὂν ἐκείνου, οὗ χάριν ἐπράττετο προηγουμένως κατὰ προαίρεσιν.” τοῦτο δὲ οὐκ ἔστι τύχη, ἀλλ’ ἀπὸ τύχης. ἡ δὲ τύχη, ὡς αὐτὸς Ἀριστοτέλης ὁρίζεται, αἰτία κατὰ συμβεβηκός ἐστιν ἐν τοῖς κατὰ προαίρεσιν. καὶ δῆλον ὅτι ποιητικὴ αἰτία ἐστὶν ἡ τύχη, ὡς ῥηθήσεται, ἀλλὰ κατὰ συμβεβηκὸς ποιητική, ὥσπερ καὶ τὸ ἀπὸ τύχης τέλος κατὰ συμβεβηκός. δεῖ δέ, φησί, τοῦτο τὸ κατὰ συμβεβηκὸς αἴτιον γινόμενον τοῦ ἀπὸ τύχης οἷον τὸ εἰς ἀγορὰν ἐλθεῖν μήτε τῶν ἐξ ἀνάγκης εἶναι μήτε τῶν ὡς ἐπὶ τὸ πολύ. τῷ γὰρ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολὺ καθ’ ἡμέραν εἰς ἀγορὰν φοιτῶντι τὸ ἀπαντῆσαί ποτε τὸν χρεώστην οὐκ ἀπὸ τύχης ἐστίν· ἔδει γάρ ποτε καὶ τοῦτο ἀπαντῆσαι καὶ ἦν εὔλογον. ἀλλ’ εἰ σπανίως καὶ ἅπαξ που ἐπί τι ἄλλο προελθόντι ἀπήντησε, τότε ἀπὸ τύχης. καὶ εἰκότως τοῦτο προσέθηκε τῇ τοῦ ὁρισμοῦ συναγωγῇ, ἐπειδὴ ἐν τοῖς ἐπ’ ἔλαττον ἔκειτο ἡ τύχη. Τὸ δὲ τέλος, φησίν, ὅπερ ἐστὶ τὸ ἀπὸ τύχης, οἷον ἡ κομιδὴ τοῦ ἀργυρίου, οὐ τῶν ἐν αὐτῷ αἰτίων, ἀλλὰ τῶν προαιρετῶν καὶ ἀπὸ διανοίας·2 οὐ γὰρ τῶν τοιούτων ἐστὶ τελικῶν αἰτίων τῶν ἐνυπαρχόντων, οἷά ἐστι τὰ τῶν φύσει γινομένων τέλη, ὧν χάριν τὰ πρὸ αὐτῶν ἐν αὐτῷ τῷ πράγματι γίνεται τῷ κατὰ φύσιν γινομένῳ, ἀλλ’ ἔστι τῶν ἔξωθεν προσγινομένων· τοιαῦτα γὰρ τὰ ἀπὸ τύχης τε καὶ προαιρέσεως γινόμενα· οἶδε δὲ καὶ τοιαύτην γραφὴν ὁ Ἀλέξανδρος ἀλλὰ τῶν ἀπροαιρέτων καὶ οὐκ ἀπὸ διανοίας. “κἂν οὕτως εἴη, φησί, γεγραμμένον, λέγοι ἂν τότε ἀπὸ τύχης εἶναι τὸ τέλος, ὅταν μὴ προελομένοις ἡμῖν μηδὲ διανοηθεῖσι περὶ αὐτοῦ μηδὲ τούτου χάριν τὰ πρὸ αὐτοῦ ποιήσασιν ἀπαντήσῃ, ἐπεὶ ὅτι γε τὸ ἀπὸ τύχης γινόμενον τῶν ὑπὸ προαίρεσίν τε καὶ διάνοιαν πιπτόντων ἐστίν, ὀλίγῳ πρόσθεν εἴρηκε”. δοκεῖ δὲ τῇ γραφῇ ταύτῃ καὶ τὸ ἐπαγόμενον συνᾴδειν τὸ εἰ δὲ προελόμενος τούτου ἕνεκα· πρὸς γὰρ τὸ ἀπροαίρετον ἐπῆχθαι δοκεῖ τὸ εἰ δὲ προελόμενος. ἡ δὲ προτέρα γραφὴ τὸ ἀπὸ τύχης τέλος διορίζει τοῦ φυσικοῦ· τὰ γὰρ φυσικὰ τέλη οὐκ ἔστι προαιρετὰ οὐδὲ ἔξωθεν, ἀλλ’ ἐν αὐτοῖς τοῖς τὴν φύσιν ἔχουσιν. ἔστι μὲν γὰρ καὶ ἐν τοῖς φύσει γινομένοις ταῖς ἄλλου χάριν γινομέναις φυσικαῖς κινήσεσι μὴ τὸ οὗ χάριν, ἀλλά τι ἄλλο τέλος ἀπαντῆσαι, ὡς τὸ ἑξαδάκτυλον ἐπὶ ἀνθρώπου ἢ βούπρῳρον. ἀλλ’ οὐκ ἀπὸ τύχης τὰ τοιαῦτα. φαμὲν δὲ ὅτι τὸ ἀπὸ τύχης ἐν τοῖς κατὰ προαίρεσιν ἀπαντᾷ καὶ ἔξωθεν περιγίνεται οὐκ ὂν ἡμῶν τι. τὸ γὰρ τὸ ὀφειλόμενον κομίσασθαι οὐ φύσει τῷ κομιζομένῳ ἐνυπάρχει· οὐδὲ γὰρ τὸ προελέσθαι καὶ ἐλθεῖν εἰς τόνδε τὸν τόπον φύσει. κἂν φύσει προαιρετικὸς ᾖ ὁ ἄνθρωπος, οὐ μὴν τὸ προαιρεῖσθαι τόδε τι φυσικόν. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι τὸ λεχθέν, ὅτι τὸ τέλος, ὅπερ ἐστὶν ἡ κομιδή, οὐ τῶν ἐν αὐτῷ αἰτίων ἀποτέλεσμα καὶ τέλος, ἔστι δὲ ἐν αὐτῷ αἴτιον ἡ φύσις· ἡ γὰρ φύσις ἀρχὴ κινήσεως, ἐν ᾧ ὑπάρχει πρώτῳ. ὥστε τὸ ἀπὸ τύχης γενόμενον οὐκ ἔχει ποιητικὸν αἴτιον τὴν φύσιν, ἀλλὰ διάνοιαν καὶ προαίρεσιν· διὸ περὶ τὸ αὐτὸ διάνοια καὶ τύχη· περὶ γὰρ προαίρεσιν καὶ πρᾶξιν ἡ τύχη, ὡς δειχθήσεται, ἡ δὲ προαίρεσις οὐκ ἄνευ διανοίας.

因为建筑师是以确定的方式成为房屋的原因,但在偶性原因中,白皮肤者绝不比精通音乐者更是原因。因此,如果有人认为唯有自体原因存在,那么没有任何事物会出于运气而产生;但如果他也承认偶性原因,那么某种事物也会出于运气而产生。至于这究竟是怎样的,他通过那个例子予以了说明。因为凡是随附于某种行动——该行动本也可以为了随附发生的结果而进行,但在当时却并非为了这个结果而进行——的事物,我们便说它是出于运气的。因为一个人本也可以为了收回债务而外出。但如果他为了这个目的外出并收回了债务,他并非凭运气收回的;相反,当他为了其他目的外出,遇到正在收取醵金的债务人并收回了金钱时,[这才是出于运气的]。然而这个例子并非单纯属于运气,而是属于好运。因为,当按照抉择而产生的行动碰上这样一个目的——为了该目的,行动本也可以首要地被进行——时,显然后来碰上的这个结果乃是合乎意愿且可抉择的。但有时,在人们并未为了这个结果行动、本也不会为了它行动的情况下,也会碰上某种拙劣且违背意愿的事物,而这也绝不亚于前者是出于运气的,其原因也是运气,却是厄运;因为这个目的是违背抉择且应当避免的。“而且,”亚历山大说,“运气的概略描述可以是:在按照抉择且为了某种目的而做出的行动中碰上的、异于首要地按照抉择而行动所为了的那个目的的事态。”但这不是运气,而是出于运气之物。而运气,正如亚里士多德本人所定义的那样,是按照抉择的事物之中的偶性原因。并且显然,如后文将要述及的,运气是动力因,却是偶性的动力因,正如出于运气的目的乃是偶性的目的。并且他说,成为出于运气之物的偶性原因的这件事情(例如前往广场),既不可属于必然之事,亦不可属于大多数情况发生之事。因为对于必然地或大多数情况每日出入广场的人而言,有朝一日遇到债务人并不是出于运气;因为他总有一天会碰上这件事情,这也是合乎情理的。但若是罕见地、偶尔一次为了其他某种目的外出而碰上了债务人,那便是出于运气了。他合情合理地将这一点补充在定义的综合之中,因为运气是被置于极少数情况发生的事物之中的。 他说,作为出于运气之物的目的(例如金钱的收回),“不是属于它自身内部的原因,而是属于可抉择的以及出于思想的事物”;因为它并不属于那些作为自然生成之物的目的之内在目的因——自然生成的事物为了这些目的,先于它们的事项是在依据自然生成的事物本身内部发生的——,而是属于从外部附加而来的事物;因为出于运气和抉择而产生的事物正是如此。但亚历山大也知道有这样一种异读:“而是属于不可抉择的且不出于思想的事物”。他说:“即使是这样写,他也会是在说:当我们既未预先抉择它,也未思考它,更未为了它而做出先于它的事情时,目的若碰上了,此时目的便是出于运气的;因为至少出于运气产生之物属于落在抉择与思想之下的事物,这一点他不久前已经讲过了。”而且接下来的文句“但如果是为了这个目的预先抉择”似乎也与这种异读相吻合;因为“但如果是预先抉择”似乎是针对“不可抉择”而引出的。但前一种读法是将出于运气的目的与自然的目的区分开来;因为自然的目的既非可抉择的,亦非来自外部,而是在具有自然的事物本身内部。因为甚至在自然生成之物中,在为了其他目的而产生的自然运动中,碰上的也可能并非为了它的那个目的,而是另外某种目的,例如人身上的六指或牛头怪物;然而此类事物并非出于运气。我们说,出于运气之物是在按照抉择的事物中碰上的,且是从外部附随而来的,并非属于我们自身之物。因为收回所欠之物,并非因自然而内在属于收回者;因为预先抉择并来到这个地方,也并非出于自然。即使人天生具有抉择能力,预先抉择这件具体的事物却决非出于自然。所言之语亦可作如下理解:作为收回的目的,并不是它内部诸原因的结果和目的,而在它内部的原因是自然;因为自然乃是运动在其最初所属于的事物中的本原。因此,出于运气而产生之物并没有自然作为其动力因,而是以思想和抉择为动力因;所以思想与运气关涉同一领域;因为正如将要表明的,运气关涉抉择与行动,而抉择不能没有思想。

语法注2 条
  1. 2.41ὃ γὰρ ἐπηκολούθησε πράξει τινί, ἥτις ἐπράχθη μὲν ἂν καὶ διὰ τὸ ἀκολουθῆσαν, οὐ μέντοι τότε διὰ τοῦτο ἐπράχθη, τοῦτο ἀπὸ τύχης εἶναί φαμεν.

    关系代词 ἥτις 以 πράξει τινί 为先行词;在该关系从句中,动词形式 ἐπράχθη ἄν(不定过去时直陈式加 ἄν)表示过去潜势或反事实假设(“该行动本也可以为了随附发生的结果而进行,但在当时却并非为了这个结果而进行”)。主句主要动词为 φαμέν,支配不定式结构,句首的关系从句 ὃ ἐπηκολούθησε... 由指示代词 τοῦτο 复指,作为不定式 εἶναι 的宾格主语。

  2. 2.41οὐ τῶν ἐν αὐτῷ αἰτίων, ἀλλὰ τῶν προαιρετῶν καὶ ἀπὸ διανοίας

    引自亚里士多德原文短语。属格 τῶν ... αἰτίων 与 τῶν προαιρετῶν 是表示归属或类别的表语性属格,省略了系动词 ἐστί,意为“[该目的]不属于它自身内部的原因,而是属于可抉择的以及出于思想的事物”。紧随其后提及的异读 τῶν ἀπροαιρέτων καὶ οὐκ ἀπὸ διανοίας 亦具有完全相同的句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:338.20-340.7