- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:332.33-333.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘基于亚里士多德的引文(196b5),考察了将运气视作神圣原因的历史渊源及德尔菲神谕等古老习俗,并确立了探求运气与偶然的本质及其在四因体系中归属的讨论课题。
" Εἰσὶ δέ τινες οἷς δοκεῖ μὲν εἶναι αἰτία ἡ τύχη ἕως τοῦ καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἐμπίπτουσι." Τινὲς μὲν εἰ καὶ μὴ διαρρήδην λέγουσιν εἶναι τὴν τύχην, ἀλλ’ ἐξ ὧν λέγουσιν ἀναγκάζονται τὴν ὑπόστασιν αὐτῆς συγχωρεῖν, τινὲς δὲ καὶ αὐτόθεν ὁμολογοῦσιν εἶναι τὴν τύχην καὶ αἰτίαν αὐτὴν εἶναι λέγουσι· τί δέ ἐστιν, οὐκ ἔχουσι λέγειν ἄδηλον αὐτὴν ἀνθρωπίνῃ διανοίᾳ νομίζοντες ὡς θεῖόν τι οὖσαν καὶ δαιμόνιον καὶ διὰ τοῦτο τὴν ἀνθρωπίνην γνῶσιν ὑπερβαῖνον,1 ὥσπερ οἱ Στωικοὶ δοκοῦσι λέγειν. καὶ ὅτι μὲν πολλοὶ ταύτης γεγόνασι τῆς δόξης, δῆλον ἐκ τοῦ προσκυνεῖν τὴν Τύχην ὡς θεὸν καὶ ἱερὰ οἰκοδομεῖν αὐτῆς καὶ ὕμνους εἰς αὐτὴν ᾄδειν. ἔοικε δὲ ἡ μὲν ὡς περὶ θείου τινὸς τῆς Τύχης οὖσα δόξα καὶ πρὸ τοῦ Ἀριστοτέλους εἶναι2 παρὰ τοῖς Ἕλλησι καὶ οὐχ ὑπὸ πρώτων νομισθῆναι τῶν Στωικῶν, ὥς τινες οἴονται· καὶ γὰρ Πλάτων ἐν τοῖς Νόμοις “ὡς θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ, φησί, Τύχη καὶ Καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα”. τὸ δὲ καί τινας τῶν πόλεων Τύχας τιμᾶν καὶ ναοὺς οἰκοδομεῖν ὕστερον ἔοικε νομισθῆναι. οὐ γὰρ ἔχομεν παρὰ τοῖς παλαιοῖς Τυχῶν πόλεων ἱερὰ ἱστορημένα ἢ ἑορτὰς ἀναγεγραμμένας, καίτοι τὸ τῆς Τύχης ὄνομα καὶ παρὰ τοῖς παλαιοῖς τιμώμενον ἴσμεν· ἐν Δελφοῖς δὲ καὶ προκατῆρχεν ἐν ταῖς ἐρωτήσεσιν “ὦ Τύχη καὶ Λοξία, τῷδέ τινι θεμιστεύεις;” καὶ παρ’ Ὀρφεῖ δὲ μνήμης τετύχηκεν. εἰ οὖν οἱ μὲν τῶν θειοτέρων ἐν τῷ παντὶ σωμάτων τὴν αἰτίαν τῆς τύχης ἐξῆψαν, κἂν οὐ προσεποιήθησαν ὡς οὖσάν τι τὴν τύχην, οἱ δὲ τοῦ ὀνόματος ἐμνήσθησαν, κἂν μὴ ἐποιήσαντο περὶ αὐτῆς λόγον, οἱ δὲ καὶ θεῖόν τι ὑπέλαβον αὐτήν, διὰ πάντα ταῦτα δῆλον γέγονεν ὅτι ἔστι. καὶ ζητεῖν ἄξιον, τί ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον καὶ εἰ ἕτερα ἀλλήλων καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἐμπίπτουσι, τουτέστι πότερον τῶν ὑλικῶν ἢ τῶν εἰδικῶν ἐστιν αἰτίων ἢ μᾶλλον τῶν ποιητικῶν ἢ τελικῶν καὶ πότερον τῶν καθ’ αὑτὰ ἢ τῶν κατὰ συμβεβηκός.
“然而有些人认为运气是一个原因”至“以及它们如何归入确定的原因之中”。 有些人即便未曾明确地说运气存在,但由其所言亦不得不承认其实存;而另有些人则径直承认运气存在,并说它是一个原因。但运气究竟为何物,他们却无法说明,因为他们认为它对人类的理智而言是晦暗不明的,由于它是某种神圣的、神灵般的事物,并因而超越了人类的认识,正如斯多亚学派的人看似主张的那样。并且,许多人持有这种见解,这一点从他们将运气当作神明来崇拜、为其建造圣所并向其歌唱赞美诗中便显而易见。然而,将运气视为某种神圣之物的见解,看似早在亚里士多德之前便已存在于希腊人之中,而非如某些人所认为的那样首先由斯多亚学派所主张;因为柏拉图在《法律篇》中亦说:“神治理万物,且与神一起,”他说,“运气与机运共同掌舵所有人间之事。”另一方面,甚至崇敬城邦的某些运气女神并建造神庙,则看似是在后来才为人所信奉的。因为我们在古人那里并未见有记录城邦运气女神的圣所或载明的节日,尽管我们知道运气的名字在古人那里亦受尊崇;在德尔菲的祈问中甚至以此开端:“噢,运气与洛克西阿斯,你为这某个人作出神谕吗?”且在俄耳甫斯那里亦受到了提及。因此,如果说有些人将宇宙中较神圣物体的起因与运气联系在一起(即便他们未曾声称运气是某种实存物),而另有些人提及了这个名字(即便他们未对其作出说明),还有些人甚至将其视作某种神圣之物,那么通过这一切,它的存在便已显明。并且,运气与偶然究竟为何物,它们是否彼此不同,以及它们如何归入确定的原因之中——也就是说,究竟属于质料因还是形相因,或者毋宁属于动力因还是目的因,以及究竟属于自身的原因还是偶性的原因——乃是值得探讨的。
- 2.40ὑπερβαῖνον
中性单数宾格现在分词。其语法性受表语同位补足短语 θεῖόν τι(某种神圣之物)的吸引而保持中性一致,而非与其作为逻辑主语的阴性代词 αὐτήν(运气)保持一致。
- 2.40ἔοικε δὲ ἡ μὲν ὡς περὶ θείου τινὸς τῆς Τύχης οὖσα δόξα καὶ πρὸ τοῦ Ἀριστοτέλους εἶναι
动词 ἔοικε 构成的个人句式。其主语是带冠词的名词短语 ἡ ... δόξα,支配补充不定词 εἶναι(“该见解看似存在……”)。冠词 ἡ 与名词 δόξα 之间嵌入了分词短语 ὡς περὶ θείου τινὸς τῆς Τύχης οὖσα。
