← 辛普里丘

亚里士多德《物理学》注释

§324.5-325.26

潜能与现实下原因与结果的十二种样式

辛普里丘阐述了在按本然/按偶性以及分离/复合的原因之外,引入潜能与现实的区别,使得原因的样式最终整合为十二种,并论证这些差异同样完备地适用于原因对应的结果(被原因者)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.34

" Παρὰ πάντα δὲ καὶ τὰ οἰκείως λεγόμενα καὶ τὰ κατὰ συμβεβηκὸς ἕως τοῦ ἢ οἰκοδομῶν οἰκοδόμος." Κοινήν τινα διαφορὰν ἐπάγει πᾶσι τοῖς εἰρημένοις αἰτίοις τοῖς τε καθ’ αὑτὸ καὶ τοῖς κατὰ συμβεβηκός, τοῖς τε ἀπολελυμένοις δηλονότι καὶ τοῖς συμπεπλεγμένοις, τὴν κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ, ὥστε ἓξ οὐσῶν τῶν διαφορῶν καὶ διπλασιαζομένων τῷ δυνάμει καὶ ἐνεργείᾳ δώδεκα γίνεσθαι τὰς πάσας,1 ἃς καὶ αὐτὸς σαφῶς ἀπαριθμεῖται, ἐν οἷς φησιν “ἀλλ’ ὅμως ἅπαντα ταῦτα τὸ μὲν πλῆθός ἐστιν ἕξ, λεγόμενα δὲ διχῶς”. καὶ ποῖα τὰ ἓξ ἐπάγει “ἢ γὰρ ὡς τὸ καθ’ ἕκαστον”, τὸ καθ’ αὑτὸ δηλονότι, “ἢ ὡς τὸ γένος” αὐτοῦ, καὶ πάλιν “ἢ ὡς τὸ συμβεβηκός”, τὸ καθ’ ἕκαστον δηλονότι, ἢ ὡς τὸ γένος τοῦ συμβεβηκότος” καὶ “ἢ ὡς συμπλεκόμενα ταῦτα, ἢ ἁπλῶς λεγόμενα. πάντα δὲ” διχῶς λέγεται “ἢ ὡς ἐνεργοῦντα ἢ κατὰ δύναμιν”. τοῦ γὰρ οἰκοδομεῖσθαι οἰκίαν ποιητικὸν αἴτιόν ἐστι δυνάμει μὲν ὁ οἰκοδόμος κἂν μὴ οἰκοδομῇ, ἐνεργείᾳ δὲ ὁ οἰκοδομῶν οἰκοδόμος.

“但在所有这些之外,无论是本然言说的还是偶性言说的……”直到“或者建造中的建筑师”。 他在所有前述原因(无论是本然的还是偶性的,显然也包括分离的与复合的)中引入了一种共同的差异,即按潜能与按现实的差异。因此,既然存在六种差异,并且由于潜能与现实而加倍,总数便成为十二种;他自己也在下述文句中清楚地列举了这些差异,他说:“然而,所有这些在数量上都是六种,但按两种方式被言说。”接着他补充说明哪六种是:“因为或者作为个别者”——显然是本然的,——“或者作为其属”;以及再次,“或者作为偶性” ——显然是个别的,——“或者作为偶性的属”;以及“或者作为这些复合的,或者单纯言说的。而所有这些”都以两种方式被言说,“或者作为活动着的,或者根据潜能”。因为对于房屋被建造而言,在潜能上的制造原因即使不建造也是建筑师,而在现实中则是建造中的建筑师。

§2.35

"Ὁμοίως δὲ λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις ἕως τοῦ πάντα δὲ ἢ ἐνεργοῦντα ἢ κατὰ δύναμιν." Τὸ μὲν ἑξῆς τῆς λέξεως ὁμοίως τοῖς εἰρημένοις λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια,2 τουτέστιν ἐπὶ τῶν αἰτιατῶν. τούτων γὰρ αἴτια τὰ αἴτια. καὶ ἐπὶ τούτων οὖν τὰς αὐτὰς εἶναι διαφοράς φησιν, αἵτινες καὶ ἐπὶ τῶν αἰτίων εἰσίν. ἔστι γὰρ αὐτῶν τὰ μὲν προσεχέστερα αἰτιατά, τὰ δὲ πορρώτερον, καὶ τὰ μὲν καθ’ αὑτό, τὰ δὲ κατὰ συμβεβηκὸς οἷον αἰτιατὸν ὁ ἀνδριάς ἐστιν ὅδε προσεχῶς οἷον ὁ Μίλωνος, πορρώτερον δὲ ἀνδριὰς ἁπλῶς, καὶ ἔτι τούτου πορρώτερον ἡ εἰκών. καὶ ὁ χαλκὸς δὲ (οὐχ ὡς ὑλικὸν αἴτιον παραλαμβανόμενος, ἀλλ’ ὡς αἰτιατὸν τοῦ μεταλλέως) καὶ αὐτὸς ὁ μὲν προσεχῶς ἐστιν αἰτιατὸς ὡς ὅδε ὁ χαλκός, ὁ δὲ πορρώτερον ὡς χαλκὸς ἁπλῶς ἢ σῶμα ἢ ὕλη. ὁμοίως δέ φησιν ἔχει καὶ ἐπὶ τῶν συμβεβηκότων τοῖς αἰτιατοῖς. τὰ γὰρ τοῖς αἰτιατοῖς συμβεβηκότα καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἰτιατά ἐστι καὶ ὁμοίως καὶ ἐπὶ τούτων τὰ μὲν ἐγγυτέρω ἐστὶν αἰτιατά, τὰ δὲ πορρωτέρω. ἐγγυτέρω μὲν αἰτιατὰ κατὰ συμβεβηκός ἐστι τὰ τοῖς ἐγγυτέρω καθ’ αὑτὰ αἰτιατοῖς συμβεβηκότα, τουτέστι τοῖς καθ’ ἕκαστα, πορρωτέρω δὲ τὰ τούτων εἴδη ἢ γένη. τόδε μὲν γὰρ τὸ ἐρυθρόν, εἴπερ ὁ χαλκὸς ὁ γινόμενος τοιοῦτον ἔχει χρῶμα, ἐγγυτέρω αἰτιατὸν κατὰ συμβεβηκός ἐστι, πορρωτέρω δὲ τὸ ἐρυθρὸν καὶ ὅλως τὸ χρῶμα. καὶ τὰ αἰτιατὰ δὲ ὥσπερ τὰ αἴτια οὐ μόνον ἀπολελυμένα, ἀλλὰ καὶ συμπλεκόμενα ῥηθήσεται. εἰπὼν γὰρ τὰς τῶν αἰτίων καὶ τῶν αἰτιατῶν διαφορὰς ἐπήγαγεν ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται, τουτέστι καὶ τὰ αἰτιατὰ καὶ τὰ αἴτια. Ἀλλ’ ἐγὼ μὲν τὰς ἓξ τῶν αἰτίων εἰπὼν διαφοράς, οὕτως καὶ τὰς τῶν αἰτιατῶν ἴσας οὔσας ἐπήγαγον τῇ τάξει τῇ ἐν τοῖς ἑξῆς ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένῃ,3 αὐτὸς δὲ μετὰ τὴν τῶν καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς καὶ δυνάμει καὶ ἐνεργείᾳ διαφορὰν τῶν αἰτίων, τὰς αὐτὰς διαφορὰς καὶ ἐν τοῖς αἰτιατοῖς θεασάμενος, τὰς διαφορὰς τοῦ κατὰ συμπλοκὴν καὶ τοῦ ἀπολελυμένου κοινῶς ἐπήγαγε τοῖς τε αἰτίοις καὶ τοῖς αἰτιατοῖς. καὶ οὕτως τὴν ἀπαρίθμησιν τῶν ἓξ τρόπων ποιησάμενος ἐπί τε τῶν αἰτίων καὶ τῶν αἰτιατῶν πάντας τῷ τε δυνάμει καὶ τῷ ἐνεργείᾳ διαιρεῖ. ἐν δὲ τῷ συμπλέκειν δυνατὸν μὲν ἢ τὰ κύρια τοῖς κυρίοις συμπλέκειν ἢ τὰ συμβεβηκότα τοῖς συμβεβηκόσιν ἢ ἐναλλάξ, καὶ τούτων ἢ τὰ προσεχῆ τοῖς προσεχέσιν ἢ τὰ πόρρω τοῖς πόρρω ἢ ἐναλλάξ. αὐτὸς μέντοι μόνην ἔοικε συμπλοκὴν παραλαμβάνειν τὴν τῶν κυρίων πρὸς τὰ συμβεβηκότα, οἷον ἂν ῥηθῇ ἀνδριαντοποιὸς Πολύκλειτος. συμπλέκεται γὰρ τὸ καθ’ αὑτὸ αἴτιον ὁ ἀνδριαντοποιὸς τῷ κατὰ συμβεβηκὸς αἰτίῳ τῷ Πολυκλείτῳ. Πολύκλειτος δὲ οὗτός ἐστιν ὁ ἀνδριαντοποιός, οὗ καὶ Γαληνὸς ἐμνημόνευσεν, ὃς τὸν ἀνδριάντα ἐδημιούργησε πᾶσαν ἔχοντα μελῶν συμμετρίαν καθ’ αὑτά τε καὶ πρὸς ἄλληλα, ὡς διὰ τοῦτο τὸν Πολύκλειτον καλεῖσθαι κανόνα.4

“同样,在原因作为其原因的那些事物上,也将与所说的事物相似地被言说……”直到“而所有事物或者作为活动着的,或者根据潜能”。 该字句的文法次序是:“与所说的事物相似地,在原因作为其原因的那些事物上也将被言说”,即在结果[被原因者]上[也将被言说]。因为原因正是这些事物的原因。因此他说,在这些事物上也存在着与原因中相同的差异。因为在结果中,有些是更贴近的结果,有些是更遥远的结果;有些是本然的,有些是偶性的。例如作为结果,这座雕像(如米隆的雕像)是贴近的,而单纯的雕像是更遥远的,像则比这还要更遥远。青铜也是如此(这里不是作为质料原因被采用,而是作为矿工的结果),它本身一方面是贴近的结果(如这块青铜),另一方面则是更遥远的结果(如单纯的青铜、物体或质料)。他说,在结果的偶性事物上情况亦同样如此。因为属于结果的偶性事物本身也是偶性结果,在它们之中同样有些是较近的结果,有些是较远的结果。较近的偶性结果是属于较近的本然结果(即个别事物)的偶性,而较远的偶性结果则是它们的种或属。因为这红色,如果生成的青铜具有这样的颜色,就是较近的偶性结果,而红色以及一般的颜色则是较远的。并且结果也正像原因一样,不仅可以分离地被言说,而且可以复合地被言说。因为他在说明了原因和结果的差异之后,补充说“此外,这些和那些也将作为复合的被言说”,即结果和原因[都将被复合地言说]。但是我先说明了原因的六种差异,然后按照亚里士多德在下文中所说的次序补充了结果的等量差异;而他自己则是在原因的本然与偶性、潜能与现实的差异之后,看到在结果中也具有相同的差异,才将复合与分离的差异共同地加于原因和结果两者。并且像这样在对原因和结果都进行了六种样式的列举之后,他将所有这些都依潜能和现实加以划分。在复合之中,可能将本名[本然项]与本名复合,或者将偶性与偶性复合,或者交替复合;并且在这些之中,或者将近者与近者复合,或者将远者与远者复合,或者交替复合。然而他自己似乎只采用了本名与偶性的复合,例如若说“雕刻家波吕克列托斯”。因为本然原因“雕刻家”与偶性原因“波吕克列托斯”复合在一起。这位波吕克列托斯就是盖伦也曾提及的那位雕刻家,他创作了肢体自身以及彼此之间都具有完全匀称比例的雕像,以至于波吕克列托斯[或其雕像]因此被称为“准则”。

语法注4 条
  1. 2.34ὥστε ἓξ οὐσῶν τῶν διαφορῶν καὶ διπλασιαζομένων τῷ δυνάμει καὶ ἐνεργείᾳ δώδεκα γίνεσθαι τὰς πάσας

    由 ὥστε 引导的结果从句,其中内嵌了属格绝对结构(ἓξ οὐσῶν τῶν διαφορῶν καὶ διπλασιαζομένων),不定式 γίνεσθαι 作为该结果句的主要动词。τῷ δυνάμει καὶ ἐνεργείᾳ 为表示方式或手段的与格。

  2. 2.35Τὸ μὲν ἑξῆς τῆς λέξεως ὁμοίως τοῖς εἰρημένοις λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια

    该句重构了引文的文法语序。引文原文将 τοῖς εἰρημένοις 置于句末形成了超步法(hyperbaton),此处按照其实际修饰关系(ὁμοίως τοῖς εἰρημένοις)理顺了语序。

  3. 2.35ἐπήγαγον τῇ τάξει τῇ ἐν τοῖς ἑξῆς ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένῃ

    τῇ τάξει 是表示依据或方式的与格,被分词短语 τῇ ... λεγομένῃ 所修饰。辛普里丘在此说明了他自己在注解中的叙述次序与亚里士多德随后文本展开次序之间的差异。

  4. 2.35ὡς διὰ τοῦτο τὸν Πολύκλειτον καλεῖσθαι κανόνα

    ὡς 作为引导结果的连词,后接宾格加不定式结构(τὸν Πολύκλειτον καλεῖσθαι)。从文法上看,被称作“准则”(κανών)的是波吕克列托斯本人,但在历史上也是指他所创作的同名雕像(《法式》/《准则》)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:324.5-325.26