- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:329.21-331.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
依循亚里斯多德(196a11-b5),阐述对否定运气与偶然之论据的反驳。通过阿喀琉斯与阿德剌斯托斯的例证区分抉择与运气,指出荒谬在于古代自然哲学家忽视运气而非在于主张运气者,并指出恩培多克勒等人实际上使用了运气的观念。
" —b 5 Ἀλλὰ καὶ τοῦτο θαυμαστόν· πολλὰ γὰρ καὶ ἔστιν καὶ γίνεται ἕως τοῦ τοὐναντίον γενέσθαι." Πρὸς τοὺς δύο λόγους τοὺς δεικνύντας μὴ εἶναι τὴν τύχην καὶ τὸ αὐτόματον ἀντιλέγει, καὶ πρότερον πρὸς τὸν πρῶτον, ὃς ἀναιρεῖ τὴν τύχην διὰ τὸ ὡρίσθαι πάντων τὰ αἴτια, τὴν δὲ τύχην ἀόριστον εἶναι. ἀντιλέγει δὲ τοὐναντίον ἢ βούλεται δεικνὺς τὸν τοιοῦτον λόγον περαίνοντα.1 βούλεται μὲν γὰρ ἀναιρεῖν τὴν τύχην, λανθάνει δὲ αὐτὴν μᾶλλον κρατύνων. εἰ γὰρ ἔχοντες ἅπαντα τὰ γινόμενα εἰς ὡρισμένας αἰτίας ἀνάγειν καὶ τοῦτο οὐκ ἀγνοοῦντες, ὅμως οὐχ ἅπαντα εἰς ταύτας ἀνάγομεν, ἀλλὰ καὶ δοκεῖ ἡμῖν ἀπὸ τύχης γίνεσθαι λέγεσθαί τινα καὶ ἐκ ταὐτομάτου, δῆλον ὡς αἴτιόν τι παρὰ τὴν ὡρισμένην αἰτίαν ἡ τύχη καὶ τὸ αὐτόματον. εἰ γὰρ μηδέποτε ἀποροῦμεν ὡρισμένης ἀρχῆς, αἰτιώμεθα δὲ ἐπ’ ἐνίων οὐ τὴν ὡρισμένην καὶ πρόδηλον ἀρχὴν ἀλλὰ τὴν τύχην, δῆλον ὅτι ὡς ἕτερον παρ’ ἐκείνην οὖσαν αἰτιώμεθα. διὰ τί γὰρ Ἀχιλλεὺς μὲν ἐκ προαιρέσεως λέγεται ἀνῃρηκέναι τὸν Ἕκτορα, Ἄδραστος δὲ ἀπὸ τύχης τὸν Κροίσου παῖδα; καίτοι καὶ οὗτος εἰ μὴ προείλετο ἀφεῖναι τὸ δόρυ, οὐκ ἂν ὁ τοῦ Κροίσου παῖς ἀνῃρέθη. ἀλλὰ προείλετο μὲν ἀφεῖναι τὸ δόρυ, προείλετο δὲ οὐ κατὰ τοῦ Κροίσου παιδός, ἀλλὰ κατὰ τοῦ θηρίου. τῆς μὲν οὖν ἀφέσεως αἰτίαν τὴν προαίρεσιν ῥητέον, τοῦ φόνου δὲ οὐδαμῶς. πῶς γὰρ προείλετο, ὃ εἰ προῄδει συμβησόμενον οὐκ ἂν ἔπεμψε τὸ ἀκόντιον; ὥστε καλῶς ἀπὸ τύχης λέγεται καὶ οὐκ ἀπὸ προνοίας ὁ τοιοῦτος φόνος. διὸ καὶ συγγνώμης ἐπὶ τοῖς τοιούτοις τυγχάνουσιν, ὡς τῶν γινομένων ὑφ’ ἡμῶν τῶν μὲν ἀπὸ τύχης ὄντων, τῶν δὲ ἀπὸ προαιρέσεως. καὶ ἔδει διὰ τοῦτο ὡς οὖσαν τὴν τύχην μνήμης τινὸς τυχεῖν. νῦν δὲ οὐ φαίνονται μνημονεύσαντες· οὐδὲ γὰρ τύχην ὀνομάζοντες φαίνονται, οὐδέ τι τῶν ὑπ’ αὐτῶν ὀνομαζομένων τὸ αὐτὸ τῇ τύχῃ δοκεῖ, οἷον φιλία ἢ νεῖκος ἢ νοῦς ἢ πῦρ ἢ ἄλλο τι τῶν τοιούτων (ταῦτα μὲν γὰρ ὥρισται τὰ αἴτια), δι’ οὗ ὧν μὲν ἀνὰ μέρος, τοῦ δὲ νοῦ ἀεὶ ἡ ἐπικράτεια. τοῦτο δὲ πᾶν καὶ πρὸς τὸν δεύτερόν πως ὑπαντᾷ λόγον. τὸ δὲ καθάπερ ὁ παλαιὸς λόγος ὁ ἀναιρῶν τὴν τύχην πρὸς Δημόκριτον ἔοικεν εἰρῆσθαι· ἐκεῖνος γὰρ κἂν ἐν τῇ κοσμοποιίᾳ ἐδόκει τῇ τύχῃ κεχρῆσθαι, ἀλλ’ ἐν τοῖς μερικωτέροις οὐδενός φησιν εἶναι τὴν τύχην αἰτίαν ἀναφέρων εἰς ἄλλας αἰτίας, οἷον τοῦ θησαυρὸν εὑρεῖν τὸ σκάπτειν ἢ τὴν φυτείαν τῆς ἐλαίας, τοῦ δὲ καταγῆναι τοῦ φαλακροῦ τὸ κρανίον τὸν ἀετὸν ῥίψαντα τὴν χελώνην, ὅπως τὸ χελώνιον ῥαγῇ. οὕτως γὰρ ὁ Εὔδημος ἱστορεῖ. Πρὸς δὲ τὸν δεύτερον λόγον τὸν λέγοντα, ἄτοπόν τι καὶ ἄπορον ἀκολουθεῖν τοῖς τιθεῖσι τὴν τύχην τὸ τοὺς προτέρους φυσιολόγους μηδὲν περὶ αὐτῆς εἰπεῖν, πρὸς τοῦτον οὖν ὑπαντῶν τὸ ἄτοπόν φησιν οὐ τοῖς λέγουσιν αἴτιον τὴν τύχην ἀκολουθεῖν, ἀλλὰ τοῖς πάλαι φυσιολόγοις. εἴτε γὰρ μὴ ὑπελάμβανον αἴτιον εἶναι τὴν τύχην οὕτως ἐναργῶς οὖσαν, ἄτοπον, καὶ ὅτι σοφοὺς οἰομένους εἶναι καὶ περὶ τῶν ὅλων σκοπεῖσθαι δυνατοὺς τοῦτο διελάνθανε καὶ ὅτι μὴ ὑπολαμβάνοντες εἶναι ὅμως οὐκ ἔπειθον τοὺς ἀνθρώπους ὅτι ἐπὶ κενὸν ὄνομα καταφέρονται, εἴτε ὑπολαμβάνοντες εἶναι παρέλειπον2 διδάξαι, τίς ἐστι καὶ τίνα ἔχει δύναμιν ἡ τύχη, καὶ τοῦτο ἄτοπον τὴν περὶ τῶν αἰτίων γνώμην ἀποφηναμένους περὶ τούτου παραλιπεῖν. ὅτι δὲ εἶχον ἔννοιάν τινα περὶ τῶν κατὰ τύχην συμβαινόντων, δηλοῖ τὸ χρῆσθαι ἐνίοτε τῷ ὀνόματι, ὥσπερ Ἐμπεδοκλῆς οὐκ ἀεὶ τὸν ἀέρα ἀνωτάτω ἀποκρίνεσθαί φησιν, ἀλλ’ ὅπως ἂν τύχῃ. λέγει γοῦν ἐν τῇ κοσμοποιίᾳ ὡς οὕτω συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως, καὶ ἐν ἄλλοις ὅπῃ συνέκυρσεν ἅπαντα, καὶ τὰ μόρια τῶν ζῴων ἀπὸ τύχης γενέσθαι τὰ πλεῖστά φησιν, ὡς ὅταν λέγῃ ἡ δὲ χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα, καὶ πάλιν ἡ δὲ φλὸξ ἱλάειρα μινυνθαδίης τύχε γαίης, καὶ ἐν ἄλλοις Κύπριδος ἐν παλάμῃσι πλάδης τοιῆσδε τυχόντα.
“——b 5 但这也令人惊奇:因为许多事物既存在亦生成[出自运气与偶然]……直至‘发生相反的事情’。” 针对论证运气与偶然不存在的两种论据,[亚里斯多德]作出了反驳,首先是针对第一种论据,该论据由于一切事物的原因皆已确定,而运气是不确定的,从而排除了运气。他反驳道,表明这样一种论据得出了与其所意图的相反的结论。因为[该论据]虽意图排除运气,却不知不觉中反而更巩固了运气。因为,如果我们虽然能够将一切生成之物归结为确定的原因且并非不知晓这一点,然而我们却并未将一切事物都归结为这些原因,反而在我们看来某些事物被说成是出自运气与偶然生成的,那么显然,运气与偶然是存在于确定的原因之外的某种原因。因为如果我们绝不缺乏确定的本原,但在某些事情上归咎的却不是确定的、显而易见的本原,而是运气,那么显然我们是将它作为不同于前者的事物而归咎的。因为究竟为何阿喀琉斯被说成是出自抉择杀死了赫克托尔,而阿德剌斯托斯却是出自运气[杀死了]克罗伊索斯的儿子?尽管后者假若未曾抉择掷出长矛,克罗伊索斯的儿子亦不会被杀。但他抉择掷出长矛,却并非针对克罗伊索斯的儿子,而是针对野兽而抉择的。因此,抉择应当被说成是掷出长矛的原因,但决不是谋杀的原因。因为对于那件若预先知晓其将发生便决不会掷出标枪之事,他怎会加以抉择呢?因此,这样的杀害被合宜地称为出自运气而非出自预谋。正因如此,人们在此类事情上获得宽恕,因为在我们所做的事情中,有些是出自运气,有些则是出自抉择。而正因如此,运气作为真实存在之物本应得到某种提及。然而实际上,[自然学家们]并未显出曾予提及;因为他们既未显出称其为运气,他们所称命的任何事物亦看似与运气不同,例如爱或争吵,或理智,或火,或此类其他事物(因为这些是已被确定的原因),通过这一点,某些事物轮流占据支配地位,而理智则始终处于支配地位。而这整个论述在某种程度上亦应对了第二种论据。至于“正如排除运气的古代论据”这句话,似乎是针对德谟克利特而说的;因为他即便在宇宙生成论中看似使用了运气,但在更具体的事物上却说运气不是任何事物的原因,而是将其归结为其他原因,例如将发现宝藏归结为挖掘或栽种橄榄树,将秃顶者头骨碎裂归结为老鹰为了摔碎龟壳而扔下乌龟。因为欧德谟就是如此记载的。而针对声称主张运气存在者会随之产生某种荒谬且困惑的事态——即早先的自然哲学家们对其未作任何说明——的第二种论据,他应对此论据而指出,荒谬之处所伴随的并非那些主张运气是原因的人,而是古代自然哲学家们。因为,无论他们未曾认为如此显明存在的运气是原因,这是荒谬的——他们自以为智慧且有能力考察万物,此事却避过了他们;并且虽不认为其存在,却仍未能说服人们他们正偏向一个空洞的名称——还是无论他们认为其存在却疏于指教运气究竟为何物、具有何种力量,他们在陈述了关于原因的见解后却对此置之不理,这也同样是荒谬的。至于他们对依照运气发生的事物具有某种概念,这由他们有时使用该名称表明了,如同恩培多克勒所说,空气并非始终分离在最上方,而是碰巧如此。他无论如何在宇宙生成论中说“当时它在奔行中如此相遇,但往往以别的方式”,又在别处说“无论以何种方式万物相遇”,并且他说动物的绝大多数部分是出自运气生成的,如当他说“而大地几乎等量地与这些相遇”,又说“温和的火焰遇到了短促的大地”,以及在别处说“在塞浦路斯神的手掌中遇到了这般湿气的事物”。
- 2.39τοὐναντίον ἢ βούλεται δεικνὺς τὸν τοιοῦτον λόγον περαίνοντα
分词 δεικνύς 依附于主动词 ἀντιλέγει,支配补充性分词 περαίνοντα,其宾格逻辑主语为 τὸν τοιοῦτον λόγον,意为“表明这样一种论据得出了与其所意图的相反的结论”。τοὐναντίον 作 περαίνοντα 的内在宾语。
- 2.39εἴτε γὰρ μὴ ὑπελάμβανον ... εἴτε ὑπολαμβάνοντες παρέλειπον
由 εἴτε ... εἴτε ... 构成的择一条件句,形成两难推论:“因为无论他们未曾认为[它是原因]……还是无论他们认为其存在却疏于[指教它]……这都是荒谬的”。两个分支中均以 ἄτοπον 作为述谓。
