- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:322.16-324.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在《物理学》卷二第三章(195a27)中,辛普利丘阐明了亚里士多德从四种基本原因转向各原因内部的“诸样式”(本然与偶性、贴近与遥远、分离与复合),并着重分析了本然原因与偶性原因中贴近与遥远区分的结构性差异。
" Τρόποι δὲ τῶν αἰτίων ἕως τοῦ οἷον, εἰ ὁ λευκὸς καὶ ὁ μουσικὸς αἴτιος λέγοιτο τοῦ ἀνδριάντος." Πρότερον μὲν ὅτε ἔλεγεν “ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ γίνεται τι ἐνυπάρχοντος”, τρόπους ἔλεγε τὰς πρὸς ἄλληλα τῶν πρώτων αἰτίων διαφοράς, νῦν δὲ τρόπους λέγει τὰς καθ’ ἕκαστον τῶν αἰτίων διαφορὰς οἷον τὰς τῆς ὕλης μόνης καὶ τοῦ εἴδους μόνου καὶ τῶν ἄλλων αἰτίων, αἵτινες τῶν ὁμοειδῶν εἰσι. καὶ λέγει, ὅτι καὶ οἱ καθ’ ἕκαστον τῶν αἰτίων τρόποι ἀριθμῷ μέν εἰσι πολλοί, συγκεφαλαιοῦνται δὲ καὶ οὗτοι εἰς ἓξ τὰς καθ’ ἕκαστον αἴτιον διαφοράς. καὶ γὰρ καθ’ ἕκαστον εἶδος τῶν αἰτίων οἷον κατὰ τὴν ὕλην ἢ κατὰ τὸ εἶδος ἢ καθ’ αὑτὸ λέγομεν τὸ αἴτιον ἢ κατὰ συμβεβηκός. ἔτι προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου λαμβάνεται αἴτιον, οἷον κατὰ τὸ ποιητικὸν αἴτιον ἔστι τοῦ αὐτοῦ οἷον τῆς ὑγιείας πρότερα καὶ ὕστερα ποιητικὰ λαμβάνειν αἴτια, πάντα καθ’ αὑτὸ λαμβάνοντα, ὡς ἰατρὸν καὶ τεχνίτην, 〈καὶ〉 κατὰ τὸ εἰδικὸν τοῦ διὰ πασῶν συμφώνου τὸ διπλάσιον καὶ ἀριθμόν, καὶ ἁπλῶς τὰ περιέχοντα καὶ περιεχόμενα. ἢ τὰ κοινὰ καὶ καθ’ ἕκαστα πανταχοῦ, προτέρων μὲν ὄντων τῶν προσεχεστέρων, ὑστέρων δὲ τῶν πορρωτέρων.1 προσεχέστερα δὲ πανταχοῦ τὰ καθ’ ἕκαστα, διότι οὐκέτι κοινὰ ταῦτα ὥσπερ τὰ περιέχοντα αὐτά. καὶ ἐπὶ τοῦ ὑλικοῦ αἰτίου προσεχέστερον μὲν ὅδε ὁ χαλκός, πορρωτέρω δὲ χαλκὸς ἢ ὕδωρ ἢ σῶμα, καὶ ἐπὶ τοῦ τελικοῦ προσεχὲς μὲν ἥδε ἡ ὑγίεια, πορρωτέρω δὲ καὶ κοινότερον ὑγίεια καὶ ἕξις καὶ ποιότης. καὶ εἴρηται καὶ πρότερον ἡ τοιαύτη διαφορά, ὅτε ἔλεγε καὶ τὰ τούτων γένη. θεωρήσας οὖν ἐν τοῖς καθ’ αὑτὸ λεγομένοις αἰτίοις τὰς δύο ταύτας διαφορὰς τοῦ τε καθ’ ἕκαστα καὶ τοῦ γένους τὰς αὐτὰς διαφορὰς καὶ ἐπὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων αἰτίων παραδίδωσι, πρῶτον τίνα ἐστὶ τὰ κατὰ συμβεβηκὸς αἴτια διδάσκων. τοῦ γὰρ ἀνδριάντος καθ’ αὑτὸ μὲν αἴτιος ὁ ἀνδριαντοποιός, κατὰ συμβεβηκὸς δὲ ὁ Πολύκλειτος, ὅτι συνέβη τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἶναι. ὥστε τὰ συμβεβηκότα τοῖς καθ’ αὑτὸ αἰτίοις κατὰ συμβεβηκός ἐστιν αἴτια, καὶ τὰ γένη τὰ τῷ συμβεβηκότι καθ’ αὑτὸ ὑπάρχοντα, καθ’ ὅσον τῷ κατὰ συμβεβηκὸς αἰτίῳ ὑπάρχει, καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἴτια γίνεται, οἷον ὁ Πολύκλειτος κατὰ συμβεβηκὸς αἴτιος τοῦ ἀνδριάντος, τῷ δὲ Πολυκλείτῳ καθ’ αὑτὸ ὑπάρχει ὁ ἄνθρωπος. καὶ ὁ ἄνθρωπος ἄρα κατὰ συμβεβηκὸς αἴτιος τοῦ ἀνδριάντος ἐστίν. ὁμοίως δὲ καὶ τὸ ζῷον. δείξας οὖν οὕτως τίνα τὰ κατὰ συμβεβηκὸς αἴτια διῃρῆσθαι καὶ ταῦτά φησιν εἴς τε τὸ ἐγγύτερον καὶ πορρώτερον, ὥσπερ καὶ τὰ καθ’ αὑτὸ ἐδείκνυτο πρότερον διαιρούμενα. καὶ γὰρ εἰ κατὰ συμβεβηκὸς αἴτιον τοῦ ἀνδριάντος καὶ ὁ Πολύκλειτος καὶ ὁ λευκὸς καὶ ὁ μουσικός, ἀλλ’ ἐγγυτέρω μὲν ὁ Πολύκλειτος αἴτιος, πορρωτέρω δὲ ὁ λευκὸς καὶ ὁ μουσικός, διότι ταῦτα τῷ Πολυκλείτῳ συμβέβηκεν. Ἐπιστῆσαι δὲ οἶμαι χρή, ὅτι ἐπὶ μὲν τοῦ καθ’ αὑτὸ τὸ πορρώτερον καὶ ἐγγύτερον ἔλαβε κατὰ τὰ περιέχοντα καὶ περιεχόμενα ὡς τὰ γένη καὶ τὰ εἴδη, ἐπὶ δὲ τοῦ κατὰ συμβεβηκὸς ἔλαβε μὲν καὶ τοῦτο εἰπὼν ἔτι δὲ ὡς τὸ συμβεβηκὸς καὶ τὰ τούτων γένη, ἀλλὰ ταῦτα συνέταξε τῷ συμβεβηκότι. ἄλλο δὲ πορρώτερον καὶ ἐγγύτερον ἔλαβεν2 ἐν τοῖς κατὰ συμβεβηκὸς καὶ αὐτῷ τῷ συμβεβηκότι ὑπάρχουσιν. ὁ γὰρ λευκὸς ἢ ὁ μουσικὸς κατὰ συμβεβηκὸς αἴτιος τοῦ ἀνδριάντος πορρώτερον, ὅτι Πολυκλείτῳ συνέβη λευκῷ εἶναι τῷ κατὰ συμβεβηκὸς ἐγγυτέρῳ. δύο οὖν τούτων οὐσῶν δυάδων διαφορᾶς (τῆς μὲν ἐν τοῖς καθ’ αὑτὰ αἰτίοις, τῆς δὲ ἐν τοῖς κατὰ συμβεβηκός) ἄλλην τρίτην μετ’ ὀλίγον προστίθησι μεταξύ τινα εἰπὼν αὐτός. ἔστι δὲ αὕτη καθ’ ἣν τὰ καθ’ αὑτὰ καὶ τὰ κατὰ συμβεβηκὸς αἴτια ἢ ὡς ἀπολελυμένα ἀλλήλων λέγεται, ὅταν εἴπω ποιητικὸν τοῦ ἀνδριάντος ποτὲ μὲν τὸν ἀνδριαντοποιόν, ποτὲ δὲ τὸν Πολύκλειτον, ἢ συμπεπλεγμένως, ὅταν εἴπω τοῦ ἀνδριάντος αἴτιον οὐ Πολύκλειτον μόνως οὐδὲ ἀνδριαντοποιὸν μόνως, ἀλλὰ Πολύκλειτον ἀνδριαντοποιόν. καὶ ὅτι ἡ τρίτη αὕτη δυὰς συντέτακται ταῖς δύο ταῖς προτέραις, ἐδήλωσεν αὐτὸς Ἀριστοτέλης τὰς τρεῖς ἐφεξῆς θεὶς μετ’ ὀλίγα.
“原因的诸样式……”直到“例如,如果白人或懂音乐的人被称为雕像的原因”。 此前当他说“因此在一种样式中,原因被称为某物由之生成且作为内在于其中的东西”时,他把本原诸原因彼此之间的差异称为“样式”;但现在他把各个原因之内的差异称为“样式”,例如仅就质料而言、仅就形式而言以及在其他原因之内的差异,这些差异属于同种事物之间。他说,各个原因之内的样式在数量上是很多的,但它们也都被概括为各个原因之内的六种差异。因为在原因的每一个种之下,例如在质料之下或在形式之下,我们或者将原因称为本然的,或者称为偶性的。此外,一个原因相对于另一个原因被看作是先在的或后在的;例如在制造因方面,对于同一事物(如健康)可以取先在的和后在的制造因,将它们全部按本然的来取,就像医生和匠人一样,[并且]在八度音程协和的形式因方面就像双倍和数一样,简单地说就是包含者和被包含者。或者说,在一切情况下都是普遍者与个别者,更贴近的为先,更遥远的为后。而在一切情况下更贴近的都是个别者,因为它们不再像包含它们的事物那样是普遍[共同]的。在质料因方面,这块青铜更贴近,而青铜或水或物体更遥远;在目的因方面,这健康更贴近,而健康、状态和性质更遥远且更普遍。此类差异在此前当他说“以及这些的属”时也已被提及。因此,在考察了按本然被言说的原因中的这两种差异(即个别者与属)之后,他在按偶性被言说的原因上也传授同样的差异,首先教导什么是偶性原因。因为对于雕像而言,雕刻家是其本然原因,而波吕克列托斯是其偶性原因,因为雕刻家恰好是波吕克列托斯。因此,附属于本然原因的事物是偶性原因,而本然地属于该偶性之物的属,只要属于该偶性原因,其自身也就成为了偶性原因;例如波吕克列托斯是雕像的偶性原因,而人本然地属于波吕克列托斯,因此人也是雕像的偶性原因,动物亦同样如此。因此,在如此指明了偶性原因是什么之后,他说这些原因也被区分为更近的和更远的,正如此前本然原因被指明为被如此区分一样。因为即使波吕克列托斯、白人以及懂音乐的人都是雕像的偶性原因,但波吕克列托斯是更近的原因,而白人和懂音乐的人是更远的原因,因为这些属性附属于波吕克列托斯。 但我认为应当注意到:在按本然的原因方面,他是根据包含者与被包含者(如属与种)来取更远和更近的;而在按偶性的原因方面,他也同样采用了这一点,说“此外作为偶性以及这些的属”,但把这些与偶性并列;并且他在甚至偶性地属于偶性事物本身的事物中,采用了另一种更远和更近。因为白人或懂音乐的人之所以是雕像更遥远的偶性原因,是因为作为更近的偶性原因的波吕克列托斯恰好是白的。因此,既然存在这两对差异(一对在按本然的原因中,另一对在按偶性的原因中),他在稍后插入阐述了一些内容之后,自己又补充了第三对差异。这就是本然原因与偶性原因或者彼此分离地被言说(如当我把雕像的制造者有时称为雕刻家,有时称为波吕克列托斯时),或者复合地被言说(如当我把雕像的原因不是单独称为波吕克列托斯,也不是单独称为雕刻家,而是称为雕刻家波吕克列托斯时)。而这第三对组合与前两对组合是并列对应的,亚里士多德自己在不久之后按顺序将这三对并置,表明了这一点。
- 2.33ἢ τὰ κοινὰ καὶ καθ’ ἕκαστα πανταχοῦ, προτέρων μὲν ὄντων τῶν προσεχεστέρων, ὑστέρων δὲ τῶν πορρωτέρων
连词 ἤ 引出对前文 τὰ περιέχοντα καὶ περιεχόμενα(包含者与被包含者)的解释性重述,宾格短语 τὰ κοινὰ καὶ καθ’ ἕκαστα 由承前省略的 λαμβάνειν 支配。随后的属格独立结构 προτέρων μὲν ὄντων... 规定了层级秩序,即贴近的(个别/具体)原因在先,遥远的(属/普遍)原因在后。
- 2.33Ἐπιστῆσαι δὲ οἶμαι χρή, ὅτι ἐπὶ μὲν τοῦ καθ’ αὑτὸ τὸ πορρώτερον καὶ ἐγγύτερον ἔλαβε... ἄλλο δὲ πορρώτερον καὶ ἐγγύτερον ἔλαβεν
非人称结构 χρή 加上不定式 ἐπιστῆσαι(“应当注意”)构成主句骨干。在 ὅτι 引导的名词性从句中,使用了对比性的 μέν...δέ 结构(ἐπὶ μὲν τοῦ καθ’ αὑτὸ... ἐπὶ δὲ τοῦ κατὰ συμβεβηκὸς...),且在后半段中又嵌套了进一步的对比(ἔλαβε μὲν... ἄλλο δὲ... ἔλαβεν)。这厘清了本然原因中的“贴近与遥远”(种与属)同偶性原因中双重的“贴近与遥远”(偶性的属与偶性自身的偶性)之间的句法与逻辑对应关系。
