← 辛普里丘

亚里士多德《物理学》注释

§335.9-336.33

关于运气与目的论的论证结构

辛普利丘对亚里士多德《物理学》第二卷第五章(196b10起)进行注解,梳理了通过第三格三段论证明运气与偶然属于“为了某种目的”之领域的论证骨架,并审析了亚历山大、波菲利与欧德谟等早期注疏家的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.41#2

πρὸς μὲν γὰρ τὸ εἰ ἔστιν ἤρκει τὸ εἶναι τὰ αἰτιατά, πρὸς δὲ τὸ τίνα τὰ αἴτιά ἐστι, χρεία τοῦ τρόπου τῆς τῶν αἰτιατῶν ὑποστάσεως. Διελὼν οὖν πάλιν τὰ γινόμενα πάντα κατὰ ἐπιδιαίρεσιν εἴς τε τὰ ἕνεκά του γινόμενα καὶ τὰ μὴ τοιαῦτα, πολλὰ γὰρ καὶ ἀσκόπως γίνεται (ὡς διὰ συνήθειαν κακήν τινες τὰς τρίχας ἐκτίλλουσιν ἢ τοὺς ἑαυτῶν ὄνυχας μηδὲ ηὐξημένους τοῖς ὀδοῦσιν ἀποκόπτουσιν ἢ τὰς ῥῖνας ψηλαφῶσιν), ὅταν ἐπὶ μηδὲν τὴν ἀναφορὰν ἔχῃ γινόμενα, καὶ εἰπών, τίνα ἐστὶ τὰ ἕνεκά του, ὅτι τὰ κατὰ προαίρεσιν οἷα καὶ τὰ κατὰ τέχνην καὶ τὰ κατὰ φύσιν (καὶ γὰρ ἡ προαίρεσις ἕνεκά του ποιεῖ καὶ ἡ φύσις, ὡς προϊὼν διὰ πολλῶν δείξει, καὶ οὐκ ἔστιν ἡ προαίρεσις ἡ διὰ τῆς τέχνης ὡς ἐν τοῖς Τοπικοῖς καὶ τοῖς Ἠθικοῖς εἴρηται), καλῶς δὲ εἶπε τὰ ἕνεκά του ὅσα ἀπὸ διανοίας ἂν πραχθείη καὶ ὅσα ἀπὸ φύσεως, κἂν μὴ οὕτως ἐπράχθη, ἠδύνατο δὲ πραχθῆναι οὕτως (οἷον τὸ ἀπελθεῖν εἰς ἀγορὰν καὶ τοῦ ἀπολαβεῖν τὸ χρέος ἕνεκα δυνατὸν ἦν. κἂν μὴ τούτου οὖν ἕνεκα ἀπῆλθεν, ἐν τοῖς ἕνεκά του λέγεται εἶναι ἡ ἀπόληψις), τοιούτων οὖν ὄντων τῶν ἕνεκά του ἄμφω ἥ τε τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του. εἰ οὖν καὶ πρότερον δέδεικται, ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἐπ’ ἔλαττον, συνάγεται ἐν τρίτῳ σχήματι τὸ τινὰ τῶν ὡς ἐπ’ ἔλαττον ἕνεκά του γίνεσθαι,1 ὅπερ ἐσήμανεν αὐτὸς διὰ τοῦ ὥστε δῆλον ὅτι καὶ ἐν τοῖς παρὰ τὸ ἀναγκαῖον καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἔστιν ἔνια περὶ ἃ ἐνδέχεται ὑπάρχειν τὸ ἕνεκά του. καὶ τὸ ὥστε δηλονότι συμπερασματικὸν εἰπών, ἐν οἷς ἐπήγαγεν ὅτι τὰ τοιαῦτα ἀποτελέσματα ἐν τοῖς ἐπ’ ἔλαττον ἕνεκά του, ὅταν κατὰ συμβεβηκὸς γένηται, ἀπὸ τύχης φαμὲν εἶναι. καὶ ὅτι μὲν τὰ ἕνεκά του ἔλαβεν οὐ πάντως ἃ ἕνεκά του πράττομεν, ἀλλὰ τὰ δυνάμενα ἕνεκά του πραχθῆναι, δῆλον πεποίηκε μετ’ ὀλίγα λέγων αὐτὸς νῦν δὲ τοῦτο ἔστω φανερόν, ὅτι ἄμφω ἐν τοῖς ἕνεκά τού ἐστιν, οἷον ἕνεκα τοῦ ἀπολαβεῖν τὸ ἀργύριον ἦλθεν ἂν κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει·2 ἦλθε δὲ οὐ τούτου ἕνεκα, συνέβη δὲ ἐλθεῖν καὶ ποιῆσαι τοῦτο τοῦ κομίσασθαι ἕνεκα. “τοῦτο, δέ φησιν Ἀλέξανδρος, οὐ τὸ ἀπὸ τύχης ἁπλῶς, ἀλλὰ ἀγαθῆς τύχης ἐστὶ παράδειγμα.” ὅτι δὲ καὶ τὸ ἄμφω δὲ ἐν τοῖς ἕνεκά του τὸ πρότερον εἰρημένον, οὐ περὶ τῶν κατὰ προαίρεσιν εἴρηται, ὡς τινες ὑπέλαβον, ἀλλὰ περὶ τῆς τύχης καὶ τοῦ αὐτομάτου, δηλοῖ τὸ ἐν τῇ προσεχῶς ἐκτεθείσῃ ῥήσει διὰ τῶν αὐτῶν συλλαβῶν προαχθέν· νῦν δέ, φησί, τοῦτο ἔστω φανερόν, ὅτι ἄμφω ἐν τοῖς ἕνεκά τού ἐστι τὰ περὶ ὧν ἦν ὁ λόγος. ἦν δὲ περὶ τῆς τύχης καὶ τοῦ αὐτομάτου, ὧν τὴν διαφορὰν ὕστερον διορίζειν ἐπηγγείλατο. ἀλλὰ καὶ εἴ τις ἐπὶ τῶν κατὰ προαίρεσιν καὶ μὴ τοῦτο ἤκουσεν, οὐκ ἠκολούθει τὸ ἐπαχθὲν συμπέρασμα. οὐ γὰρ ἐκ τοῦ τὰ ἀπὸ τύχης καὶ κατὰ φύσιν ἐν τοῖς ἕνεκά του ἀκολουθεῖ τὸ εἰρημένον συμπέρασμα.3 οὐ γὰρ ἕξει συνάφειαν ὁ λόγος. εἰκότως δὲ δείξεως ἠξίωσε τὸ ἔν τισι τῶν ἐπ’ ἔλαττον ὑπάρχειν τὸ ἕνεκά του, διότι τὰ ἐπ’ ἔλαττον ἄσκοπα ἂν ἔδοξέ τισι, καὶ μὴ δειχθέντος τούτου οὐ συνήγετο, ὅτι τὰ ἀπὸ τύχης ἐν τοῖς ἐπ’ ἔλαττον ἕνεκά τού ἐστιν. Ὁ δὲ Εὔδημος οὕτως δείκνυσιν ὅτι ἡ τύχη ἐν τοῖς ἕνεκά του· “ἐν οἷς, φησί, τὸ εὐτυχεῖν καὶ τὸ ἀτυχεῖν, ἐν τούτοις ἐστὶν ἡ τύχη· ταῦτα δὲ ἐν οἷς ἀγαθοῦ ἐπίτευξις καὶ ἀπότευξις καὶ τὸ ἕνεκά του· πᾶς γὰρ ὁ ἕνεκά του πράττων ἀγαθοῦ ἐφίεται”. ὁ δὲ λόγος οὗτος τὴν τύχην μόνην ἐν τοῖς ἕνεκά του τέθεικεν, οὐκέτι δὲ καὶ τὸ αὐτόματον. ὅταν δὲ τὰ ἕνεκά του γινόμενα, ταῦτα δέ ἐστι τά τε ἀπὸ διανοίας καὶ τὰ ἀπὸ φύσεως, ἐν τοῖς ἐπ’ ἔλαττον κατὰ συμβεβηκὸς γένηταί τινος αἴτια, τότε τὰ γινόμενα ἀπὸ τύχης τε καὶ ἐκ ταὐτομάτου φαμὲν γίνεσθαι. τὸ δὲ ἕνεκά του θεωρεῖται, οὐχ ὅτι ἕνεκά τινος ἐγένετο ἡ πρόοδος οἷον τοῦ ἀγοράσαι, ὡς Πορφύριός φησιν, ἀλλ’ ὅτι καὶ τούτου ἂν ἕνεκα τοῦ τέλους ἐγένετο. ἦλθε γὰρ ἄν, φησί, κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει. κατὰ συμβεβηκὸς δὲ γίνεται αἰτιατὰ ἀπὸ διανοίας καὶ ἀπὸ φύσεως, ὅταν μὴ ὧν χάριν γίνεται ταῦτα γίνηται, ἀλλά τινα ἄλλα, οἷον προέρχομαι μὲν διὰ τὸ ἀγοράσαι, περιτυχὼν δὲ τῷ χρεώστῃ ἀπέλαβον τὸ χρέος.

因为对于它们是否存在而言,有诸结果存在便足够了;但对于它们是何种原因而言,则需要诸结果成立的方式。于是,他再次通过追加的划分,把所有产生之物区分为为了某种目的而产生之物与非此类之物——因为很多事情也是无目的地产生的(正如有些人由于不良习惯而拔头发,或者指甲尚未长长就用牙齿咬掉,或者摸自己的鼻子),只要产生之物不指向任何目标——并且说明了为了某种目的之物究竟是哪些,即正如依技艺和依自然之物那样依抉择之物(因为抉择是为了某种目的而作为,自然亦然,正如他随后的诸多论述将表明的那样;而且抉择并不等同于通过技艺运作的抉择,正如在《论题篇》与《伦理学》中所言);并且他恰切地说,为了某种目的之物是所有能够出于思想而作为之物以及所有依自然而作为之物,哪怕它们现今并未如此作为,但却能够被如此作为(例如,去往集市也是为了收回债务而可能的;因此哪怕并不是为了这一目的而去,收回债务也被说成是属于为了某种目的之物中);既然为了某种目的之物是如此这般的,那么运气与偶然两者都属于为了某种目的之物。因此,如果先前已经证明了运气与偶然属于极少数情况发生之物,那么通过第三格推论便得出:某些极少数情况发生之物是为了某种目的而产生的;这正是他自己借由下述话语所指明的:“因此显然,即使在违背必然和违背大多数情况如此的事物中,也有某些可能具有‘为了某种目的’的事物。”并且他显然是把“因此”作为结论性的连词而说的,接着他又补充道,当极少数情况中为了某种目的之此类结果出于偶性而产生时,我们便说它们是出于运气的。而他把为了某种目的之物不仅理解为我们事实上为了某种目的而做之事,而且理解为能够为了某种目的而被做之事,他在稍后自己这样说道便表明了这一点:“但现在让这一点显而易见,即两者都属于为了某种目的之物中;例如,若是知道的话,他为了收回钱款,会在那人筹集分摊金时前去;但他并不是为了这个而去,而是碰巧前去,并为了收回而做了此事。”“而这,”亚历山大说,“不是单纯出于运气的例子,而是好运的例子。”至于先前所言的“且两者都属于为了某种目的之物中”,并非如某些人所设想的那样是指依抉择之物,而是指运气与偶然,这由紧接着引出的文句中以完全相同的字句表达之物所表明;他说:“但现在让这一点显而易见,即两者都属于为了某种目的之物中”,即论述所关涉的那些事物。而论述是关于运气与偶然的,他曾许诺随后将界定两者的差别。但即使有人将此理解为针对依抉择之物与并非如此之物,随之引出的结论也将无法成立。因为由出于运气之物和依自然之物属于为了某种目的之物,并不能得出所说的结论。因为那样论证就缺乏连贯性了。而他认为有必要证明“为了某种目的”存在于某些极少数情况发生之物中,也是合情合理的;因为极少数情况发生之物在某些人看来可能是无目的的,若不证明这一点,就无法推导出出于运气之物是存在于极少数情况发生中为了某种目的之物。而欧德谟则是这样证明运气属于为了某种目的之物之中的:“凡是,”他说,“存有好运与厄运之处,便有运气;而这些正是存有善的获得与错失之处,也就是为了某种目的之物所在之处;因为凡是为了某种目的而作为者,皆追求善。”但这一论证仅把运气置于为了某种目的之物中,却未把偶然也置于其中。而当为了某种目的而产生之物——即出于思想之物和依自然之物——在极少数情况下偶性地成为某物的原因时,那时我们便说产生之物是出于运气和出于偶然产生的。而所谓的为了某种目的,正如波菲利所言,并不是在“外出是为了某种目的(例如为了购物)而产生”这一点上来考量的,而是在“外出也会为了这一结果之目的而产生”这一点上来考量的。因为他说:“若是知道的话,他会在那人筹集分摊金时前去。”至于结果出于思想和出于自然而偶性地产生,乃是在并非〔过程〕为之而产生的那些事物被产生出来、而是产生了其他某些事物之时;例如我为了购物而外出,碰巧遇到了债务人便收回了欠款。

语法注3 条
  1. 2.41συνάγεται ἐν τρίτῳ σχήματι τὸ τινὰ τῶν ὡς ἐπ’ ἔλαττον ἕνεκά του γίνεσθαι

    此处指出了第三格三段论(中项在两个前提中均充当主项)的推论结构。以“极少数情况发生之物”为小项,“为了某种目的”为大项,“运气与偶然”为中项,由“运气与偶然属于为了某种目的之物”和“运气与偶然属于极少数情况发生之物”这两个前提,推导得出特称肯定结论:“某些极少数情况发生之物是为了某种目的而产生的”。

  2. 2.41ἦλθεν ἂν κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει

    κομιζομένου τὸν ἔρανον 为省略逻辑主语的独立属格(指债务人正向众人收取分摊金之时)。在反事实条件句(εἰ ᾔδει ... ἦλθεν ἄν)中,其含义是:债权人若预先知晓债务人正在收钱并持有资金,便会主动为了讨债而前去。

  3. 2.41οὐ γὰρ ἐκ τοῦ τὰ ἀπὸ τύχης καὶ κατὰ φύσιν ἐν τοῖς ἕνεκά του ἀκολουθεῖ τὸ εἰρημένον συμπέρασμα

    此句是对一种对手解释的反驳。介词短语 ἐκ τοῦ... 引导一个带有不定词意义的从属前提结构,作为 ἀκολουθεῖ 的根据来源,而 τὸ εἰρημένον συμπέρασμα 则是主节动词 ἀκολουθεῖ 的语法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:335.9-336.33