- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:331.10-332.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德对恩培多克勒和德谟克利特关于运气与偶然的处理所作的批判,探讨了德谟克利特学派将天界归于偶然却将生物归于自然秩序的矛盾,并论证亚里士多德自身承认天界的动力因。
καὶ πολλὰ ἄν τις εὕροι ἐκ τῶν Ἐμπεδοκλέους Φυσικῶν τοιαῦτα παραθέσθαι, ὥσπερ καὶ τοῦτο· τῇδε μὲν οὖν ἰότητι Τύχης πεφρόνηκεν ἅπαντα. καὶ μετ’ ὀλίγον καὶ καθ’ ὅσον μὲν ἀραιότατα ξυνέκυρσε πεσόντα. ἀλλ’ οὗτος μὲν ἐπὶ σμικροῖς τῇ τύχῃ καταχρῆσθαι δοκῶν ἥττονος ἂν εἴη ἐπιστάσεως ἄξιος, τί ποτ’ ἔστιν ἡ τύχη μὴ παραδούς, οἱ δὲ περὶ Δημόκριτον διχῶς ἄτοπόν τι πεπονθέναι δοκοῦσι, πρῶτον μὲν ὅτι καὶ οὐρανοῦ τοῦδε, τί λέγω τοῦδε τοῦ οὐρανοῦ, ὅτι καὶ τῶν κόσμων ἁπάντων πολλῶν ἢ καὶ ἀπείρων ὄντων κατ’ αὐτοὺς αἰτιώμενοι τὸ αὐτόματον (ἀπὸ ταὐτομάτου γάρ φασι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ καταστήσασαν εἰς τήνδε τὴν τάξιν τὸ πᾶν), ὅμως οὐ λέγουσι1 τί ποτέ ἐστι τὸ αὐτόματον. δεύτερον δὲ θαυμάσαι ἄξιον αὐτῶν, πῶς τὰ μὲν ζῷα καὶ τὰ φυτὰ διατείνονται μήτε εἶναι μήτε γίνεσθαι ἀπὸ τύχης, ἀλλ’ ἢ φύσιν ἢ νοῦν ἤ τι τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον αὐτῶν ὡρισμένον καὶ οὔτε ἄτακτον οὔτε ἄλογον (πρόδηλον γὰρ τοῦτο ἦν, εἴπερ μὴ τὸ τυχὸν ἐκ τοῦ τυχόντος γίνεται, ἀλλ’ ἐξ ἀνθρωπείου μὲν σπέρματος ἄνθρωπος, ἐκ δὲ ἐλαίας ἐλαία, καὶ οὐδεὶς ἀπὸ τύχης φησὶν ἵππον ἐξ ἵππου τετέχθαι· οὐ γὰρ ἀπὸ τύχης τὸ τεταγμένον καὶ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πλεῖστον ὁμοίως ἔχον), τὰ δὲ μέγιστα καὶ τὰ θειότατα τῶν αἰσθητῶν τὸν οὐρανὸν καὶ τὴν τῶν ἄστρων χορείαν, ἐν οἷς οὐδὲν ἀόριστον οὐδὲ ἄτακτόν ἐστι, ταῦτα εἰς τὸ αὐτόματον ἀνάγουσι καὶ τὴν τύχην μηδεμίαν αὐτοῖς αἰτίαν τοιαύτην ἐφιστάνοντες, οἵαν τῶν ζῴων ἢ τῶν φυτῶν ἔλεγον εἶναι ὡρισμένην καὶ κατὰ λόγους καὶ κατὰ τάξιν ποιοῦσαν. καὶ ὅμως οὐδὲν περὶ τύχης ἢ αὐτομάτου λέγουσι. καίτοι κἂν ἔλεγόν τι, τοῦτ’ αὐτῶν ἄξιον εἶναι ἐπιστάσεως,2 εἰ τὰ τοιαῦτα ἔδει τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ ἐπιτρέπειν, καὶ καλῶς ἔχει λεχθῆναί τι περὶ τούτου. πρὸς γὰρ τῷ ἄτοπον εἶναι τὸ τὰ θειότατα τῶν ἐν τῷ κόσμῳ ὑπὸ ἀορίστων αἰτίων διοικεῖσθαι ἔτι ἀτοπώτερόν ἐστι τὸ λεγόμενον, εἰ κατὰ σύγκρισίν τις αὐτά σκοποίη, ὁρῶν ἐν μὲν τῷ οὐρανῷ πάντα τεταγμένα καὶ μηδὲν ἀορίστως μηδὲ ἀπὸ τύχης ἢ ἐκ ταὐτομάτου γινόμενον, ἐν δὲ τοῖς ὑπὸ σελήνην, ἃ λέγουσιν οὗτοι μὴ ἀπὸ τύχης γίνεσθαι, πολλὰ συμβαίνοντα ἀπὸ τύχης. καίτοι κατὰ τὴν τούτων ὑπόθεσιν τοὐναντίον εἰκὸς ἦν, τὸν μὲν οὐρανὸν ἀτάκτως κινεῖσθαι, τὰ δὲ ἐν γενέσει τεταγμένην ἔχειν πᾶσαν τὴν ἑαυτῶν φύσιν. καὶ τὰ μὲν οὐράνια ὀλιγοχρονιώτερα ἂν ἦν (τοιαῦτα γὰρ τὰ ἀπὸ τύχης), τὰ δὲ ἐν γενέσει πολυχρονιώτερα. ὁρῶμεν δέ, ὅτι πολλῷ πλέον τῇ τάξει καὶ τῷ χρόνῳ τὰ οὐράνια τῶν τῇδε διαφέρει ἤπερ τῷ μεγέθει. Ἀπολογεῖται δὲ ὁ Εὔδημος ὑπὲρ τῶν παραλιπόντων ἐν τοῖς αἰτίοις τὴν τύχην λέγων “εὐλόγως δὲ αὐτὴν παρέλιπον κατὰ συμβεβηκὸς οὖσαν· τὰ γὰρ τοιαῦτα οὐδὲ εἶναι δοκεῖ, ἀλλὰ τὰ καθ’ αὑτά.” ἐν δὴ τούτοις πᾶσι τοῖς χωρίοις ὁ μὲν Ἀριστοτέλης σαφῆ καὶ τεταγμένην ἐποιήσατο τὴν παράδοσιν. τὰ δὲ τοῦ Ἀλεξάνδρου ὑπομνήματα καὶ ἐλλιπέστερά πως ἐν τούτοις καὶ ὑποσυγκεχυμένα μοι δοκεῖ, τάχα τοῦ μεταγραψαμένου τὴν τάξιν τῶν εἰρημένων ταράξαντος. ἀξιῶ δὲ τοὺς ἐγκαλοῦντας Ἀριστοτέλει ὡς ποιητικὸν αἴτιον τοῦ οὐρανοῦ μὴ λέγοντι τῶν ἐνταῦθα λεγομένων εὐγνωμόνως ἀκούειν. εἰ γὰρ μέμφεται τοῖς λέγουσι τὸν οὐρανὸν καὶ τὰ θειότατα τῶν φανερῶν ἀπὸ ταὐτομάτου γενέσθαι, τοιαύτην δὲ αἰτίαν μηδεμίαν εἶναι οἵαν τῶν ζῴων καὶ τῶν φυτῶν, δῆλον ὅτι καὶ γίνεσθαι αὐτὰ βούλεται, εἰ καὶ μὴ ἐν μέρει χρόνου,3 καὶ ἀπὸ ποιητικοῦ πάντως αἰτίου ὡρισμένου τούτου καὶ τεταγμένου, εἴπερ μέμφεται τοῖς ἐκ ταὐτομάτου λέγουσι γίνεσθαι, καὶ εἴπερ τὸ γινόμενον πᾶν ὑπὸ ποιοῦντος γίνεται. καὶ εἴη ἂν τὸ ποιοῦν νοῦς ἤ τι καὶ τοῦ νοῦ κρεῖττον, εἴπερ καὶ τῶν ζῴων καὶ τῶν φυτῶν ἢ φύσιν ἢ νοῦν ἤ τι τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον συγχωρεῖ.
人们从恩培多克勒的《物理学》中亦可找到许多此类可资引用的文句,如同这一句:“因此,借着运气的意志,万物皆已具备思维。”又在稍后:“且就其落下而以最稀疏之势相遇的程度而言。”然而他虽在微小之事上看似滥用了运气,且未曾传授运气究竟为何物,却仍当受到较少的关注;反之,德谟克利特一派的人则似乎在双重意义上陷入了某种荒谬:首先在于,虽然他们甚至将这个天界归咎于偶然——何止是这个天界,按照他们的说法,即便对于为数众多乃至无限的所有世界,他们亦归咎于偶然(因为他们说,分离了万物并将其安置进这般秩序中的漩涡与运动是出自偶然的)——然而他们却未说明偶然究竟为何物。其次,关于他们令人称奇的是,他们一方面坚称动物和植物既非出于运气而存在亦非出于运气而生成,而是或者自然、或者理智、或者某种其他此类事物乃是其确定的、既非无序亦非无理性的原因(因为这一点是显而易见的,既然并非任何偶然之物都由偶然之物生成,而是人由人的种子生成,橄榄由橄榄生成,且无人会说是由于运气而马由马所生;因为有序的、始终或在大多数情况下保持相同状态的事物并非出自运气),另一方面却将可感物中最伟大、最神圣之物,即天界与星辰的运行——其中绝无任何不确定或无序之物——归结为偶然和运气,而未给它们指派任何诸如他们所说的动物或植物的原因那样、确定的且依循理性格律和秩序而发生作用的原因。然而他们对运气或偶然却未作任何说明。尽管即使他们说过什么,他们的这一主张——即是否应当将此类事物托付给运气和偶然——本身亦值得关注,并且对此有所说明是合宜的。因为,除了宇宙中最神圣之物由不确定的原因所统御是荒谬的之外,如果有人通过对比来考察这些事物,看见在天界中一切事物皆有序且无一物不确定地或出自运气或偶然生成,而在月下事物中——他们说这些事物不是出于运气生成的——却有许多事情出自运气发生,那么所断言的这件事便更加荒谬了。然而按照他们的假说,相反的情况才是有可能的:天界无序地运动,而生成中的事物则使其自身的全部本性井然有序。并且天体事物本应寿命较短(因为出自运气之物便是如此),而生成中的事物本应寿命较长。但我们看到,天体事物在此岸事物之上的优势,在秩序与时间方面远甚于在体积方面。但欧德谟为那些在原因中遗漏了运气的人辩护道:“由于运气是偶性的,他们遗漏它乃是合乎情理的;因为此类事物甚至看似不存在,唯有自身存在的事物才被认为存在。”因此在所有这些段落中,亚里士多德作出了明晰且有序的传述。但在我看来,亚历山大的注解在这些地方多少有些欠缺且略显混乱,或许是誊抄者扰乱了所论之事的秩序。我要求那些指责亚里士多德未曾言及天界的动力因的人,对在此所论之事予以公正的体察。因为,如果他责难那些声称天界以及显现之物中最神圣者乃是出自偶然生成、且根本不存在任何诸如动植物的原因那样之原因的人,那么显然他意指它们是生成的——即使并非在时间的一部分之中——且无论如何是出自一个确定的且有序的动力因,既然他确实责难那些声称它们出自偶然生成的人,且既然一切生成之物皆是由作用者所生成的。并且,这一作用者当是理智或者甚至比理智更优越的某种事物,既然他亦承认对于动物和植物而言,或者自然、或者理智、或者某种其他此类事物乃是其原因。
- 2.39πρῶτον μὲν ὅτι καὶ οὐρανοῦ τοῦδε, τί λέγω τοῦδε τοῦ οὐρανοῦ, ὅτι καὶ τῶν κόσμων ἁπάντων πολλῶν ἢ καὶ ἀπείρων ὄντων κατ’ αὐτοὺς αἰτιώμενοι τὸ αὐτόματον ... ὅμως οὐ λέγουσι
由连词 ὅτι 引导的名词性从句在到达其主要动词(οὐ λέγουσι)之前,插入了修辞性问句(τί λέγω...)、重复的 ὅτι,以及与前面的主格主语 οἱ περὶ Δημόκριτον 相呼应的主格分词 αἰτιώμενοι,构成了破格结构。其句法骨架为:“首先在于,虽然他们将……归咎于偶然,然而他们却没有说明[偶然为何物]”。
- 2.39τοῦτ’ αὐτῶν ἄξιον εἶναι ἐπιστάσεως
不定词 εἶναι 在句法上承接前文判断动词 δοκοῦσι 的支配。接续前述与事实相反的假设分句(καίτοι κἂν ἔλεγόν τι)之后,它作为主句断言,表明“[即使他们说过什么]他们的这一主张本身亦当值得关注”。
- 2.39εἰ καὶ μὴ ἐν μέρει χρόνου
连词 εἰ 之后省略了动词或分词(γίνεσθαι 或 γινόμενα),需补充理解为“即使[天界诸物]并非在时间的一部分之中[生成]”。在此新柏拉图主义注疏脉络中,它指涉天界虽无时间的开端、是永恒的,却仍依赖于动力因的那种生成。
