← 辛普里丘

亚里士多德《物理学》注释

§30.14-32.25

巴门尼德与恩培多克勒的对立本原说

辛普利丘通过引证诗句证明,巴门尼德确立了光与暗等对立面作为感觉世界的元素本原并以统御的神明作为动力因,而恩培多克勒则在可知与感觉两个世界中均设定了四元素以及爱与争,认为这两种力量在各处共同发挥作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#10

μετελθὼν δὲ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ ὁ Παρμενίδης, ἤτοι ἀπὸ ἀληθείας ὡς αὐτός φησιν ἐπὶ δόξαν, ἐν οἷς λέγει ἐν τῷ σοι παύω πιστὸν λόγον ἠδὲ νόημα ἀμφὶς ἀληθείης, δόξας δ’ ἀπὸ τοῦδε βροτείους μάνθανε, κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων, τῶν γενητῶν ἀρχὰς καὶ αὐτὸς στοιχειώδεις μὲν τὴν πρώτην ἀντίθεσιν ἔθετο, ἣν φῶς καλεῖ καὶ σκότος 〈ἢ〉 πῦρ καὶ γῆν ἢ πυκνὸν καὶ ἀραιὸν ἢ ταὐτὸν καὶ ἕτερον, λέγων ἐφεξῆς τοῖς πρότερον παρακειμένοις ἔπεσι μορφὰς γὰρ κατέθεντο δύο γνώμαις ὀνομάζειν, τῶν μίαν οὐ χρεών ἐστιν,1 ἐν ᾧ πεπλανημένοι εἰσίν· ἀντία δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο χωρὶς ἀπ’ ἀλλήλων, τῇ μὲν φλογὸς αἰθέριον πῦρ ἤπιον † τὸ μέγ’ ἀραιὸν ἐλαφρόν, ἑαυτῷ πάντοσε τὠυτόν, τῷ δ’ ἑτέρῳ μὴ τὠυτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτὸ τἀντία, νύκτ’ ἀδαῆ, πυκινὸν δέμας ἐμβριθές τε. καὶ δὴ καὶ καταλογάδην μεταξὺ τῶν ἐπῶν ἐμφέρεταί τι ῥησείδιον ὡς αὐτοῦ Παρμενίδου ἔχον οὕτως· “ἐπὶ τῷδέ ἐστι τὸ ἀραιὸν καὶ τὸ θερμὸν καὶ τὸ φάος καὶ τὸ μαλθακὸν καὶ τὸ κοῦφον, ἐπὶ δὲ τῷ πυκνῷ ὠνόμασται τὸ ψυχρὸν καὶ ὁ ζόφος καὶ σκληρὸν καὶ βαρύ· ταῦτα γὰρ ἀπεκρίθη ἑκατέρως ἑκάτερα.” οὕτω σαφῶς ἀντίθετα δύο στοιχεῖα ἔλαβε· διὸ πρότερον ἓν τὸ ὂν δό’ ἔγνω,2 καὶ πεπλανῆσθαί δέ φησι τοὺς τὴν ἀντίθεσιν τῶν τὴν γένεσιν συνιστώντων στοιχείων μὴ συνορῶντας ἢ μὴ σαφῶς ἀποκαλύπτοντας· ᾧπερ καὶ Ἀριστοτέλης ἀκολουθῶν ἀρχὰς ἔθετο τὰ ἐναντία. καὶ ποιητικὸν δὲ αἴτιον οὐ σωμάτων μόνον τῶν ἐν τῇ γενέσει ἀλλὰ καὶ ἀσωμάτων τῶν τὴν γένεσιν συμπληρούντων σαφῶς παραδέδωκεν ὁ Παρμενίδης λέγων αἳ δ’ ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἵεται αἶσα. ἐν δὲ μέσῳ τούτων δαίμων ἣ πάντα κυβερνᾷ· † πάντα γὰρ στυγεροῖο τόκου καὶ μίξιος ἄρχει πέμπουσ’ ἄρσενι θῆλυ μιγὲν τό τ’ ἐναντίον αὖθις ἄρσεν θηλυτέρῳ. Ἀλλὰ δὴ καὶ Ἐμπεδοκλῆς περί τε τοῦ νοητοῦ κόσμου καὶ περὶ τοῦ αἰσθητοῦ διδάσκων καὶ ἐκεῖνον τούτου ἀρχέτυπον παράδειγμα τιθέμενος ἐν ἑκατέρῳ μὲν ἀρχὰς καὶ στοιχεῖα τὰ τέτταρα ταῦτα τέθεικε πῦρ ἀέρα ὕδωρ καὶ γῆν, καὶ ποιητικὰ αἴτια τὴν φιλίαν καὶ τὸ νεῖκος, πλὴν ὅτι τὰ μὲν ἐν τῷ νοητῷ τῇ νοητῇ ἑνώσει κρατούμενα διὰ φιλίας μᾶλλον συνάγεσθαί φησι, τὰ δὲ ἐν τῷ αἰσθητῷ ὑπὸ τοῦ νείκους μᾶλλον διακρίνεσθαι. ᾧ καὶ ὁ Πλάτων κατακολουθῶν, ἢ πρὸ τοῦ Πλάτωνος ὁ Τίμαιος, ἐν τῷ πρώτῳ παραδείγματι τῷ νοητῷ τὰς τέτταρας ἰδέας προυπάρχειν φησὶ τὰς ἀπὸ τῶν τεττάρων στοιχείων χαρακτηριζομένας καὶ τὸν τετραμερῆ τοῦτον κόσμον τὸν αἰσθητὸν ἐν ἐσχάτοις παραγούσας, τοῦ νείκους ἐνταῦθα κρατοῦντος διὰ τὴν ἀπὸ τῆς νοητῆς ἑνώσεως ὑποβᾶσαν διάκρισιν. καὶ γέγονεν ὁ λόγος αὐτῷ περὶ ἀμφοτέρων τῶν κόσμων κοινός, πλὴν καὶ οὗτος ὡς ἐν ὕλης λόγῳ τὰ τέτταρα θεὶς στοιχεῖα τὴν περὶ αὐτὰ ἐναντίωσιν τῆς φιλίας καὶ τοῦ νείκους ἐθεάσατο. ὅτι γὰρ οὐχ ὡς οἱ πολλοὶ νομίζουσι φιλία μὲν μόνη κατ’ Ἐμπεδοκλέα τὸν νοητὸν ἐποίησε κόσμον, νεῖκος δὲ μόνον τὸν αἰσθητόν, ἀλλ’ ἄμφω πανταχοῦ οἰκείως θεωρεῖ, ἄκουσον αὐτοῦ τῶν ἐν τοῖς Φυσικοῖς λεγομένων, ἐν οἷς καὶ τῆς ἐνταῦθα δημιουργικῆς συγκράσεως τὴν Ἀφροδίτην ἤτοι τὴν φιλίαν αἰτίαν φησί. καλεῖ δὲ τὸ μὲν πῦρ καὶ Ἥφαιστον καὶ ἥλιον καὶ φλόγα, τὸ δὲ ὕδωρ ὄμβρον, τὸν δὲ ἀέρα αἰθέρα. λέγει οὖν πολλαχοῦ μὲν ταῦτα καὶ ἐν τούτοις δὲ τοῖς ἔπεσιν ἡ δὲ χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα Ἡφαίστῳ τ’ ὄμβρῳ τε καὶ αἰθέρι παμφανόωντι, Κύπριδος ὁρμισθεῖσα τελείοις ἐν λιμένεσσιν, εἴτ’ ὀλίγον μείζων εἴτε πλέον ἐστὶν ἐλάσσων. ἐκ τῶν αἷμά τε γέντο καὶ ἄλλης εἴδεα σαρκός. καὶ πρὸ τούτων δὲ τῶν ἐπῶν ἐν ἄλλοις τὴν ἀμφοῖν ἐν τοῖς αὐτοῖς ἐνέργειαν παραδίδωσι λέγων ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος δίνης, ἐν δὲ μέσῃ Φιλότης στροφάλιγγι γένηται, ἐν τῇ δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν’ ἄλλοθεν ἄλλα. τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν. πολλὰ δ’ ἄμιχθ’ ἕστηκε κεραιομένοισιν ἐναλλάξ, ὅσσ’ ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμεμφέως πὼ πᾶν ἐξέστηκεν ἐπ’ ἔσχατα τέρματα κύκλου. ἀλλὰ τὰ μέν τ’ ἐνέμιμνε μελέων, τὰ δέ τ’ ἐξεβεβήκει. ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή.3 αἶψα δὲ θνήτ’ ἐφύοντο τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα διαλλάξαντα κελεύθους.

巴门尼德从可知事物转向感觉事物,或者如他自己所说,从真理转向意见,在其中他说道:“在此我为你结束关于真理的可靠言论与思考;从今以后,你当倾听我言辞中具有欺骗性的秩序,从而学习凡人的意见”,他自己也将最初的对立确立为生成事物的元素性本原,他称之为光与暗,或火与土,或密与稀,或同与异,并在前面所引诗句之后接着说:“因为他们依其判断确立了两种形相来命名,其中之一是不应当命名的——在这一点上他们陷入了迷误——他们将形体区分为对立之物,并确立了彼此分离的标志:对于一者,是烈焰的空灵之火,温和、极度稀薄、轻快,在各方面自身同一,却与另一者不同;但那另一者亦依其自身而处于对立,是无知的夜,稠密的形体且沉重。” 事实上,在这些诗行之间,还以散文形式流传着一段据说是巴门尼德本人的简短词句,其内容如下:“在此之下是稀薄与温热与光明与柔软与轻灵,而在稠密之下则被命名为寒冷与幽暗与坚硬与厚重;因为这两组事物被各自归入了对应的两侧。” 这样,他清楚地采取了两个对立的元素;因此,在先前认识了单一的存在之后,他现在认识了二,并且他还说,未能洞见或未能清楚揭示构成生成的元素之对立的人,乃是陷入了迷误;亚里士多德亦依循于他,将对立者确立为本原。此外,巴门尼德不仅为生成中的物体,而且亦为完成生成的非物体明确提供了动力因,说道:“紧随其后的是夜的〔冠冕〕,而在它们之后则被投以烈焰的分额。在这些事物的中部,有着统御万物的神明;因为她掌管着所有可憎的分娩与交合,派遣雌性去与雄性交配,又反过来派遣雄性去与雌性交配。” 然而,恩培多克勒同样在教授关于可知世界和感觉世界的学说时,将前者设定为后者的原型范型,在两个世界中均将这四者确立为本原与元素:火、气、水、土,并将爱与争确立为动力因;只不过他说,可知世界中的事物受制于可知合一,因而更多地由于爱而汇聚,而感觉世界中的事物则更多地被争所分离。柏拉图亦紧随其后,或者在柏拉图之前的蒂迈欧亦然,声称在最初的可知范型中,预先存在着由四种元素所刻画并在最终派生出这个由四个部分组成的感觉世界的四种相,争在这里由于从可知合一下降而来的分离而占据统治地位。对他而言,关于这两个世界的论述成为了共通的;只不过他也将四种元素置于质料的地位,观照了围绕着它们的爱与争的对立。因为并不像多数人所认为的那样,在恩培多克勒那里仅仅是爱创造了可知世界,仅仅是争创造了感觉世界,而是他在各处均适宜地考量了二者,请听他在《物理学》中所言,在其中他亦指出阿佛洛狄忒,即爱,是在此岸创造性混合的原因。他将火称为赫淮斯托斯、太阳与火焰,将水称为暴雨,将气称为以太。他在许多地方谈及这些,在这些诗句中亦然:“大地与这些,即与赫淮斯托斯、暴雨以及明澈的以太,几乎以同等分额相遇,在库普里斯完备的港湾中抛锚,无论是略大一些还是较小许多。从中生成了血液以及其他肌肉的形相。” 在这些诗句之前,他在其他诗句中亦传授了二者在同一事物中的活动,说道:“当争到达旋涡的最深之底,而爱处于旋转的中心时,正是在那里这一切事物聚合成仅为一体,不是骤然如此,而是自愿地从不同地方彼此聚集。随着它们的混合,流淌出了必死之物的无数族群。但仍有许多事物未经混合而矗立着,与那些被混合的事物交替相间,只要争依然将其在高处遏阻;因为它尚未无可指责地完全退至圆环的最外边界。但它的一部分肢体仍留在内,另一部分则已退出。然而无论〔争〕何时向前逃奔多少,和蔼无瑕的爱那不朽的进击便始终追赶多少。顷刻间,先前习于不朽的事物生成为必死的,先前未混合的纯净之物在改变路径后成为了纯正的混合物。”

语法注3 条
  1. 1.2μορφὰς γὰρ κατέθεντο δύο γνώμαις ὀνομάζειν, τῶν μίαν οὐ χρεών ἐστιν

    关于分句 τῶν μίαν οὐ χρεών ἐστιν 的句法解读,主要有两种:(1) 补充前行的动词不定式 ὀνομάζειν,解作“在这两者中不应当[命名]其中之一”(即凡人命名了不该命名的那一者);(2) 解作“在这两者中不应当仅仅[命名]其中单单一个”。结合后文辛普利丘强调巴门尼德确立了两个对立元素的语境,此处承接前行的 ὀνομάζειν,否定词 οὐ 作用于 χρεών ἐστιν。

  2. 1.2διὸ πρότερον ἓν τὸ ὂν δό’ ἔγνω

    底本异文 δό’ ἔγνω 应理解为 δύ’ ἔγνω(即 δύο ἔγνω 的缩并变体)。在句法上,它与前项 πρότερον ἓν τὸ ὂν [ἔγνω] 形成紧凑的省略对照:即“从前认识到存在为一,如今认识到[元素]为二”。ἓν 与 δύο 均作 ἔγνω 的宾语或宾语补足语。

  3. 1.2ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή

    由相关代词 ὅσσον ... τόσον 构成的比例对应句式(“争逃遁多少……爱便追赶多少”)。祈愿语气 ὑπεκπροθέοι 表过去的反复或可能动作,主句未完成过去时 ἐπῄει 则表示爱神不可阻挡的突进(ὁρμή)随之持续追击。属格 Φιλότητος ἀμεμφέος 作 ὁρμή 的定语(所属属格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:30.14-32.25