← 辛普里丘

亚里士多德《物理学》注释

§315.29-316.20

目的因的规定与中间手段的原因归类

辛普里丘探讨了第四种原因即目的因,阐明了中间手段(行为与工具)与目的之间的关系,并针对亚历山大将这些手段归为“制造因”的解释,探讨了是否应将其称为“工具性原因”或“质料因”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27

" Ἔτι ὡς τὸ τέλος ἕως τοῦ τὰ μὲν ἔργα, τὰ δὲ ὄργανα." Τέταρτον αἴτιον προστίθησι τὸ τελικόν, τοῦτο δέ ἐστιν ὃ ἀποκρινόμεθα ἐρωτηθέντες, τίνος ἕνεκα γίνεται τὸ γινόμενον. ἐρωτηθέντες γὰρ διὰ τί περιπατεῖ, φαμὲν ἵνα ὑγιαίνῃ. καὶ τοῦτο εἰπόντες, αὐτάρκως οἰόμεθα τὸ αἴτιον ἀποδεδωκέναι (αἴτιον γὰρ τοῦ περιπατεῖν ἡ ὑγίεια ἢ τοῦ φάρμακον πιεῖν) κατ’ οὐδένα τρόπον τῶν πρότερον εἰρημένων αἰτίων, ἀλλ’ ὅτι ἕνεκα τῆς ὑγιείας περιπατεῖ ἢ φαρμακεύεται. ἐπειδὴ δὲ ἑνός τινος ἐμνημόνευσε τοῦ περιπατεῖν, οὗ αἴτιόν ἐστι τὸ ὑγιαίνειν ὡς τέλος, ἐπεσημήνατο ὅτι καὶ πάντα τὰ μεταξὺ τοῦ τε ποιητικοῦ αἰτίου καὶ τοῦ τέλους,1 οἷον τοῦ ἰατροῦ καὶ τῆς ὑγιείας. ταῦτα δέ ἐστι φάρμακον, καὶ ἡ τοῦ φαρμάκου πόσις καὶ κάθαρσις καὶ ἰσχνασία καὶ ἐπὶ τὸ τέλος ἀναφέρεται καὶ ἕνεκα ἐκείνου γίνεται. καὶ αἴτιον αὐτοῖς τοῦ γίνεσθαι τὸ τέλος ἐστί. διαφέρει δὲ ἀλλήλων ταῦτα τῷ τὰ μὲν αὐτῶν ἔργα εἶναι2 ὡς ὁ περίπατος καὶ ἡ κάθαρσις, τὰ δὲ ὄργανα ὡς φάρμακα καὶ σμιλία, ὧν πάντων ἡ ὑγίεια εἴη ἂν αἴτιον τελικόν. αὐτὰ δὲ τῆς ὑγιείας, ὡς μὲν ὁ Ἀλέξανδρός φησι, “ποιητικὰ αἴτια.” μήποτε δὲ ὀργανικὰ λέγειν ἄμεινον ταῦτα.3 καὶ γὰρ καὶ αὐτὸς ὁμολογεῖ τὰ μὴ πρῶτα τῆς κινήσεως αἴτια ὀργανικὰ εἶναι, ἀλλ’ οὐχὶ ποιητικὰ κυρίως. κἀνταῦθα δὲ πρῶτον μὲν τῆς κατὰ τὴν ὑγίειαν κινήσεως αἴτιον ὁ ἰατρός. τὰ δὲ μεταξὺ οὐ πρῶτα. ἔστι δὲ τῆς μὲν ὑγιείας αἴτιον ἡ ἰατρικὴ καὶ τὰ μεταξὺ, ἡ μὲν ὡς ποιοῦσα, τὰ δὲ ὡς ὄργανα. τῆς δὲ ἰατρικῆς καὶ τῶν μεταξὺ τελικὸν αἴτιον ἡ ὑγίεια. δύναται δὲ οἶμαι καὶ ὑλικὰ ταῦτα λέγεσθαι αἴτια τῆς ὑγιείας. ὁ δὲ Ἀλέξανδρος οἶμαι ποιητικὰ εἶπεν εἰς τὰ μετ’ ὀλίγον ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα ἀπιδών, ἐν οἷς τὸ πονεῖν ποιητικὸν τῆς εὐεξίας φησί. καὶ λέγεται ταῦτα ὑγιεινὰ τάξιν ἔχοντα πρὸς ἄλληλα, “δι’ ὧν, φησὶν Ἀλέξανδρος, ἐνεδείξατο ἡμῖν Ἀριστοτέλης τὴν τῶν ὑγιεινῶν ὁμωνυμίαν· οἷς πᾶσιν αἴτιον τοῦ τοιούτοις εἶναι ὡς τέλος ἡ ὑγίεια.”

“再者,作为目的,直至:有些是行为,有些是工具。” 作为第四种原因,他补充了目的因,而这正是当被问及生成之物为了什么而生成时我们所回答的。因为当被问及为何散步时,我们说“为了健康”。说了这话之后,我们便认为已经充分给出了原因(因为健康是散步或服药的原因),并非依循先前所言的任何一种原因模式,而是因为为了健康而散步或服药。由于他提到了一个特定的事物即散步,对于散步而言保持健康作为目的是其原因,因此他指出,在制造因与目的(例如医生与健康)之间的一切事物也同样[是为了目的]。这些事物是药物、服药、清肠和消瘦,它们都指向目的,并为了目的而生成。对于它们而言,目的是其生成的原因。而这些事物彼此之间的差异在于,其中有些是行为,如散步和清肠,有些是工具,如药物和手术刀,对所有这些而言健康都是其目的因。然而相对于健康,它们自身正如亚历山大所说是“制造因”。但或许将它们称为工具性原因更好。因为他自己也承认,运动的非第一原因乃是工具性的,而非本义上的制造因。在此处,朝向健康的运动的第一原因也是医生;而中间的事物则不是第一位的。健康的因是医术和中间的事物,前者是作为制造者,后者是作为工具。而对于医术和中间的事物而言,健康是目的因。我认为,这些事物也可以被称为健康的质料因。但我认为亚历山大称其为制造因,是着眼于亚里士多德在不久之后所说的话,其中亚里士多德说劳作对于健壮状态是制造性的。这些事物彼此具有秩序并被称为“健康的”,“亚历山大说,通过这些,亚里士多德向我们指明了‘健康之物’的同音异义;对于所有这些事物而言,作为目的的健康是它们成为如此之物的原因。”

语法注3 条
  1. 2.27ἐπεσημήνατο ὅτι καὶ πάντα τὰ μεταξὺ τοῦ τε ποιητικοῦ αἰτίου καὶ τοῦ τέλους

    在连词 ὅτι 引导的名词性从句中,谓语动词被省略。根据紧邻的上下文及亚里士多德原文(194b36: ἅπαντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκά ἐστιν),需补充如 [ἕνεκά ἐστι τοῦ τέλους](“是为了目的”)或 [αἴτιά ἐστιν] 等谓语。

  2. 2.27διαφέρει δὲ ἀλλήλων ταῦτα τῷ τὰ μὲν αὐτῶν ἔργα εἶναι

    带冠词的不定式 τῷ ... εἶναι 作限定或原因与格使用,指示相异的维度或理由(即“在它们之中有些是……这一点上”)。

  3. 2.27μήποτε δὲ ὀργανικὰ λέγειν ἄμεινον ταῦτα

    副词 μήποτε 在此用作表达委婉主张或疑虑的习惯用法(“或许”、“岂不更好”),修饰带有不定式 λέγειν 的无人称述谓 ἄμεινον [ἐστί]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:315.29-316.20