← 辛普里丘

亚里士多德《物理学》注释

§336.33-338.20

本性原因与偶性原因视阈下运气的无定性

辛普里丘通过房屋的例子区分了自体原因与偶性原因,进而阐明运气作为原因在于同一行动对于另一目的偶性地发生,并通过与德谟克利特的观点对比,论证了运气的无定性及其属于极少数发生且为了某种目的之领域。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.41#3

καὶ καταφέρεται μὲν ὁ λίθος διὰ τὸ καταλαβεῖν τὴν οἰκείαν ὁλότητα, κατὰ κεφαλῆς δέ τινος ἐνεχθεὶς ἐτραυμάτισεν ἢ τοιῶσδε πεσὼν βάθρον ἐγένετο. Εἰπὼν δὲ τὰ ἀπὸ διανοίας καὶ φύσεως οἷον τὴν πρόοδον ἢ τὴν πτῶσιν, ὅταν κατὰ συμβεβηκὸς αἴτια γένηταί τινος, τότε τὰ ἀπ’ αὐτῶν γενόμενα ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου λέγεσθαι γίνεσθαι, διότι οὐ κατὰ τὸν ἐκείνων ἐγένετο λόγον, εἰκότως ἐφεξῆς δείκνυσιν, ὅτι ἔστιν ὅλως τινὰ κατὰ συμβεβηκὸς αἴτια, ὅπερ εἶπε μὲν καὶ πρότερον, ὑπομιμνήσκει δὲ καὶ νῦν διὰ τοῦ τῆς οἰκίας παραδείγματος· ἧς καθ’ αὑτὸ μὲν αἴτιον ἡ τέχνη ἡ οἰκοδομικὴ καὶ ὁ κατ’ αὐτὴν τεχνίτης, κατὰ συμβεβηκὸς δὲ ὁ λευκὸς ἢ ὁ μουσικός. “ὡς γὰρ ὄν φησι τὸ μέν ἐστι καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός (λέγει δὲ ὂν καθ’ αὑτὸ μὲν τὴν οὐσίαν, κατὰ συμβεβηκὸς δὲ τὰ τῇ οὐσίᾳ συμβεβηκότα), οὕτως καὶ τὸ αἴτιον τὸ μέν ἐστι καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός”, ὥς φησιν Ἀλέξανδρος. μήποτε δὲ καὶ ἁπλοϊκώτερον ἀκουστέον τὸ ὂν πᾶν τὸ αἰτιατόν,1 ἵνα ᾖ λέγων, ὡς αἰτιατὸν τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός, οὕτως καὶ αἴτιον. καὶ γὰρ καὶ αἱ παρὰ τὴν οὐσίαν κατηγορίαι συμβεβηκότα μέν εἰσιν ὡς ἀεὶ ἐν τῇ οὐσίᾳ, οὐ κατὰ συμβεβηκὸς δὲ ἀεὶ ὑπάρχουσι. διαφέρει δὲ τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη, διότι ἐκείνων μὲν ἕκαστον κατὰ συμβεβηκὸς αἴτιον λέγεται, διότι τῷ καθ’ αὑτὸ αἰτίῳ συμβέβηκεν, οἷον τὸ λευκὸν κατὰ συμβεβηκὸς αἴτιον τῆς οἰκίας, ὅτι τῷ καθ’ αὑτὸ αἰτίῳ τῆς οἰκίας τῷ οἰκοδόμῳ συμβέβηκε τὸ λευκῷ εἶναι. ἐπὶ δὲ τῆς τύχης ἡ αὐτὴ πρᾶξις καὶ μία ἄλλου μὲν καθ’ αὑτὴν αἰτία, ἄλλου δὲ κατὰ συμβεβηκός. τὸ γὰρ ὀρύξαι τοῦ μὲν φυτεῦσαι καθ’ αὑτὸ αἴτιον, τοῦ δὲ τὸν θησαυρὸν εὑρεῖν κατὰ συμβεβηκός ἐστιν αἴτιον. διὸ ἐκεῖ μὲν ἐν τοῖς αἰτίοις ἡ διαφορά (τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός), ἐνταῦθα δὲ τὸ μὲν αἴτιον τὸ αὐτό, τὰ δὲ τέλη διάφορα,2 τὸ μὲν καθ’ αὑτὸ ἀκόλουθον, τὸ δὲ κατὰ συμβεβηκός. μήποτε δὲ καὶ τὸ αἴτιον κἂν τὸ αὐτὸ δοκῇ εἶναι, οἷον τὸ ὀρύξαι, ἀλλ’ ἄλλως μὲν τοῦ φυτεῦσαι ὡς καθ’ αὑτὸ αἴτιον, ἄλλως δὲ τοῦ θησαυρὸν εὑρεῖν ὡς κατὰ συμβεβηκός. τὸ δὲ κατὰ συμβεβηκὸς ἐνταῦθα οὐκ ἐπὶ τοῦ ποιητικοῦ μόνον αἰτίου θεωρεῖται ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ καὶ ἐπὶ τοῦ τέλους· ὡς γὰρ τὸ ὀρύξαι ἐπὶ φυτείᾳ εἰ τύχοι κατὰ συμβεβηκὸς αἴτιόν ἐστι τοῦ θησαυρὸν εὑρεῖν, οὕτως καὶ τὸ εὑρεῖν τέλος ἐστὶ κατὰ συμβεβηκὸς τοῦ ἐπὶ φυτείᾳ ὀρύξαι. καὶ τὸ μὲν τέλος κατὰ συμβεβηκὸς ἀπὸ τύχης λέγεται, τὸ δὲ τῷ ποιητικῷ συμβεβηκὸς τύχη. ἔχει μέντοι γε τὸ ἀόριστον οὐδὲν ἧττον εἰ μὴ καὶ μᾶλλον τῶν ἄλλων τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη. τὸ γὰρ εὑρεῖν τὸν θησαυρὸν πολλοῖς ἂν καὶ ἀπείροις αἰτίοις ἐπισυμβαίη ἄλλου τινὸς χάριν γινομένοις. καὶ γὰρ ὀρύττει τις καὶ τοῦ φυτεῦσαι χάριν καὶ τοῦ θεμέλιον καταβαλεῖν καὶ ὕδωρ εὑρεῖν ἢ διοχετεῦσαι ἢ σιρὸν ἢ τάφον ποιῆσαι καὶ μυρίων ἄλλων ἕνεκεν. ὡς εἴ γε μὴ ἀόριστον ἀλλὰ τεταγμένον εἴη τὸ γινόμενον, οὐκέτι ἀπὸ τύχης τοῦτο οὐδὲ τὸ ποιοῦν τύχῃ. Ἔοικε δὲ καὶ ὁ Δημόκριτος καίτοι διαφερόμενος συμφέρεσθαι ταῖς περὶ τύχης ἐννοίαις.3 φησὶ γὰρ οὐκ ἀπὸ τύχης εὑρεῖν τὸν θησαυρόν, ἀλλ’ ὅτι ὤρυττε φυτεῦσαι ἢ ὕδωρ εὑρεῖν ἢ ἄλλο τι τοιοῦτον, ἐφ’ ὧν ἂν εὗρεν. καὶ ἕκαστον τούτων ὡσαύτως αἴτιον ἂν εἴη καὶ γένοιτο. πολλῶν οὖν ὄντων ἃ γένοιτο ἂν αἴτια κατὰ τὸν Δημόκριτον, ἀόριστος ἂν εἴη ἡ αἰτία καὶ οὕτως, καὶ οὐ καθ’ αὑτὴν ἀλλὰ κατὰ συμβεβηκός. σύμπτωμα γάρ ἐστιν ἑτέρων τινῶν, ὧν χάριν ἡ ὄρυξις. εἰ οὖν ἀόριστόν τί ἐστι τὸ ἀπὸ τύχης καὶ ἡ τύχη ἀόριστος, δῆλον ὅτι οὔτε ἐν τοῖς ἀγενήτοις ἂν εἴη τοῖς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως τὸ ἀκίνητον καὶ ἀμετάβλητον ἔχουσι οὔτε ἐν τοῖς γινομένοις μὲν ἀναγκαίως δὲ γινομένοις, ἀλλ’ οὐδὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ (καὶ γὰρ καὶ ταῦτα ὥρισται μᾶλλον), ἀλλ’ ἐν τοῖς ἐπ’ ἔλαττον. καὶ εἰ παρακολούθημά τινός ἐστι προηγουμένης κινήσεως, πᾶσα δὲ κίνησις ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, ἢ ἀπὸ διανοίας ἐστὶν ἢ ἀπὸ φύσεως καὶ ἑκατέρα τούτων ἕνεκά του γίνεται, πάντως εἰκότως ἐν τοῖς ἕνεκά του γινομένοις ἐτάχθη οὐ τοῖς καθ’ αὑτό, ἀλλὰ τοῖς κατὰ συμβεβηκός, εἴπερ ἀόριστά ἐστιν. ὡς γὰρ τὰ καθ’ αὑτὰ αἴτια ὡρισμένα, οὕτως τὰ κατὰ συμβεβηκὸς ἀόριστα.

石头为了获得其固有的整体而向下运动,但落到某人的头上便造成了创伤,或者以某种方式落下而成为了踏脚石。在他陈述了出于思想和自然之物(诸如外出或落下)在偶性地成为某物的原因时,由它们产生的事物便被说成是出于运气和出于偶然产生的——因为它们并非按照前者的规定而产生——之后,他紧接着合情合理地表明,根本上存在着某些偶性的原因;这一点他先前虽已谈及,现在又通过房屋的例子予以提醒:房屋的自体原因乃是建筑技艺及依据该技艺的匠人,而偶性原因则是白皮肤者或精通音乐者。“因为正如存在,”他[亚里士多德]说,“一方面是自体的,另一方面是偶性的(他所谓的自体存在是指实体,偶性存在是指实体的偶性),原因亦是如此,一方面是自体的,另一方面是偶性的”,正如亚历山大所言。但也许多半应当更单纯地将“存在”理解为所有的结果,以便表明:正如结果一方面是自体的、另一方面是偶性的,原因亦然。因为实体之外的诸范畴作为始终存在于实体之中的东西虽是偶性,却并非始终偶性地属于实体。然而运气与其他偶性原因的不同之处在于,那些偶性原因中的每一个之所以被称为偶性原因,乃是因为它附随于自体原因——例如白皮肤是房屋的偶性原因,是因为具有白皮肤附随于房屋的自体原因即建筑师;而在运气的情况下,同一且单一的行动对一件事物是自体原因,对另一件事物则是偶性原因。因为挖掘对种植而言是自体原因,但对发现财宝而言则是偶性原因。因此,在前者那里差别在于诸原因之中(一为自体,一为偶性),而在这里原因虽是同一个,目的却有差异,一为自体随附的结果,一为偶性随附的结果。但也许多半即使原因看似相同(例如挖掘),但对种植而言它是作为自体原因而在一种方式上为原因,对发现财宝而言则是作为偶性原因而在另一种方式上为原因。这里的偶性不仅像在其他情况下那样仅就动力因而被考量,而且就目的而被考量;因为正如为了种植的挖掘若碰巧的话是发现财宝的偶性原因,同样,发现财宝也是为了种植的挖掘的偶性目的。并且偶性的目的被说成是出于运气的,而附随于动力因的事物则是运气。然而,比起其他偶性原因,运气所具有的不确定性绝不少,甚至更为显著。因为发现财宝可能附随于为了其他某种目的而产生的诸多且无限的原因。事实上,人们为了种植而挖掘,也为了奠定地基、寻找或引流水源、建造粮仓或坟墓,以及为了无数其他目的而挖掘。因此,产生之物若非不确定而是有秩序的,这便不再是出于运气,产生它的事物也不是凭运气了。而德谟克利特尽管持有异议,似乎也与关于运气的共通观念相吻合。因为他说发现财宝并非出于运气,而是因为此人为了种植或寻找水源或此类其他事情而挖掘,正是在这些事情中他发现了财宝。而这些当中的每一项都同样会是且可能成为原因。因此,按照德谟克利特的说法,既然能够成为原因的事物如此之多,那么即便如此原因也是不确定的,且不是自体的而是偶性的。因为它是挖掘所为了的那其他某些事情的偶合事件。因此,如果出于运气之物是某种不确定的事物,且运气是不确定的,那么显然它既不会存在于那些始终以同一方式且同样保持不动和不变的无生成之物中,也不会存在于虽生成却是必然生成之物中,甚至也不在大多数情况如此之物中(因为这些也是较为确定的),而是在极少数情况发生之物中。并且,如果它是某种先行运动的伴随物,而一切运动都在大多数情况发生的事物中,要么出于思想要么出于自然,且这两者中的每一方都是为了某种目的而产生的,那么它完全合情合理地被归入为了某种目的而产生之物中,不是归入自体之物,而是归入偶性之物,如果它们确是不确定的话。因为正如自体的诸原因是确定的,偶性的诸原因也是不确定的。

语法注3 条
  1. 2.41μήποτε δὲ καὶ ἁπλοϊκώτερον ἀκουστέον τὸ ὂν πᾶν τὸ αἰτιατόν

    μήποτε 引导一种审慎的建议或推测(“也许应当理解为……”)。亚历山大将亚里士多德的 τὸ ὄν 严格解释为“实体与偶性”,辛普里丘在此提出另一种解释,主张将 τὸ ὄν 更平易地理解为一般意义上的“结果”(αἰτιατόν)。

  2. 2.41διὸ ἐκεῖ μὲν ἐν τοῖς αἰτίοις ἡ διαφορά... ἐνταῦθα δὲ τὸ μὲν αἴτιον τὸ αὐτό, τὰ δὲ τέλη διάφορα

    ἐκεῖ μὲν 与 ἐνταῦθα δὲ 的对照结构。前者指通常的偶性原因,如建造房屋(原因方面存在双重性:建筑师与白皮肤者);后者指运气(挖掘这一单一的行动/动力因对应于两种不同的目的/结果:种植与发现财宝)。

  3. 2.41Ἔοικε δὲ καὶ ὁ Δημόκριτος καίτοι διαφερόμενος συμφέρεσθαι ταῖς περὶ τύχης ἐννοίαις.

    由 καίτοι 后接分词 διαφερόμενος 构成的让步结构(“尽管持有异议”)。德谟克利特试图通过将事件归结为个别的先行原因(如种植)来否定运气的存在,但由于这些可能的原因是无数且不确定的,因而反论式地符合了运气的本质特征(无定性)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:336.33-338.20