- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:317.23-319.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过划分法论证了工具因、范型因和目的因的必然性,以及原因既不多于也不少于所确立之数。随后他转向对195a4的注解,阐明多种原因本质上(就其自身而言)属于同一事物,制造因与目的因可以互为原因,以及同一事物可以通过临在与缺席而成为相反结果的原因。
καὶ οὕτως ἡμῖν ἀνεφάνη τὸ ὀργανικὸν αἴτιον, ὅπερ ἐστὶ κινούμενον μὲν ὑπ’ ἄλλου, κινοῦν δὲ ἕτερον. καὶ σαφῶς ἐπὶ τῆς τεχνικῆς ποιήσεως ὁρᾶται· τὸ γὰρ σκέπαρνον συναίτιόν ἐστιν, διότι κινούμενον κινεῖ. τοιαύτη δὲ καὶ ἡ φύσις ἥ τε ὅλη καὶ ἡ μερική, ὡς καὶ Ἀλέξανδρος ὁμολογεῖ καλῶς ἐπιστήσας, ὅτι τὸ κυρίως ποιητικὸν αἴτιον χωριστὸν εἶναι χρὴ καὶ ἐξῃρημένον. πάλιν δὲ ἐπειδὴ τὸ φυσικὸν καὶ γενητὸν εἶδος μέθεξίς ἐστιν εἴδους ἐν ὕλῃ, πᾶσα δὲ μέθεξις ὁμοίωμα τοῦ μετεχομένου ἐστίν, ἀφ’ οὗ καὶ μετεχόμενον καὶ πρὸς ὃ τὸ μετέχον ἀφομοιοῦται,1 δεῖ πάντως εἶναι καὶ παραδειγματικὸν τῶν ἐνύλων αἴτιον. τὸ δὲ ποιοῦν ἢ εἰκῇ καὶ ὡς ἔτυχε ποιεῖ ἢ εἴς τινα προηγούμενον ἀφορᾷ σκοπόν. καὶ τέλος τίθεται τῆς ποιήσεως, οὗ ἕνεκεν καὶ τὸ ποιοῦν ποιεῖ καὶ τὸ γινόμενον γίνεται. ἀλλ’ εἰ τὸ πρώτως καὶ κυρίως ποιοῦν εἰκῇ καὶ ὡς ἔτυχε ποιεῖ, τί ἂν εἴη τῶν ποιούντων τοῦ ἀγαθοῦ ἕνεκεν ποιοῦν; δεῖ ἄρα τὸ πρῶτον ποιοῦν ἕνεκά του ποιεῖν, καὶ τέλος ἔχειν τὸ οὗ ἕνεκα. καὶ οὕτως ἡμῖν καὶ τὸ τελικὸν αἴτιον ἀναφαίνεται ἀπὸ τοῦ πρώτου ποιοῦντος καὶ τοῖς ἄλλοις ποιητικοῖς αἰτίοις ὡς ἐφετοῦ προτεθέντος.2 καὶ ὅτι μὲν ταῦτα αἴτια τῶν γινομένων ἐστί, δῆλον. ὅτι δὲ καὶ μόνα ταῦτα, ἐκ τῆς διαιρέσεως ἐπιβλεπτέον. καὶ γὰρ τὸ γινόμενον, ὃ φυσικὸν καὶ σύνθετόν φαμεν, ὑποκείμενόν τί ἐστι καὶ ἐν ὑποκειμένῳ καὶ παρὰ ταῦτα οὐδέν, καὶ ἢ αὐθυπόστατον ἢ ἑτέρωθεν τὸ εἶναι ἔχον. εἰ οὖν αὐθυπόστατον ἀδύνατον εἶναι τὸ ἐν μέρει χρόνου γινόμενον καὶ σωματικὸν καὶ διεστὼς ἔχει τι ποιητικὸν αἴτιον ἄλλο παρ’ ἑαυτό. καὶ ἤτοι κινούμενον τοῦτο ἢ ἀκίνητον· καὶ εἰ κινούμενον, ἢ ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου. ἀλλὰ τὸ μὲν ὑπ’ ἄλλου οὐ πρώτως κινοῦν, τὸ δὲ ὑφ’ ἑαυτοῦ ἢ ἄλλο μὲν κινεῖ ἄλλο δὲ κινεῖται, ἢ καθ’ ὅλον ἑαυτὸ κινεῖ καὶ κινεῖται, ὡς ἡ ψυχὴ κατὰ Πλάτωνα. τοῦτο δὲ κινήσεως μέν ἐστιν ἀρχὴ καὶ γενέσεως, τὸ δὲ ἀνέκλειπτον οὐ παρέχει καθὸ κινεῖται οὐδὲ ἀρχηγικὸν τελέως ἐστίν, καθὸ διπλόην ἔχει τινὰ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου. πρῶτον ἄρα τὸ ἀκίνητον ποιητικὸν κυρίως καὶ κινητικὸν αἰώνιον ὑπάρχον. τὸ δὲ ποτὲ γινόμενον καὶ κινούμενον ὑπὸ τοῦ αἰωνίου καὶ ἀκινήτου γίνεσθαι καὶ κινεῖσθαι προσεχῶς ἀδύνατον (ἀϊδίων γάρ ἐστιν ἐκεῖνο ποιητικὸν καὶ κινητικόν) τὸ δὲ ἀϊδίως ὑπ’ ἐκείνου κινούμενον κατὰ τὰς διαφόρους ἑαυτοῦ διαθέσεις τῶν ποτὲ γινομένων καὶ κινουμένων ἐστὶν αἴτιον ὀργανικόν, ὅτι κινούμενον κινεῖ. καὶ εἰ τὸ ἔνυλον εἶδος ἢ πρῶτόν ἐστιν ἢ ἀπὸ πρώτου καὶ πρὸς πρῶτον, πρῶτον δὲ οὐδὲν τῶν ἐνύλων μέθεξις ὄν, ἔστι τι ἄρα πρῶτον πρὸς ὃ ὡμοίωται. καὶ εἰ τὸ κυρίως ποιοῦν ἢ εἰκῇ καὶ ὡς ἔτυχε ποιεῖ ἢ εἰς ὡρισμένον σκοπὸν βλέπον, ἀδύνατον δὲ τὸ εἰκῇ, ἀνάγκη καὶ τέλος τι καὶ τὸ οὗ ἕνεκα ἀεὶ εἶναι.
于是工具因向我们显明出来,它正是那被他物推动而又推动另一物者。而这在技艺制作中看得格外清楚;因为扁斧是协同原因,正是因为它在被推动的同时推动他物。整体的自然和部分的自然也是如此,正如亚历山大妥善指出本义上的制造因必须是分离的和超绝的,并对此表示赞同一样。再者,由于自然的和生成的形相是质料中对形相的受分有,而一切分有都是被分有者的摹本——正是从这作为被分有者处出发,分有者朝向它而被相似化——,所以必定完全存在着质料性事物的范型因。而制造者要么是凭偶然和碰巧制造,要么是朝向某种主导的目的。制作的目的被确立起来,制造者为了它而制造,生成之物也为了它而生成。但是,如果第一位的且本义上的制造者是凭偶然和碰巧制造,那么制造者中还有什么会是为了善而制造呢?因此第一制造者必定是为了某物而制造,并将“为此目的”作为目的。于是,由第一制造者出发,且作为所欲求者被展示给其他制造因的目的因,也向我们显明出来了。这些是生成之物的原因,乃是显而易见的。但若要说明唯独这些是原因,则须通过划分法来考察。因为我们称之为自然的和复合的生成之物,乃是某种基底以及在基底之中的东西,除这些之外别无他物;并且它要么是自立存在的,要么是从他处获得其存在。因此,如果在时间的部分中生成的、有身体的且有广延的物不可能自立存在,那么它就具有某种异于自身的制造因。而这制造因要么是受动的,要么是不受动的;如果受动,要么是由自身推动,要么是由他物推动。但是由他物推动者并不是第一位的推动者;而由自身推动者,要么是一部分推动而另一部分被推动,要么是如柏拉图所说灵魂那样作为整体通过自身而推动并受动。而后者固然是运动和生成的本原,但就其受动而言并不提供无穷竭的运动,就其具有推动者和受动者的某种双重性而言也不是完全居于首导地位的。因此,首要者是在本义上制造和推动的、永恒存在的不受动者。另一方面,有时生成和受动之物,不可能直接由永恒且不受动者来生成和推动(因为那是不朽永恒之物的制造者和推动者);相反,由它永恒推动之物,依照自身各异的状态,乃是有时生成和受动之物的工具因,因为它在被推动的同时推动他物。如果质料性的形相要么是第一位的,要么是源于第一位且朝向第一位的,而质料性事物由于是分有而无一是第一位的,那么就存在着某种第一位的事物,它们朝向它而被相似化。并且,如果本义上的制造者要么是凭偶然和碰巧制造,要么是注视着确定的目的,而凭偶然是不可能的,那么必然也始终存在着某种目的,即“为此目的”。
"Συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων ἕως τοῦ οὗ ἦν ἡ παρουσία αἰτία τῆς σωτηρίας." Πολλὰς τῶν αἰτίων διαφορὰς παραδούς, ἵνα μὴ νομίσῃ τις ἄλλα ἄλλων εἶναι αἴτια (οἷον τὸ μὲν ὑλικὸν ἄλλου, τὸ δὲ εἰδικὸν ἢ ποιητικὸν ἄλλου), καλῶς ἐπεσημήνατο, ὅτι ἐκ τῶν εἰρημένων συμβαίνει τὸ τοῦ αὐτοῦ πολλὰ εἶναι αἴτια. εἰπὼν δὲ συμβαίνει τοῦτο, ἵνα μὴ ποτὲ μὲν οὕτως ἔχειν ποτὲ δὲ ἄλλως ὑπονοήσωμεν, ἐπήγαγεν οὐ κατὰ συμβεβηκός, ἀλλὰ καθὸ τοιοῦτόν ἐστι τὸ γινόμενον·3 καθὸ γὰρ φυσικὸν ἢ τεχνητόν ἐστι καὶ ὕλην ἔχει καὶ εἶδος καὶ ποιητικὸν αἴτιον καὶ τελικόν. τὸ δὲ οὐ καθ’ ἕτερόν τι ἀλλ’ ᾗ ἀνδριὰς εἴρηται ἀντὶ τοῦ οὐ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό. εἰ γὰρ καθ’ αὑτό, δῆλον ὅτι οὐ κατὰ συμβεβηκός, ἐπειδὴ ἀνάγκη τούτων θάτερον ὑπάρχειν. προστίθησι δὲ καὶ ὅτι οὐ μόνον τοῦ γινομένου αἴτιά ἐστι ταῦτα, ἀλλὰ καὶ ἀλλήλων αἴτια τό τε ποιητικὸν αἴτιον καὶ τὸ τέλος. καὶ γὰρ τὸ πονεῖν αἴτιον τῆς εὐεξίας ὡς ποιητικὸν καὶ ἡ εὐεξία τοῦ πονεῖν αἰτία ὡς τέλος, ἐπειδὴ ταύτης ἕνεκα τὸ πονεῖν. μήποτε δὲ καὶ ποιητικὸν αἴτιόν ἐστιν ἡ εὐεξία τοῦ πονεῖν. ὁ γὰρ εὐεκτῶν πονεῖν δύναται καὶ ἐνεργεῖν. εἰπὼν δὲ ὅτι πάντα τοῦ αὐτοῦ καὶ ἀλλήλων ἐστὶν αἴτια, προστίθησιν ὅτι καὶ τὸ αὐτὸ τῶν ἐναντίων, ἀλλ’ οὐχ ὡσαύτως ἔχον ἀλλ’ ἐναντίως διακείμενον. ὃ γὰρ παρὸν σωτηρίας ἐστὶν αἴτιόν τινι ὡς ὁ κυβερνήτης τῇ νηί, τοῦτο ἀπὸν ἀνατροπῆς. καὶ δῆλον ὅτι παρὸν μὲν καθ’ αὑτὸ αἴτιόν ἐστιν, ἀπὸν δὲ κατὰ συμβεβηκός. οὕτως δὲ ἔλεγεν ἐν τῷ πρώτῳ, τὸ εἶδος τῇ παρουσίᾳ καὶ ἀπουσίᾳ τῆς γενέσεως εἶναι καὶ τῆς φθορᾶς αἴτιον.
“由于原因有多重说法,因而发生……”直到“它的临在曾是保全的原因”。 在传授了原因的诸多差别之后,为了不让人以为不同的原因是不同事物的原因(例如质料因属于一物,而形式因或制造因属于另一物),他妥善地指出,从所说的话中可以得出同一个事物有多种原因。他说了“发生这种情况”,为了避免我们猜测为有时如此有时不然,他接着补充道“不是偶性地,而是就生成之物即是如此而言”;因为就其是自然的或人造的而言,它既有质料又有形式,既有制造因又有目的因。而“不是就某种他物而言,而是作为雕像”这话,是用来代替“不是偶性地,而是就其自身而言”。因为若是就其自身而言,显然就不是偶性地,既然二者必居其一。他还补充说,不仅这些是生成之物的原因,而且制造因与目的也是彼此的原因。因为劳作作为制造因是良好体态的原因,而良好体态作为目的则是劳作的原因,因为劳作是为了它。或许良好体态甚至是劳作的制造因;因为体态良好者能够劳作并活动。在说明了这一切都是同一事物的以及彼此的原因之后,他又补充说,同一事物也是相反事物的原因,但并非处于相同状态,而是处于相反的状态。因为在临在时对于某物是保全的原因者(如同舵手之于船),这同一事物在缺席时就是倾覆的原因。显然,临在时它是就其自身而言的原因,缺席时则是偶性原因。在第一卷中他也是这样说的:形式因其临在与缺席而成为生成与消灭的原因。
- 2.28ἀφ’ οὗ καὶ μετεχόμενον καὶ πρὸς ὃ τὸ μετέχον ἀφομοιοῦται
这里的 καὶ...καί 连接了两个并列从句:前者 ἀφ’ οὗ μετεχόμενον 表明原型作为“被分有者”是分有的来源,后者 πρὸς ὃ τὸ μετέχον ἀφομοιοῦται 表明分有者正是朝向该原型而被相似化。
- 2.28ἀπὸ τοῦ πρώτου ποιοῦντος καὶ τοῖς ἄλλοις ποιητικοῖς αἰτίοις ὡς ἐφετοῦ προτεθέντος
属格分词 προτεθέντος 在语法上修饰 τοῦ πρώτου ποιοῦντος 或与之并列,指明终极目的因正是由第一制造者所立,并“作为被欲求者向其余制造因展示出来”。
- 2.29οὐ κατὰ συμβεβηκός, ἀλλὰ καθὸ τοιοῦτόν ἐστι τὸ γινόμενον
短语 οὐ κατὰ συμβεβηκός 与后面的 καθὸ τοιοῦτόν ἐστι τὸ γινόμενον(就生成之物即是如此而言)形成对比;辛普利丘在后文中进一步阐明这等同于“不是偶性地,而是就其自身而言(καθ’ αὑτό)”。
