← 辛普里丘

亚里士多德《物理学》注释

§328.20-329.20

否定运气与偶然作为原因的论据重构

辛普利丘将否定运气与偶然是原因的两个论据重构成三段论形式,结合市集的例子阐明确定动因的存在,探讨古代智者的沉默,并驳斥了亚历山大对亚里士多德双重否定修辞的语法指责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.38#2

καὶ ἔστι τὸ πρῶτον τοιοῦτον· πάντων τῶν γινομένων καὶ ὅσα λέγομεν ἀπὸ τύχης ἢ ἐκ ταὐτομάτου γίνεσθαι αἴτια ὡρισμένα ἐστίν· οὐδενός, ὧν ἐστιν αἴτια ὡρισμένα, αἴτια ἂν εἴη τύχη ἢ τὸ αὐτόματον, διότι κἂν αἴτια ταῦτα λέγωσιν, ἀλλ’ ἀόριστα πάντες ὁμολογοῦσιν αὐτά· οὐδενὸς ἄρα τῶν γινομένων αἴτια ἂν εἴη τύχη ἢ τὸ αὐτόματον. οὕτως μὲν ἐν πρώτῳ σχήματι κατὰ τὸν δεύτερον τῶν ἀναποδείκτων1 ἔστι συναγαγεῖν. ἔστι δὲ καὶ ἐν δευτέρῳ σχήματι συναγαγεῖν οὕτως· πάντων τῶν γινομένων τὰ αἴτια ὡρισμένα ἐστίν· ἡ τύχη καὶ τὸ αὐτόματον οὐδενός ἐστιν αἴτια ὡρισμένα· οὐδενὸς ἄρα τῶν γινομένων ἡ τύχη αἰτία οὐδὲ τὸ αὐτόματον. καὶ ὅτι μὲν πάντων τῶν γινομένων, καὶ ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίνεσθαι ἢ τύχης, ἔστι τι αἴτιον ὡρισμένον, ἔδειξε διὰ τοῦ παραδείγματος. ἐλθὼν γάρ τις εἰς ἀγορὰν διὰ τὸ ἀγοράσαι, τουτέστιν ἐν ἀγορᾷ διατρῖψαι ἢ καὶ ὠνήσασθαι, κατέλαβεν ἐκεῖ τὸν χρεώστην, ὃν ἐβούλετο μὲν καταλαβεῖν, οὐκ ᾤετο δὲ καταλήψεσθαι, καὶ ἀπέλαβε τὸ ἀργύριον. τοῦτο πάντες κατὰ τύχην ἢ ἐκ ταὐτομάτου γεγονέναι φαμέν. καὶ ὅμως ἔστι καὶ τούτου ποιητικὸν αἴτιον ὡρισμένον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα. διὰ τοῦτο γὰρ καὶ κατέλαβε τὸν χρεώστην καὶ ἀπέλαβε τὸ ἀργύριον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης ἔστι τι ἀεὶ λαβεῖν αἴτιον ὡρισμένον καὶ οὐ τὴν τύχην. ὅτι δὲ καὶ εἴπερ ἦν αἴτιον ἡ τύχη ἀόριστον ἦν, οὐδὲ ἀποδεῖξαι ἠξίωσε· τοιαύτην γὰρ παρὰ πᾶσιν ἔννοιαν ἔχουσιν ἥ τε τύχη καὶ τὸ αὐτόματον. ὁ δὲ δεύτερος λόγος τοιοῦτος ἂν εἴη· εἰ ἔστι τῶν γινομένων αἴτιον ἡ τύχη καὶ τὸ αὐτόματον, ἄτοπον ἄν τι καὶ ἄπορον ἀκολουθήσοι, τί δή ποτε οἱ πάλαι σοφοὶ τὰς αἰτίας τῆς γενέσεως καὶ φθορᾶς λέγοντες τούτων οὐκ ἐμνημόνευσαν. ᾧ δὲ ἄτοπόν τι ἀκολουθεῖ, τοῦτο καὶ αὐτὸ ἄτοπον ἂν εἴη. ὥστε ἄτοπον ἂν δόξοι τὸ εἶναι τῶν γινομένων ἑνός τινος αἰτίαν τὴν τύχην ἢ τὸ αὐτόματον. δυνατὸν δὲ καὶ οὕτως συνάγειν· εἰ μηδὲ τῶν ἀρχαίων σοφῶν τις αἴτια τὴν τύχην καὶ τὸ αὐτόματον ἐνόμιζεν, οὐδὲ εἶναι αὐτὰ αἴτια εἰκός. ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα λῆγον.2 ὅτι δὲ οὐδεὶς τῶν ἀρχαίων ἐνόμιζε, δείκνυσιν οὕτως· εἰ ἐνόμιζον οἱ τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς εἰπόντες αἴτιον εἶναι τὴν τύχην καὶ τὸ αὐτόματον, διώρισαν ἂν περὶ αὐτῶν· ἀλλὰ μὴν οὐ διώρισαν. ᾐτιάσατο δὲ ὁ Ἀλέξανδρος τὴν λέξιν ὡς ἀκατάλληλον τὴν λέγουσαν3 τί δήποτε οὐδεὶς περὶ τύχης οὐδὲν διώρισεν. ἔδει γάρ, φησίν, ἐπενεγκεῖν περὶ τύχης τι διώρισεν, διότι πρόκειται τὸ ἀποφατικὸν ἐν τῷ οὐδείς. καὶ δῆλον ὅτι πολλῷ μᾶλλον ἂν μέμψαιτο τῷ Πλάτωνι λέγοντι “οὐδεὶς εἰς οὐδὲν οὐδενὸς ἂν γένοιτο ἄξιος”. ἀλλὰ καὶ θαυμάσαι μᾶλλον ἔδει τὸ χωρίον καὶ σαφῶς καὶ ἀκριβῶς καὶ ἐντρεπτικῶς ἡρμηνευμένον.

而第一种[论据]是这样的:对于一切生成之物,以及我们所说的一切出自运气或偶然生成之物,都存在确定的原因;在凡是有确定原因的事物中,运气或偶然都不可能是其原因,因为即便人们称它们为原因,但所有人都承认它们是不确定的;因此,对于生成之物中的任何事物,运气或偶然都不可能是其原因。以这种方式,可以在第一格中依照第二种不可明证之式推导得出。而且亦可以在第二格中如此推导:对于一切生成之物,原因都是确定的;运气与偶然对任何事物而言都不是确定的原因;因此,对于任何生成之物,运气不是原因,偶然亦不是。至于对于一切生成之物,以及我们所说的一切出自偶然或运气生成之物,都存在某种确定的原因,他通过实例展示了这一点。因为某人为了进行市集贸易——即在市集停留走动或进行采购——而去往市集,在那里遇见了他的债务人——他虽然希望能遇见,却未曾料想真能遇见——并且收回了银钱。这件事情,我们大家都说是依运气或出自偶然发生的。然而即使对于这件事,亦存在确定的动因,即其前往并意欲购物。正是由于这一缘故,他才既遇见了债务人,又收回了银钱。同样,在出自运气的其他事物上,亦总能抓住某种确定的原因,而不是运气。至于假若运气是原因它便是不确定的这一点,他甚至认为无需证明;因为运气与偶然在众人之中皆具有如此的概念。而第二种论据则可能是这样的:如果运气与偶然是生成之物的原因,便会随之产生某种荒谬且困惑的事态:究竟为何古代智者在谈论生成与毁灭的原因时,完全没有提及它们?然而,凡随之产生荒谬事态者,其本身亦应当是荒谬的。因此,运气或偶然是生成之物中任何一件的原因,这似乎是荒谬的。亦可以这样推导:如果古代智者中没有任何人认为运气与偶然是原因,那么它们是原因亦是不合情理的。然而前件[为真],因此后件[亦为真]。至于古代人无一人这样认为,他如此表明:如果那些论及生成与毁灭的原因的人认为运气与偶然是原因,他们便会对它们作出某种限定;然而他们并未作出限定。但是亚历山大指责该处措辞不合语法,即说“究竟为何没有人就运气作出任何限定”的那句话。因为他说,理当跟以“就运气作出了某种限定”,这是因为否定含义已经预先置于“没有人”之中了。显而易见,对于说“没有任何人在任何方面会成为有任何价值的人”的柏拉图,他定会更加严厉地加以责备。然而人们反而应当赞赏这一文段表达得既明晰、精确又令人信服。

语法注3 条
  1. 2.38ἐν πρώτῳ σχήματι κατὰ τὸν δεύτερον τῶν ἀναποδείκτων

    此处将斯多亚学派的“不可明证之式”(ἀναπόδεικτοι)术语与亚里士多德第一格第二式(Celarent,全称否定式)的三段论框架结合使用。辛普利丘将前述推论(大前提:凡生成者皆有确定原因;小前提:凡有确定原因者运气皆非其原因;结论:凡生成者运气皆非其原因)定式化为第一格的全称否定推导。

  2. 2.38ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα λῆγον

    这是表达假言三段论(肯定前件式)的标准程式化表达,省略了系动词(ἔστι 或 ἀληθές ἐστι)。其基本句式为“然而前件[为真],因此后件[亦为真]”,作为一种技术性简略语以承接前面的条件命题并导出结论。

  3. 2.38ᾐτιάσατο δὲ ὁ Ἀλέξανδρος τὴν λέξιν ὡς ἀκατάλληλον τὴν λέγουσαν

    ᾐτιάσατο 的直接宾语是 τὴν λέξιν(责难该措辞),ὡς ἀκατάλληλον 作表语性修饰(“视为不合语法/破格”),随后的分词短语 τὴν λέγουσαν... 则作为同位或限制性成分修饰 τὴν λέξιν。亚历山大在这里针对希腊语中常见的双重否定强化句式(οὐδείς... οὐδέν)提出了语法诘难,认为在否定主语 οὐδείς 之后再用 οὐδέν 是不合语法的矛盾表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:328.20-329.20