← 辛普里丘

亚里士多德《物理学》注释

§321.1-322.15

动力因的三多样态与作为善的目的因

辛普利丘阐述了亚里士多德对制造因的三种不同样式的划分(分别以建议者、医生和种子为例,195a21),继而考察了目的因作为其他事物的目的和善(无论是真正的善还是表面上的善,195a23),并引用欧德谟的观点,针对各种反驳捍卫了目的因的普遍有效性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.31

" Τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας ἕως τοῦ ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως." Τρίτον πάλιν ἀπαριθμεῖται τὸ ποιητικὸν αἴτιον παραδείγματα καὶ ἐνταῦθα παρατιθείς, δι’ ὧν ὡς οἶμαι καὶ τὰς τοῦ ποιητικοῦ αἰτίου διαφοράς, ὡς τὰς τοῦ ὑλικοῦ καὶ τὰς τοῦ εἴδους πρότερον, ἐνεδείξατο· ἄλλως γὰρ ὁ βουλεύσας ποιεῖ καὶ ἄλλως ὁ ἰατρὸς καὶ ἄλλως τὸ σπέρμα. ὁ μὲν γὰρ βουλεύσας τὴν ἀρχὴν ἐνδίδωσι τῆς ποιήσεως οὐκ ἐφαπτόμενος αὐτὸς τοῦ ἔργου, ὁ δὲ ἰατρὸς αὐτὸς ἐργαζόμενος ποιεῖ, τὸ δὲ σπέρμα μέσον πως τοῦ τε ποιητικοῦ καὶ τοῦ ὑλικοῦ ἐστιν, εἴπερ τῇ ἑαυτοῦ μεταβολῇ καὶ γινόμενον ἅμα ποιεῖ, τοῦ κυρίως ποιοῦντος, ὡς καὶ Ἀλέξανδρος ὁμολογεῖ, ἐξῃρῆσθαι τοῦ γινομένου ὀφείλοντος.1 τὸ δὲ πάντα οὐ χρὴ συντάξαι τῷ τὸ ποιοῦν, ἀλλὰ ἀπολύτως ἀναγινώσκοντα περὶ τῶν τριῶν τρόπων τοῦ ποιητικοῦ αἰτίου ἐκδέχεσθαι.

“种子、医生、提出建议的人……”直到“变化或静止的本原从何处而来”。 他又第三个列举制造因,在此也并列列举实例;通过这些实例,正如我认为的,他也指明了制造因的诸差别,正如他此前指明质料因与形式的诸差别一样。因为提出建议的人以一种方式制造,医生以另一种方式制造,而种子又以另一种方式制造。因为提出建议的人给出制造的起点,自己并不触及作品本身;医生则通过自己劳作来制造;而种子在某种程度上居于制造因与质料因之间,如果它确实通过自身的转变、在自身生成的同时进行制造的话,因为严格意义上的制造者正如亚历山大所赞同的,应当与生成之物相分离。此外,不应当把“所有”与“制造者”连读,而应当将其作为独立之词来读,理解为针对制造因的三种样式。

§2.32

"Τὰ δὲ ὡς τέλος καὶ ἀγαθὸν ἕως τοῦ τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστι τῷ εἴδει." Τέταρτον καὶ τελευταῖον τοῖς ἄλλοις τὸ τελικὸν αἴτιον ἐπάγει λέγων τὸ δὲ ὡς τέλος καὶ ἀγαθὸν τῶν ἄλλων. καί φησιν ὁ Ἀλέξανδρος τὸ ἀκόλουθον εἶναι κατὰ τὴν λέξιν τὸ δὲ ὡς τέλος τῶν ἄλλων καὶ τἀγαθόν, τῶν ἄλλων, δηλονότι ὧν ἐστι τέλος. μήποτε δὲ καλῶς κατὰ κοινοῦ καὶ τῷ τέλει καὶ τῷ ἀγαθῷ ἐπῆκται τὸ τῶν ἄλλων.2 τὸ γὰρ τελικὸν αἴτιον οἷον ἡ ὑγίεια ὡς ἔστι τέλος τῶν ἄλλων τῶν ἕνεκα αὐτοῦ λαμβανομένων οἷον περιπάτου καὶ φαρμακοποσίας καὶ τῶν τοιούτων, οὕτως καὶ ἀγαθὸν ἐκείνων ἐστί. διὰ τί δὲ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα ἀγαθόν ἐστι, προσέθηκε τὸ γὰρ οὗ ἕνεκα βέλτιστον εἰπών· τὸ γὰρ οὗ ἕνεκα τοῦτό ἐστιν, οὗ ἐφιέμενοι τὰ ἄλλα πράττομεν· τὸ δὲ ἐφετὸν τὸ ἀγαθόν ἐστι. καὶ τὸ μᾶλλον ἐφετὸν καὶ μᾶλλον τέλος τοῦτο καὶ μᾶλλον ἀγαθὸν καὶ βέλτιστον τῶν ἄλλων. καὶ γὰρ τοῦ μὲν γυμνάζεσθαι τέλος ἡ ὑγίεια, τῆς δὲ ὑγιείας ἡ εὐδαιμονία. διὸ καὶ τέλος κυρίως αὕτη καὶ βέλτιστον τῶν ἄλλων. εἰπὼν δὲ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα ἀγαθὸν εἶναι, ἐπειδὴ ὡς ἀρχόμενος εἶπε τῶν Νικομαχείων ἠθικῶν “πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις, ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ,” οὐ πάντως δὲ καὶ ἀληθῶς ἀγαθόν ἐστι τὸ οὗ ἕνεκα τὰ πραττόμενα πράττομεν, φαινόμενον δὲ πάντως ἐστὶν ἀγαθόν (φαινόμενον δὲ λέγω τὸ δοκοῦν εἴτε ἔστιν εἴτε μή), διὰ τοῦτο προσέθηκε διαφερέτω δὲ μηδὲν ἀγαθὸν αὐτὸ εἰπεῖν ἢ φαινόμενον ἀγαθόν.3 οὕτως γὰρ ἀγαθὸν τὸ οὗ ἕνεκα εἴρηται ὡς φαινόμενον ἀγαθόν. κινεῖ γὰρ ἡμᾶς οὐ τὰ ἀγαθὰ αὐτά, ὡς εἴθε γε, ἀλλὰ τὰ δόγματα ὅτι ἀγαθά. διὸ καὶ ἡ ἡδονὴ ἐφετὸν καὶ τέλος δοκεῖ, οὐχ ὅτι ἀγαθόν (οὐ γὰρ ἂν ἦν βλαβερόν), ἀλλ’ ὅτι δοκεῖ ἀγαθόν. τοσούτων δ’ οὖν ὄντων τῶν αἰτίων λέγει ὁ Εὔδημος ὅτι “τὸ μὲν ὑποκείμενον καὶ τὸ κινοῦν πρώτως πάντες ᾐτιῶντο, τὴν δὲ μορφὴν πολλοί, τὸ δὲ οὗ ἕνεκα ἐλάττονες καὶ ἐπὶ μικρόν”. ἡμῖν δὲ τῶν πλείστων φαίνεται τοῦτο αἴτιον. φαίνεται γὰρ πολύχουν εἶναι. καὶ γὰρ αἱ ἡμέτεραι πράξεις σχεδὸν ἅπασαι τινὸς ἕνεκα γίνονται καὶ τοῦ ἀγαθοῦ. εἰ γάρ ποτε πυρετὸν ὁ ἰατρὸς παρασκευάζει κακὸν ἁπλῶς ὄν, ἀλλ’ ὅτε γε παρασκευάζει, ὡς ἀγαθὸν ποιεῖ. ὁμοίως δὲ καὶ ὁ δι’ εὐλάβειαν μειζόνων κακῶν ἔλαττον αἱρούμενος τἀγαθὸν πορίζεται, ὥσπερ ὁ τὸν θάνατον ἀνθ’ ἑτέρων κακῶν αἱρούμενος. τοιαῦτα γάρ τινες σοφίζονται. λύειν δὲ αὐτὰ βέλτιον ἴσως καὶ ῥᾴδιόν ἐστι.

“有些作为目的和善……”直到“因此原因就是这些,在形式上就是这么多种”。 作为第四个,也是在其他原因之后的最后一个,他引出了目的因,说道“有些作为其他事物的目的和善”。亚历山大说,按照字面文义的连贯性应当是“有些作为其他事物的目的,以及善”,显然指它作为其目的的那些其他事物。然而或许“其他事物的”同时共同附属于“目的”和“善”是极好的。因为目的因,例如健康,既然是为它而采取的诸如散步、服药及此类其他事物的目的,同样也就是它们的好处。关于为什么目的以及“为了何物”是善,他补充说道“因为‘为了何物’乃是最好之物”;因为“为了何物”就是指我们为了追求它而做其余事情之物,而受追求之物就是善。更为受追求、更为是目的之物,也就是更善之物,是其余事物中最好的。因为锻炼的目的乃是健康,而健康的目的则是幸福。因此幸福才严格是目的,是其余事物中最好的。在说明了目的以及“为了何物”是善之后,由于正如他在《尼各马可伦理学》开篇所说,“一切技艺与一切研究,同样行为与选择,似乎都以某种善为目标”,但我们做所做之事所为了的那个目标,并非在任何情况下都真正是善,而无论如何都是表面上的善(我所说的表面上的,是指看起来如此,无论它实际上是否如此),正因如此,他补充道“称它为善或表面上的善并无差别”。因为“为了何物”之所以被称为善,乃是作为表面上的善。因为推动我们的并不是善自身——要是真能如此就好了!——而是它们是善的信念。因此快乐似乎也是受追求之物和目的,并不是因为它确实是善(否则它就不会是有害的),而是因为它看似是善。在原因有如此之多时,欧德谟说:“所有人在最初都将基底和动因作为原因,形式则由许多人提出,但‘为了何物’则仅有较少的人且在很小范围内提出。”然而在我们看来,这却是绝大多数事物的原因。因为它看起来是极富成果的。因为我们的行为几乎全部都是为了某物并为了善而发生的。因为即便医生有时引发发烧,发烧从纯粹意义上是恶,但当他引发发烧时,他是作为善而制造它的。同样,出于防范更大之恶而选择较小之恶的人,如同选择死亡以代替其他恶的人一样,也是在为自己获取善。因为有些人会提出这类的诡辩。但解决这些诡辩或许是更好的,也是容易的。

语法注3 条
  1. 2.31τοῦ κυρίως ποιοῦντος, ὡς καὶ Ἀλέξανδρος ὁμολογεῖ, ἐξῃρῆσθαι τοῦ γινομένου ὀφείλοντος

    这是一个独立属格结构(τοῦ ... ὀφείλοντος),用以补充说明为何种子居于制造因与质料因之间的理由。ὀφείλοντος 的逻辑主语是 τοῦ κυρίως ποιοῦντος,它统辖补充不定词 ἐξῃρῆσθαι,而后者支配分离属格 τοῦ γινομένου。

  2. 2.32κατὰ κοινοῦ καὶ τῷ τέλει καὶ τῷ ἀγαθῷ ἐπῆκται τὸ τῶν ἄλλων

    关于亚里士多德原文(195a23,τὸ δὲ ὡς τέλος καὶ ἀγαθὸν τῶν ἄλλων)中属格短语 τῶν ἄλλων 之修饰关系的句法判断。亚历山大主张调整语序使其仅修饰 τέλος,而辛普利丘则主张它以兼联方式(κατὰ κοινοῦ, apo koinou)共同修饰 τῷ τέλει 和 τῷ ἀγαθῷ 两者。

  3. 2.32διαφερέτω δὲ μηδὲν ἀγαθὸν αὐτὸ εἰπεῖν ἢ φαινόμενον ἀγαθόν

    第三人称命令法 διαφερέτω 与副词性/内宾格 μηδέν 连用,统辖不定词 εἰπεῖν。该不定词在此构成双宾格结构:宾格代词 αὐτό 作直接宾语,ἀγαθὸν ... ἢ φαινόμενον ἀγαθόν 作宾语补足语(谓词性宾格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:321.1-322.15