← 辛普里丘

亚里士多德《物理学》注释

§319.14-320.36

质料因与形式因的诸样态及质料的变质

辛普里丘注解了亚里士多德对四因进行总结的章节(195a15),梳理了质料因与形式因的各种不同表现形式,并通过区分第一质料与近邻质料,调和了亚历山大、逍遥学派以及柏拉图主义者关于质料之变质问题的不同观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.30

" Ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια ἕως τοῦ καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος." Ἐν τῇ τῶν αἰτίων παραδόσει καὶ τὰ γένη τῶν αἰτίων ὡς αἴτια παραδοὺς καὶ τὰ μεταξὺ τοῦ τε ποιοῦντος καὶ τοῦ γινομένου ἢ τοῦ τέλους, εἰκότως συγκεφαλαιούμενος τέτταρας εἶναί φησι τοὺς τῶν αἰτίων τρόπους, εἰς οὓς πάντα τὰ εἰρημένα ἀνάγεται. καὶ προθέμενος αὐτὰ συντόμως ἀπαριθμήσασθαι καὶ πρῶτον τὸ ὑλικὸν προβαλόμενος καὶ διὰ παραδείγματος αὐτὸ σαφηνίσαι βουληθεὶς καὶ τὰς διαφορὰς αὐτοῦ ἐκθέσθαι, πλείονος σαφηνείας 〈ἕνεκεν〉 καὶ ἐκεῖνα ὧν ἐστιν ὑποκείμενον παρέλαβεν εἰπὼν τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὰ ἐφεξῆς. ἐν οἷς ὑπόκειται μὲν τὰ στοιχεῖα καὶ ἡ ὕλη τῶν τεχνητῶν, οἷον ξύλα ἢ κηρὸς καὶ ἔλαιον τοῦ φαρμάκου καὶ πῦρ καὶ γῆ καὶ τὰ λοιπά, καὶ τὰ μέρη καὶ αἱ ὑποθέσεις. εἴδη δὲ αἱ συλλαβαὶ καὶ τὸ βάθρον ἢ τὸ φάρμακον καὶ τὸ ζῷον καὶ τὸ ὅλον καὶ τὸ συμπέρασμα. συντάξας οὖν τὰ εἴδη τοῖς ὑποκειμένοις εἰκότως ἐπήγαγε1 τούτων δὲ τὰ μὲν αἴτιά ἐστιν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ εἶδος. καὶ οὕτως τὸ ποιητικὸν προστίθησι καὶ τὸ τελικόν. διαφορὰς δὲ τοῦ ὑποκειμένου παραδίδωσι, καθόσον ἄλλως μὲν ἡ κυρίως ὕλη τοῖς ἐξ αὐτῆς ὑπόκειται καὶ γίνεται ἐξ αὐτοῦ τὰ γινόμενα, καὶ ἄλλως τὰ στοιχεῖα ταῖς συλλαβαῖς καὶ τὰ μέρη τῷ ὅλῳ, καὶ ἄλλως αἱ προτάσεις, ὡς ὑποθέσεις ἐκάλεσε, τῷ συμπεράσματι. “ἡ μὲν γὰρ ὕλη κατὰ ἀλλοίωσιν, ὡς Ἀλέξανδρός φησι, τὸ εἶδος ἀναλαμβάνει, τὰ δὲ στοιχεῖα καὶ τὰ μέρη κατὰ σύνθεσιν (καὶ ἡ συλλαβὴ γὰρ ὡς ἐκ μερῶν γίνεται τῶν στοιχείων), τὰ μέντοι σώματα τὰ πρῶτα καὶ ἁπλᾶ, ἅπερ καὶ στοιχεῖα τῶν συνθέτων καλεῖται σωμάτων, ὡς γῆ ὕδωρ ἀὴρ πῦρ, καὶ κατὰ σύνθεσιν καὶ κατὰ ἀλλοίωσιν ἀποτελεῖται ἀπ’ αὐτῶν σώματα. ἀλλὰ ταῦτα μὲν πάντα ἐνυπάρχοντα τῷ ἐξ αὐτῶν αἴτια γίνεται. αἱ δὲ προτάσεις οὐκ ἐνυπάρχουσι τῷ συμπεράσματι, ἀλλὰ τούτου μὲν ποιητικαὶ μᾶλλόν εἰσιν, ἐν δὲ τῷ παντὶ συλλογισμῷ ὑπάρχουσι καὶ ὕλης ἔχουσιν ἐν αὐτῷ λόγον, τὸ δὲ συμπεπερασμένον εἴδους. μήποτε δὲ καὶ ἐν τῷ συμπεράσματι τρόπον τινά εἰσιν αἱ προτάσεις καὶ ἕν ἐστιν. Εἷς μὲν τρόπος αἰτίων οὗτος ποικίλος, ὡς δέδεικται, ἄλλος δὲ ὡς τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος. τοιαῦτα δὲ ἅπερ μετὰ τῶν ὑλικῶν αἰτίων παρέθετο τό τε ὅλον οὐχὶ τὸ σὺν τοῖς μέρεσιν, ἀλλὰ τὸ ἐπὶ τοῖς μέρεσιν ἐπιγινόμενον. τοιοῦτον δὲ καὶ ἡ σύνθεσις. καὶ γὰρ αὕτη ἄλλη οὖσα παρὰ τὰ συντιθέμενα ἐκείνοις ἐπιγίνεται ὡς εἶδος, ὡς ἐπὶ τοῖς στοιχείοις τοῖς μὲν τοῦ λόγου ἡ συλλαβή, τοῖς δὲ τῶν σωμάτων τὸ κατὰ τὴν σύνθεσιν εἶδος οἷον ἀνθρώπου ἢ συκῆς. καὶ δῆλον ὅτι πᾶσι τούτοις ἐφαρμόζει ἡ τοῦ εἴδους προσηγορία. οἰκειότερον δὲ ἐπὶ τῶν τὴν κυρίως λεγομένην ὕλην ὑποκειμένην ἐχόντων. μεμνῆσθαι δὲ χρή, ὅτι τὴν ὕλην κατὰ ἀλλοίωσιν ἀναλαμβάνειν τὸ εἶδος ὁ Ἀλέξανδρός φησι. διὸ καὶ ἐξ ὕλης καὶ εἴδους τὸ σύνθετον οἱ Περιπατητικοὶ λέγουσιν ὡς συνεξαλλοιουμένων ἀλλήλοις τῶν ἁπλῶν2 ἐν τῇ τοῦ συνθέτου γενέσει. οἱ δὲ Πλατωνικοὶ τὴν ὕλην ἄτρεπτον λέγουσι τοῖς ἐν Τιμαίῳ λεγομένοις ἀκολουθοῦντες, ἐν οἷς φησιν “ὁ αὐτὸς δὴ λόγος καὶ περὶ τῆς τὰ πάντα δεχομένης σώματα φύσεως· ταὐτὸν αὐτὴν ἀεὶ προσρητέον· ἐκ γὰρ τῆς ἑαυτῆς τὸ παράπαν οὐκ ἐξίσταται δυνάμεως.” καὶ δῆλον ὅτι οὐδὲ ἀλλοιοῦται. μήποτε οὖν οἱ μὲν Πλατωνικοὶ περὶ τῆς πρώτης ὕλης λέγοντες τῆς ἀποίου οὐ συγχωροῦσιν αὐτὴν ἀλλοιοῦσθαι.3 ἀλλοιοῦται γὰρ τὸ πεποιωμένον ὡς ἄλλην μὲν ποιότητα ἀποβάλλον, ἄλλην δὲ προσλαμβάνον. τὸ δὲ ἄποιον πῶς ἂν ἀλλοιωθείη; διὰ τοῦτο οὖν οὐκ ἐξ ὕλης καὶ εἴδους φασὶν εἶναι τὸ σύνθετον ὡς μὴ συναλλοιουμένων ἀλλήλοις, ἀλλ’ εἶδος ἐν ὕλῃ. οἱ δὲ ἀπὸ τοῦ Περιπάτου τὴν προσεχῆ λαμβάνοντες ὕλην ὡς τὰ τέτταρα στοιχεῖα ἢ τὸ σπέρμα καὶ τὸ καταμήνιον, εἰκότως καὶ ἀλλοιοῦσθαι ταύτην φασί, καὶ ἐξ ὕλης καὶ εἴδους λέγουσι τὸ σύνθετον τῆς τε ὕλης εἰς τὸ εἶδος μεταβαλλούσης καὶ τοῦ εἴδους ὑλουμένου.

“现在所说的所有原因……”直到“以及结合和形式”。 在传授原因时,他既将原因的属作为原因传授,又传授了制造者与生成之物或目的之间的居间者;因此合乎情理地,他在总结时说,所说的一切事物都被归结为四种原因的样式。他意图简要地列举它们,首先提出了质料因,并希望通过例证来阐明它且列明其差别,为了更加明晰,他把以它为基底的事物也一并取来,说道“因为字母之于音节,质料之于器物”,等等。在这些之中,字母与人造物的质料(例如木材,或者药剂中的蜂蜡与油,以及火、土等其余之物)、部分以及假设乃是基底;而音节、底座或药剂、动物、整体以及结论则是形式。因此,他在将形式与基底并列排布之后,合乎情理地接着说:“在这些之中,有些作为基底而成为原因,例如部分,有些则作为形式。”以这种方式,他又补充了制造因和目的因。而且他传授了基底的差别,因为严格意义上的质料作为由其生成之物的基底、生成之物由它生成是在一种意义上,字母之于音节、部分之于整体是在另一种意义上,而前提(他称之为假设)之于结论又在另一种意义上。“因为质料,”正如亚历山大所说,“是依照变质而接受形式,而字母和部分则是依照结合(因为音节也是由作为部分的字母生成的);然而最初且单纯的物体,即那些也被称为复合体之元素的土、水、气、火,物体由它们产生既依照结合又依照变质。但这所有一切,都是通过内在存在于由它们生成之物中而成为原因的。前提则并非内在存在于结论中,反倒是它的制造因,但它们存在于整个推论中并在其中占有质料的地位,而得出的结论则占有形式的地位。或者,前提在某种意义上也存在于结论中并与之合一。”原因的这一个样式正如所示是多样的,而另一个样式则是作为本质和形式。此类事物就是他与质料因一道并列提及的:整体并不是与部分共在的整体,而是附加于部分之上的整体。结合也是如此。因为结合虽然异于被结合的事物,但作为形式附加于它们之上,如同在言辞的元素之上附加音节,在物体的元素之上附加依照结合的形式,例如人或无花果树的形式。显然,形式这一称谓适合于所有这些。但对于那些具有本义上的质料作为基底的事物,这一称谓更为固有契合。应当记住,亚历山大说质料是依照变质而接受形式的。因此逍遥学派也说,复合物是由质料和形式构成的,这是基于单纯之物在复合物的生成中彼此共同变质。而柏拉图主义者则依循《蒂迈欧篇》中所说的话,主张质料是不可变易的,在其中他说:“关于那接纳所有物体的自然,道理也是相同的:必须始终用相同的称呼来指称它;因为它丝毫没有离开自身的潜能。”显然它也并不变质。那么或许柏拉图主义者论及无性质的第一质料,并不承认它变质。因为具有性质之物之所以变质,乃是抛弃一种性质而接纳另一种性质;但无性质之物又怎能变质呢?因此,基于它们并不彼此共同变质,他们不说复合物由质料和形式构成,而说是质料中的形式。但逍遥学派采取近邻质料,例如四元素或种子与经血,合乎情理地也说这质料是变质的,并说复合物是由质料和形式构成的,质料转变为形式,而形式被质料化。

语法注3 条
  1. 2.30συντάξας οὖν τὰ εἴδη τοῖς ὑποκειμένοις εἰκότως ἐπήγαγε

    分词 συντάξας 与主语(亚里士多德)一致,支配与格 τοῖς ὑποκειμένοις,意为“在将形式与基底并列排布之后”。它修饰主要动词 ἐπήγαγε(“接着说/补充道”),解释了底本引文中将原因进行对比列举的意图。

  2. 2.30ὡς συνεξαλλοιουμένων ἀλλήλοις τῶν ἁπλῶν

    由 ὡς 引导的属格独立结构,表示逍遥学派主张“复合物由质料和形式构成”的理论依据或主观认定:“基于单纯之物彼此共同变质”。

  3. 2.30μήποτε οὖν οἱ μὲν Πλατωνικοὶ περὶ τῆς πρώτης ὕλης λέγοντες τῆς ἀποίου οὐ συγχωροῦσιν αὐτὴν ἀλλοιοῦσθαι

    μήποτε 后接陈述语气现在时(οὐ συγχωροῦσιν),表示审慎的推测或探求性解决方案(“或许……并不承认”)。辛普里丘借此通过指明所论质料层次之不同(第一质料与近邻质料)来调和柏拉图派与逍遥派的对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:319.14-320.36