- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:316.21-317.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了亚里士多德在列举原因时为何附带说“大致”,通过划分法推导说明四种原因既不多也不少,并论述了从不受动的推动者经由天球直至生灭之物的制造因等级秩序。
" Τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς." Τὸ σχεδὸν πρόσκειται ἢ ὅτι τὰ κυρίως αἴτια τοσαυταχῶς πολλῶν ὄντων καὶ κατὰ συμβεβηκὸς αἰτίων, ὡς ἐρεῖ, ἢ δι’ εὐλάβειαν εἴρηται, τοῦ Πλάτωνος τὸ μὲν παραδειγματικὸν αἴτιον τοῖς κυρίως αἰτίοις συναριθμήσαντος τῷ τε ποιητικῷ καὶ τῷ τελικῷ, τὸ δ’ ὀργανικὸν τοῖς συναιτίοις τῷ τε ὑλικῷ καὶ τῷ εἰδικῷ. εἰ δὲ τοσαύτη τάξις ἐστὶν ἐν τοῖς αἰτίοις, ὡς τὰ μὲν φύσει πρῶτα εἶναι τό τε ποιοῦν καὶ τὸ τέλος καὶ κυρίως αἴτια, τὰ δὲ συναίτια μᾶλλον ὡς ἡ ὕλη καὶ τὸ εἶδος, εἰκότως τῶν πολλαχῶς λεγομένων ἐστὶ τὰ αἴτια, ἀλλ’ οὐχὶ τῶν ὡς ἀφ’ ἑνὸς γένους διῃρημένων.1 ὅτι δὲ τοσοῦτοί εἰσιν οἱ τῶν αἰτίων τρόποι καὶ οὔτε πλείονες οὔτε ἐλάττονες, τάχα ἄν τις καὶ ἐκ διαιρέσεως συλλογίσαιτο, τοσοῦτον προειπὼν ὅτι αἴτια ἐκεῖνά ἐστι δι’ ἃ ἔστι τε τὸ ὂν οἷόν ἐστι καὶ γίνεται τὸ γινόμενον, καὶ ἅπερ ἐρωτηθέντες τὸ διὰ τί ἀποδίδομεν. τὰ τοίνυν φυσικὰ σύνθετα ὄντα ἐξ ὕλης καὶ εἴδους ἔστιν ἅπερ ἐστὶ καὶ γίνεται ἅπερ γίνεται ἢ διὰ τὰ συμπληροῦντα αὐτὰ ἢ διὰ τὰ ἔξωθεν ὁπωσοῦν αὐτοῖς ἐπικοινωνοῦντα. συμπληροῖ δὲ αὐτὰ ἡ ὕλη καὶ τὸ εἶδος. καὶ διὰ ταῦτά ἐστιν ἔνυλα καὶ φυσικά. καὶ ἐρωτηθέντες, διὰ τί διαστατά ἐστι τὰ τῇδε τῶν νοητῶν ἀδιαστάτων ὄντων, λέγομεν διότι ἔνυλά ἐστι ταῦτα· διὰ τί δὲ εὐκίνητος οὕτως ὁ οὐρανός, ὅτι σφαιρικὸς ὢν “ἐπὶ σμικροτάτου ποδὸς” βαίνει κατὰ τὸν Πλάτωνα. καὶ εἰσὶν αὗται τῶν αἰτίων αἱ ἀποδόσεις ἀπό τε τῆς ὕλης καὶ ἀπὸ τοῦ εἴδους, εἰς ἃ πάντα ἀνάγεται τὰ στοιχειωδῶς συμπληροῦντα τὸ σύνθετον. ἐπεὶ δὲ τὰ φυσικὰ πάντα γινόμενά ἐστι καὶ κατὰ τὸν Ἀριστοτέλην, τὸ δὲ γινόμενον πᾶν αἴτιον ἔχει τῆς γενέσεως, τὸ ποιοῦν δεῖ εἶναι καὶ τὸ ποιητικὸν αἴτιον τῶν γινομένων, ὅθεν ἡ πρώτη τῆς κινήσεως ἀρχή. διττὴ δὲ ἡ τῆς κινήσεως ἀρχὴ ἡ μὲν αὐτοκίνητος, ἡ δὲ ἀκίνητος· τὸ μὲν γὰρ ἑτεροκίνητον προδήλως οὐκ ἂν εἴη ἀρχὴ κινήσεως ἄλλο πρὸ ἄλλου λαμβανόντων ἡμῶν ἑτεροκίνητον.2 τὸ δὲ αὐτοκίνητον ἀρχὴ μὲν ἂν εἴη κινήσεως ὡς ἐν ἑαυτῷ τὸ κινοῦν ἔχον, οὐ κυρίως δὲ ἀρχή, ὅτι τὸ αὐτὸ καὶ κινούμενόν ἐστιν. ἡ δὲ κυρίως τῆς κινήσεως ἀρχὴ κινοῦν ἀλλ’ οὐ κινούμενον εἶναι βούλεται, ὥστε τὸ μὲν κυριώτατον ποιητικὸν τῶν γινομένων αἴτιον τὸ ἀκίνητον ἂν εἴη καὶ αἰώνιον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον· τοιοῦτος δὲ ὁ πολυτίμητος νοῦς. μετ’ ἐκεῖνον δὲ ἡ ψυχή· κἂν γὰρ κινῆται αὕτη, ἀλλ’ ἐν ἑαυτῇ τὸ κινοῦν ἔχει. διὸ καὶ ἀκίνητον αὐτὴν μᾶλλον ὁ Ἀριστοτέλης καλεῖν ἀξιοῖ μόνα κινούμενα τὰ σωματικῶς μεταβάλλοντα νομίζων. ἐπεὶ δὲ τὰ γινόμενα καὶ φθειρόμενα τῶν φυσικῶν προσεχῶς ὑπὸ τῶν ἀϊδίων καὶ κυκλοφορητικῶν γίνεται (“ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος”), δῆλον ὅτι τὸ κυρίως ποιοῦν οὐκ ἀμέσως πελάζον τοῖς γινομένοις καὶ φθειρομένοις ποιεῖ, ἀλλὰ διὰ μέσων τῶν ἀϊδίων.
“因此,原因大致有如此多种说法。” 加上“大致”,要么是因为本义上的原因有如此多种,而如他将要说的,还有许多偶性原因;要么是出于谨慎而言,因为柏拉图将范型因与制造因及目的因一同列入本义上的原因,而将工具因与质料因及形式因一同列入协同原因。如果在原因之间存在着如此的序列,以致制造者和目的是本性上在先的且为本义上的原因,而质料与形式更多是协同原因,那么原因理所当然属于多义而言的事物,而不属于从单一属中划分出来的事物。然而,原因的模式恰有如此之多,既不多也不少,人们或许也可以通过划分法推论出来,只要预先说明这一点:原因就是那些使存在之物成为其所是、使生成之物得以生成的事物,并且正是当被问及“为什么”时我们所给出的解答。既然自然物是由质料和形式构成的复合体,它们之所以是其所是、生成其所生成,要么是由于充实它们的事物,要么是由于从外部以某种方式与它们发生关联的事物。而质料与形式充实了它们,正因为这些,它们才是有质料的与自然的事物。当被问及为什么此地的物具有广延而理知事物没有广延时,我们说是因为它们是有质料的;为什么天如此易于运动,则如柏拉图所说是由于它是球形的因而“立于极细小的足上”运行。这些就是从质料和从形式出发对原因的说明,以元素方式充实复合体的一切事物都归结于它们。但是,既然在亚里士多德看来一切自然物也都是生成之物,而一切生成之物都有其生成的原因,那么对于生成之物而言就必定存在制造者,即制造因,运动的第一本原由此而来。而运动的本原是双重的,一种是自身运动的,另一种是不受动的。因为被他物推动者显然不可能是运动的本原,否则我们在一个被他物推动者之前又会取另一个被他物推动者。自身运动者固然可以是运动的本原,因为它在自身中具有推动者,但并不是严格本义上的本原,因为这同一个东西也是受动的。而严格本义上的运动本原意图成为推动者而非受动者,以致生成之物最根本的制造因应当是不受动的、永恒的、始终依照相同方式处于同样状态的;而备受尊崇的理智正是如此。在它之后的则是灵魂;因为即使灵魂运动,它也是在自身中具有推动者。因此亚里士多德也认为更应称之为不受动的,他认为唯有以身体方式发生变化的事物才是受动的。既然自然物中生成与消灭的事物直接地是由永恒的且作圆周运动的事物生成的(“因为人与太阳生人”),显然,本义上的制造者并不是通过直接接近生成与消灭的事物来进行制造,而是通过永恒的中间事物来进行制造的。
- 2.28τῶν πολλαχῶς λεγομένων ἐστὶ τὰ αἴτια, ἀλλ’ οὐχὶ τῶν ὡς ἀφ’ ἑνὸς γένους διῃρημένων
τῶν πολλαχῶς λεγομένων 与 τῶν ... διῃρημένων 为系动词 ἐστί 的表语部分格(属格表示所属类别):“原因属于多义而言的事物,而不属于从单一属中划分出来的事物”。由于各种原因之间存在本性上的先后优劣等级(本义原因与协同原因),因而它们不能是同一属下平行的种加属差的划分,而必须是具有核心意义关联的多义词项。
- 2.28ἄλλο πρὸ ἄλλου λαμβανόντων ἡμῶν ἑτεροκίνητον
此句为属格绝对结构(genitive absolute),充当前面主句 οὐκ ἂν εἴη ἀρχὴ κινήσεως(不可能成为运动的本原)的原因或条件说明:“因为我们会在一个被他物推动者之前接连不断地取另一个被他物推动者”。这表明若以被他物推动者为本原将导致无穷后退,因而无法充当真正始基。
