- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:327.7-328.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德于《物理学》第二卷第四章(195b31)转向探讨运气与偶然之际,辛普里丘指出了早期自然哲学家与诗人如何将运气视作原因使用,梳理了诸探求问题的递进次序(是否存在、是什么、有何差异、属于何种原因),并阐明了亚里士多德为何从反对运气作为原因的论证入手开始分析性论述。
" Λέγεται δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον ἕως τοῦ ἀλλ’ ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδὲ ἐκεῖνοι εἶναι ἀπὸ τύχης." Εἰπὼν τίνα τε καὶ πόσα τὰ αἴτια, καὶ τίνες τρόποι καὶ διαφοραὶ θεωροῦνται καθ’ ἕκαστον, ἐπειδὴ λέγεται καὶ ἡ τύχη καὶ τὸ αὐτόματον αἴτια καὶ πολλὰ καὶ εἶναι καὶ γίνεσθαι διὰ τύχην καὶ τὸ αὐτόματον, ἀκόλουθον ἦν ζητεῖν εἰ ἔστι, τί ἐστι καὶ ὑπὸ τί τῶν εἰρημένων αἰτίων ἀνάγεται ταῦτα. ἀλλ’ ὅτι μὲν οὐ μάτην εἶπεν ὁ Ἀριστοτέλης λέγεσθαι ταῦτα1 *. καὶ γὰρ οἱ μὲν πολλοὶ καὶ αὐτόθεν οἴονται πολλῶν αἰτίαν εἶναι τὴν τύχην καὶ τὸ αὐτόματον, οἱ δὲ φυσιολόγοι κἂν μὴ λέγωσί τι περὶ αὐτῆς, ἀλλ’ οὖν ὡς οὔσῃ χρῶνται καὶ ὀνομάζουσι. καὶ γὰρ Ἐμπεδοκλῆς ἐν οἷς φησιν οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως, καὶ πάλιν ὅπῃ συνέκυρσεν ἅπαντα, τὴν τύχην αἰτιᾶσθαι δοκεῖ. καὶ οἱ θεὸν ἢ ὕλην τὰς ἀρχὰς λέγοντες ἢ ἀγαθὸν καὶ κακὸν τὴν διάτασιν αὐτῶν καὶ τὸν μερισμὸν τῶν τόπων καὶ τὰ τοιαῦτα ἐκ τύχης ἢ ἐκ ταὐτομάτου λέγειν ἀναγκασθήσονται. ἀλλὰ καὶ Δημόκριτος ἐν οἷς φησι “δεῖνον ἀπὸ τοῦ παντὸς ἀποκριθῆναι παντοίων εἰδέων” (πῶς δὲ καὶ ὑπὸ τίνος αἰτίας μὴ λέγει) ἔοικεν ἀπὸ ταὐτομάτου καὶ τύχης γεννᾶν αὐτόν. καὶ Ἀναξαγόρας δὲ τὸν νοῦν ἐάσας, ὡς φησιν Εὔδημος, καὶ αὐτοματίζων τὰ πολλὰ συνίστησι. καὶ τῶν ποιητῶν δὲ ἔνιοι πάντα σχεδὸν εἰς τὴν τύχην ἄγουσιν, ὥστε καὶ τῆς τέχνης οἰκείαν αὐτὴν ποιεῖν λέγοντες τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην. τὸν εὐτυχοῦντα δὲ καὶ φρονεῖν φασι. πρὸς δὲ τούτοις ὁρῶμεν ἔνια τῶν ἀπὸ τέχνης γινομένων καὶ ἀπὸ τύχης γινόμενα· καὶ γὰρ ὑγίεια καὶ ἀπὸ τύχης δοκεῖ γίνεσθαι ὥσπερ ἀπὸ τέχνης. διψήσας γὰρ καὶ πιών τις ψυχρὸν ὕδωρ γέγονεν ὑγιής. ἀλλ’ ἴσως οὔ φησι Δημόκριτος τὴν τύχην αἰτίαν εἶναι ἀλλὰ τὸ διψῆσαι. ἀλλὰ καὶ οἱ πολλοὶ πάντα τύχην φασὶν εἶναι καὶ τοῖς θεοῖς εὐτυχεῖν εὔχονται. εἰ οὖν λέγεται καὶ ταῦτα αἴτια, τὸν περὶ αἰτίων τελείως ἀποδεδωκέναι δοκοῦντα χρὴ ζητεῖν, τίνι τῶν εἰρημένων τεττάρων αἰτίων ἡ τύχη καὶ τὸ αὐτόματον συνταχθήσονται καὶ κατὰ τίνα τῶν ἀποδεδομένων ἑκάστου τρόπων, καὶ πρὸ τούτου πότερον ἡ τύχη καὶ τὸ αὐτόματον τὰ αὐτά ἐστιν ἢ ἕτερα, καὶ εἰ ἕτερα, τίνι διαφέρετον ἀλλήλων. τούτου δὲ προηγεῖται τὸ τί ἐστιν ἑκάτερον τούτων· μὴ γὰρ δειχθείσης τῆς ἑκατέρου φύσεως οὐδ’ ἂν ἡ διαφορὰ δήλη γένοιτο. ἀλλὰ καὶ τοῦ τί ἐστιν ἑκάτερον προηγεῖται τὸ εἰ ἔστιν ὅλως. οὐ γὰρ ἀναμφίλεκτος ἡ τούτων ὑπόστασις. οὕτως οὖν ἐν τάξει τὰ προβλήματα ἐκθέμενος ἀναλυτικῶς ἀπὸ τοῦ ἐσχάτου κατὰ τὴν ἀνάλυσιν εὑρεθέντος προβλήματος, τοῦτο δὲ ἦν εἰ ἔστιν ὅλως ἡ τύχη καὶ τὸ αὐτόματον, ἀπὸ τούτου ἄρχεται τῆς ἀποδείξεως.2 καὶ πρῶτον τὰς ἐφ’ ἑκάτερα ἐπιχειρήσεις ἐκτίθεται προτάττων δύο ἐπιχειρήματα τῶν μὴ ἡγουμένων ἐν τοῖς αἰτίοις δεῖν τετάχθαι τὴν τύχην καὶ τὸ αὐτόματον (μὴ γὰρ εἶναί τινος αἴτια), ὧν τὸ μὲν πρῶτον ἀποδεικτικόν ἐστι, τὸ δὲ δεύτερον ἔνδοξον.
“运气与偶然亦被言说”直到“但正如所见,即使是他们也不认为有任何事物出自运气”。 在说明了原因是什么、有多少种,以及在每种原因中考察到哪些样式与差异之后,既然运气与偶然亦被说成是原因,且许多事物被说成因运气与偶然而在且生成,那么依序应当探讨的是:它们是否存在,它们是什么,以及它们被归入上述原因中的哪一种。然而亚里士多德说它们被如此言说,并非徒劳[这是显然的]。因为大众直接认为运气与偶然是许多事物的原因,而自然哲学家们即便对此未作任何说明,却仍将它视作存在之物而加以使用并称呼。事实上,恩培多克勒在说道“因为那时在运行中如此偶遇,而往往以其他方式”以及“依一切事物偶遇之方式”之处,似乎就把运气当作原因。而那些将神或质料、或善与恶说成是本原的人,也将被迫承认它们的伸展、场所的划分及类似事物是出自运气或偶然。此外,德谟克利特在说道“各种形式的漩涡从全体中分离出来”之处(但他并未说明如何分离以及由何种原因导致),似乎也是由偶然与运气使之产生的。阿那克萨戈拉正如欧德谟所言,抛开了心灵,凭偶然建立起绝大多数事物。一些诗人亦将几乎一切归于运气,甚至使其与技术相亲,说“技术眷顾运气,运气亦眷顾技术”。他们还说走运者亦有智慧。除这些之外,我们看到依凭技术而生成的事物中,有些亦能出自运气;因为健康亦如同出自技术一般似乎亦能出自运气。因为某人感到口渴并饮用了冷水,便恢复了健康。不过,德谟克利特或许并不是说运气是原因,而是说口渴[是原因]。然而大众亦称万事皆为运气,并向诸神祈求幸运。那么,如果这些亦被说成是原因,那个被认为对诸原因作了完满交代的人,就必须探求运气与偶然应当被归入上述四种原因中的哪一种,以及依各原因所交代的哪种样式;而在此之前,须探讨运气与偶然是相同之物还是不同之物,若不同,它们彼此因何而异。但在这之前,它们各自是什么的问题更在先;因为若未展示出各自的本性,其差异亦不会显明。然而,在各自是什么之前,根本是否存在的问题更在先;因为它们的自存并非毫无争议。因此,在依序陈列出诸论题之后,依分析法从分析中求得的最后论题开始——这便是运气与偶然根本是否存在——他便由此开始其论证。他首先摆出两方面的论辩,把那些不认为应当将运气与偶然列入原因之列的人(因为它们不构成任何事物的原因)的两个论据置于首位,其中第一个论据是证明性的,第二个则是普遍赞同的。
- 2.38ἀλλ’ ὅτι μὲν οὐ μάτην εἶπεν ὁ Ἀριστοτέλης λέγεσθαι ταῦτα *
手稿及校勘本中以星号标出一处脱文。由于紧随其后的 καὶ γὰρ...(“因为事实上……”)为亚里士多德断言的合理性提供了论据,在句法上应在 ὅτι 从句处补足诸如 δῆλον(“是显然的”)或 φανερόν 等省略的主节表语形容词以使语流通畅。
- 2.38ἀναλυτικῶς ἀπὸ τοῦ ἐσχάτου κατὰ τὴν ἀνάλυσιν εὑρεθέντος προβλήματος, τοῦτο δὲ ἦν εἰ ἔστιν ὅλως ἡ τύχη καὶ τὸ αὐτόματον, ἀπὸ τούτου ἄρχεται τῆς ἀποδείξεως
此句为照应重述结构(resumptive construction):前置的介词短语 ἀπὸ τοῦ ἐσχάτου... προβλήματος 被插入句(τοῦτο δὲ ἦν...)隔开后,由代词短语 ἀπὸ τούτου 再次承接,并连至主句谓语动词 ἄρχεται。这表明了从分析法(最后得出最本原的问题)转向论证(正从该本原开始出发)的逻辑顺序。
