← 辛普里丘

亚里士多德《物理学》注释

§325.27-327.6

因果的同时性与探求最高原因

辛普里丘阐释了现实中的原因与结果的同时性及潜能中非同时性的差异(195b16–21),随后论述了必须探求最高(最本然)原因的要求,以及原因与结果应在同等层次(属对应属、潜能对应潜能等)上相互对应的规则(195b21–)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.36

" Διαφέρει δὲ τοσοῦτον ἕως τοῦ φθείρεται γὰρ οὐχ ἅμα ἡ οἰκία καὶ ὁ οἰκοδόμος." Εἰπὼν τοὺς ἓξ τρόπους διχῇ διῃρῆσθαι τῷ τε δυνάμει καὶ τῷ ἐνεργείᾳ τὴν διαφορὰν τῶν δυνάμει καὶ ἐνεργείᾳ παραδίδωσι λέγων ὅτι τὰ μὲν ἐνεργείᾳ ὄντα αἴτια καὶ αἰτιατὰ ἅμα ἔστι καὶ οὐκ ἔστιν.1 εἰπὼν δὲ τὰ ἐνεργοῦντα προσέθηκε καὶ τὰ καθ’ ἕκαστον, οὐχ ὡς ἄλλα παρὰ τὰ ἐνεργοῦντα λέγων, ἀλλ’ ὅτι τὰ ἐνεργοῦντα τὰ καθέκαστά ἐστι. ταῦτα γὰρ ἐνεργεῖ καὶ ποιεῖ καὶ πάσχει, ἀλλ’ οὐ τὰ τούτων εἴδη καὶ γένη· οὐδὲ γὰρ ὑφέστηκέ τι τῶν οὕτως κοινῶν καθ’ αὑτό. τὰ δὲ ἐνεργείᾳ καθέκαστα ὄντα καὶ συνυφέστηκεν ἀλλήλοις, οἷον ὅδε ὁ οἰκοδομῶν, ἕως ἂν οἰκοδομῇ, ἅμα τῷ οἰκοδομουμένῳ ἐστί. τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεὶ ἅμα. καὶ τούτου τεκμήριον ἐναργὲς παρέθετο τὸ μὴ ἅμα φθείρεσθαι τὸν οἰκοδόμον καὶ τὴν οἰκίαν. πολυχρονιωτέρα γὰρ ὡς ἐπίπαν ἡ οἰκία τοῦ οἰκοδόμου ἐστίν. οἰκοδομοῦντος δέ τινος πάντως οἰκοδομεῖταί τι καὶ οἰκοδομουμένου τινὸς πάντως οἰκοδομεῖ τι, καὶ μὴ οἰκοδομοῦντος οὐκ οἰκοδομεῖται καὶ μὴ οἰκοδομουμένου οὐκ οἰκοδομεῖ· ὥστε ἅμα εἶναι καὶ μὴ εἶναι. λέγει δὲ νῦν δυνάμει οὐκ ἐπὶ τοῦ οἵου τε γενέσθαι.2 οὐκέτι γὰρ οἷά τε γενέσθαι τὰ ἤδη γεγονότα (τοιοῦτος δὲ ὁ οἰκοδομήσας οἰκοδόμος καὶ ἡ οἰκοδομηθεῖσα οἰκία) ἀλλ’ ἁπλῶς τὰ ἀντικείμενα τοῖς ἐνεργοῦσι. ταῦτα δέ ἐστι τὰ οὐκ ἐνεργοῦντα. οὐκ ἐνεργεῖ δὲ τά τε οἷά τε ἐνεργῆσαι καὶ τὰ πεπαυμένα τῆς ἐνεργείας.

“然而存在如此之差”直到“因为房屋与建筑师并不是同时毁灭”。 在说明了六种样式按潜能与现实分为两类之后,他给出了潜能之物与现实之物的差异,指出在现实中的原因和结果是同时存在且[同时]不存在的。在提及活动着的事物之后,他补充了“个别事物”,这并不是说在活动着的事物之外还有别的事物,而是因为活动着的事物就是个别事物。因为正是这些[个别事物]在活动、施动和受动,而不是它们的种和属;因为任何这类普遍之物都不是独立自存的。而在现实中作为个别事物存在的东西也是彼此共同自存的;例如这个建造中的人,只要他在建造,就与被建造之物同时存在。然而依潜能之物并不总是一起存在。对此他提出了一个明晰的证据:建筑师和房屋并不是同时毁灭的。因为房屋通常比建筑师更耐久。然而在某人建造时,必定某物在被建造;在某物被建造时,必定某人在建造;在不建造时,就不被建造;在不被建造时,就不建造;因此它们是同时存在与[同时]不存在的。不过,他现在说的“在潜能中”并不是指能够生成的事物——因为已经生成的事物不再是能够生成的(已经建完房的建筑师和已被建造的房屋就是如此)——而是单纯指与活动着的事物相对立的事物。这些就是不活动的事物。而不活动的事物既包括能够活动的事物,也包括已经停止活动的事物。

§2.37

"Δεῖ δὲ ἀεὶ τὸ αἴτιον ἑκάστου τὸ ἀκρότατον ζητεῖν ἕως τοῦ ἔστω ἡμῖν διωρισμένα ἱκανῶς." Ἀκρότατον μὲν λέγει αἴτιον τὸ κυριώτατον λεγόμενον, ὃ ἄλλοι συνεκτικὸν ὀνομάζουσιν. σαφὲς δὲ αὐτὸ διὰ τοῦ παραδείγματος ἐποίησε. διὰ τί γὰρ ἄνθρωπος οἰκοδομεῖ ἐρωτῶντες ἀκούομεν ὅτι οἰκοδόμος. διὰ τί δὲ οἰκοδόμος; ὅτι κατὰ τὴν οἰκοδομικήν. καὶ ἐν τούτοις παύεται ἡ τοῦ διὰ τί ζήτησις. διὸ καὶ ἀκρότατον τοῦτο καλεῖ, ὅτι μέχρι τούτου ἀναβαίνοντες ἱστάμεθα. τὸ γὰρ κυριώτατον αἴτιον τῆς οἰκοδομίας ἡ οἰκοδομικὴ τέχνη ἐστί. δεῖ δέ, ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων τὸ κυρίως κατὰ τοὔνομα λεγόμενον ἀκούομεν, οὕτως καὶ ἐπὶ τῶν αἰτίων. καὶ γὰρ δραχμὴν τὴν κυρίως δραχμὴν ἀκούομεν, οὐ τὴν κίβδηλον, καὶ ἄνθρωπον τὸν κυρίως, οὐ τὸν νεκρόν. οὕτως καὶ αἴτιον τὸ κυρίως αἴτιον ληπτέον. ὁ δὴ ταῦτα λέγων οὐκ ἂν τὴν φύσιν κυρίως ποιητικὸν αἴτιον τῶν σωμάτων ὑπόθοιτο.3 κἂν γὰρ κινῇ τὰ σώματα αὕτη, κινουμένη καὶ αὐτὴ κινεῖ. ἔστιν οὖν τι τὸ καὶ ταύτην κινοῦν, καὶ εἰ μὲν κινούμενον, καὶ ἐκείνου ζητήσομεν τὸ κινητικόν, διότι πᾶν τὸ κινούμενον ὑπὸ κινοῦντος κινεῖται, ὡς αὐτὸς ἐν τῷ Η τῆσδε τῆς πραγματείας ἀπέδειξεν. εἰ δὲ ἀκίνητον, τοῦτο ἂν εἴη τὸ ἄκρον καὶ κυρίως τῆς κινήσεως αἴτιον. προστίθησι δὲ καὶ ὅτι τὰ μὲν γένη τῶν γενῶν αἴτια χρὴ λέγειν καὶ ταῦτα ἀλλήλοις ἀντιτιθέναι, τὰ δὲ καθέκαστα τῶν καθέκαστα, οἷον ἀνδριαντοποιὸν μὲν ἀνδριάντος, τόνδε δὲ τοῦδε. ὁμοίως δὲ τὰ μὲν κατὰ δύναμιν πρὸς τὰ δυνάμει, τὰ δὲ κατ’ ἐνέργειαν πρὸς τὰ κατ’ ἐνέργειαν. ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις, ὡς εἰ ἀποδιδοῖτο τὸ δυνάμει πρὸς τὸ δυνάμει, ἅμα ἂν καὶ ἡ ἐπιστήμη τῷ ἐπιστητῷ εἴη καὶ ἡ αἴσθησις τῷ αἰσθητῷ καὶ αὐτὰ τῶν πρός τι ὄντα, εἴ γε λέγοιτο τὸ δυνάμει ἐπὶ τοῦ οἵου τε γενέσθαι, καὶ μὴ ἁπλῶς ἐπὶ τοῦ μὴ ἐνεργοῦντος, ὡς ἐχρήσατο πρὸ ὀλίγου αὐτῷ οἰκοδόμον εἰπὼν δυνάμει τὸν ᾠκοδομηκότα καὶ μηκέτι οἰκοδομοῦντα. καὶ οὕτως ἡ ἐν κατηγορίαις ἀπορία λυθήσεται4 ἡ ἐπὶ τοῦ ὀστράκου τοῦ ἐν τῷ βυθῷ, εἰ τὸ δυνάμει λέγοιτο ἐπὶ τοῦ οἵου τε γενέσθαι.

“但必须始终探求各事物的最高原因”直到“这些就让我们充分确定到此”。 他所说的“最高”原因,是指最本然言说的原因,其他人称之为包含性原因[维持性原因]。他通过例子使其明确。因为当我们问为什么人会建造时,我们听到是因为他是建筑师;而为什么是建筑师呢?是因为依凭建筑术。在此,“为什么”的探求就止息了。因此他也称此为最高的,因为追溯至此我们就停步了。因为建筑的最本然原因乃是建筑术。然而正如在所有其他事物中我们依其名称理解其本然言说的所指,在原因中亦当如此。因为听到“德拉克马”我们理解的是本然的德拉克马而非假币,听到“人”理解的是本然的人而非死尸。同样,作为原因也应当把握本然的原因。那么,说这些话的人就不会假定自然是物体的本然的制造原因。因为即使它推动物体,它也是在被推动中推动的。因此存在某种也推动这自然的东西;若它也是被推动的,我们还将探求其推动者,因为一切被推动之物都是由推动者所推动,正如他自己在这部著作的第七卷(Η)中所证明的;若它是不动的,这才会是运动的最高且本然的原因。他接着补充说,应当说属是属的原因并使之彼此相对立,个别事物是个别事物的〔原因〕,例如雕刻家是雕像的〔原因〕,这一个是这一个的〔原因〕。同样,依潜能之物对应于潜能之物,依现实之物对应于依现实之物。亚历山大在此指出,如果将潜能之物归于潜能之物,那么知识与可知者、感觉与可感觉者也将是同时的,它们本身亦属于关系者——只要“在潜能中”是用于能够生成的事物,而不是单纯用于不活动的事物(如他不久前将已经建造过而不再建造的人称为潜能上的建筑师那样使用的)。如此一来,如果“在潜能中”用于能够生成之物,《范畴篇》中关于海底贝壳的难题便将迎刃而解。

语法注4 条
  1. 2.36ἅμα ἔστι καὶ οὐκ ἔστιν

    意为“同时存在且[同时]不存在”。否定词 οὐκ 否定的是动词 ἔστι 而非 ἅμα,表示原因与结果两者“同时存在,亦同时不存在(即同生同灭)”的共存与共消关系。

  2. 2.36λέγει δὲ νῦν δυνάμει οὐκ ἐπὶ τοῦ οἵου τε γενέσθαι

    δυνάμει 在此作引语性质的用法,充当 λέγει 的直接宾语,意指“‘在潜能中’这一表达”。介词 ἐπί 接属格表示“关于/在……的情况下”。

  3. 2.37ὁ δὴ ταῦτα λέγων οὐκ ἂν τὴν φύσιν κυρίως ποιητικὸν αἴτιον τῶν σωμάτων ὑπόθοιτο

    带冠词分词 ὁ λέγων 含有条件意味(“说这些话的人”),与主句谓语 οὐκ ἂν ... ὑπόθοιτο(ἄν+祈愿语气)共同构成潜势条件句。

  4. 2.37ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος ἐν τούτοις, ὡς εἰ ἀποδιδοῖτο... εἴ γε λέγοιτο... καὶ οὕτως ἡ ἐν κατηγορίαις ἀπορία λυθήσεται

    由 ἐφιστάνει(“指出/提示”)统领的复杂句结构,其引导的 ὡς 从句内嵌了双重条件句。主要归结分句是 ἅμα ἂν ... εἴη,其后跟有限制性条件从句 εἴ γε λέγοιτο...,最终推导出进一步的结果 καὶ οὕτως ... λυθήσεται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:325.27-327.6