- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:314.25-315.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘基于亚里士多德《物理学》194b27–29,解释了形式的属以及定义中的部分如何亦构成形式因,继而探讨第三种原因即制造因的定义与特质(其从生成物中的分离、首要性、与工具因的区别,以及策划者的优先性)。
" Καὶ τὰ τούτου γένη ἕως τοῦ καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ." Ὡς ἐπὶ τοῦ ὑλικοῦ αἰτίου εἶπεν αἴτιον εἶναι οὐ μόνον τὴν προσεχῆ ὕλην ἀλλὰ καὶ τὰ ταύτης γένη, οὕτως καὶ ἐπὶ τοῦ εἰδικοῦ. τῆς γὰρ διὰ πασῶν συμφωνίας ἐν διπλασίῳ λόγῳ οὔσης, εἶδός τι τοῦ διπλασίου ἐστὶ τὸ διὰ πασῶν, οὗ γένος τὸ διπλάσιον. καὶ τούτου γένος ὁ ἀριθμός. καὶ ταῦτα οὖν, φησίν, εἰδικὰ ἂν εἴη αἴτια ὡς συνεπιφερόμενα τῷ εἴδει. ὁμοίως δὲ καὶ τὰ ἐν τῷ ὁρισμῷ τοῦ εἴδους παραλαμβανόμενα μέρη, καὶ αὐτὰ ἂν εἴη εἰδικὰ αἴτια ὡς συμπληρωτικὰ τοῦ εἴδους. εἰ γὰρ τὸ ζῷον λογικὸν θνητὸν αἴτιόν ἐστιν ἀνθρώπου ὡς εἶδος, καὶ ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ μερῶν συναίτιον ἂν εἴη κατὰ τὸν αὐτὸν τοῦ αἰτίου τρόπον καθ’ ὃν καὶ τὸ ὅλον, τουτέστι τὸν εἰδητικόν. εἰκότως δὲ τὰ μέρη τὰ ἐν τῷ λόγῳ εἶπε καὶ οὐχὶ τὰ ἐν τῷ εἴδει, ἐπειδὴ ἕκαστον τῶν ἐν τῷ λόγῳ μερῶν δι’ ὅλου τείνει τοῦ εἴδους.1
“以及这[形式]的诸属,直至:以及定义中的诸部分。” 正如关于质料因,他不仅说直接的质料是原因,而且其诸属也是原因一样,关于形式因亦是如此。因为既然八度音程的和音处于二倍比中,八度音程便是二倍比的一种形式(种),而二倍比则是它的属;而这[二倍比]的属则是数。因此他说,这些也将是形式因,因为它们是随形式一同被引入的。同样,形式的定义中所包含的部分,作为补足该形式的要素,其自身也将是形式因。因为如果理性有死的动物作为形式是人的原因,那么定义中的每一个部分也必将按照与整体相同的原因模式,亦即形式性的模式,成为协同原因。而且他合理地称之为“说明[定义]中的诸部分”,而非“形式中的诸部分”,因为说明中的每一个部分都通贯整个形式。
"Ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἕως τοῦ καὶ τὸ μεταβάλλον τοῦ μεταβαλλομένου." Τρίτον ἐν τοῖς αἰτίοις παραδίδωσι τὸ ποιητικόν, διότι προσπίπτει μὲν ἡμῖν πρῶτον τὸ γινόμενον καὶ τὰ τούτου στοιχεῖα, γενητὸν δὲ εὑρόντες αὐτὸ ποιητικὸν αἴτιον ζητοῦμεν, τότε τὴν αἰτίαν, ἧς ἕνεκα2 ποιεῖ τὸ ποιοῦν καὶ γίνεται τὸ γινόμενον. καλεῖ δὲ τὸ ποιοῦν ὅθεν ἡ πρώτη τῆς μεταβολῆς ἀρχὴ ἢ τῆς ἠρεμήσεως βουλόμενος τὸ κυρίως ποιητικὸν αἴτιον κεχωρισμένον εἶναι καὶ ἐξῃρημένον τοῦ γινομένου. τὸ γὰρ ἐνυπάρχον αἴτιον ὥσπερ τὸ εἶδος καὶ ἡ φύσις τῆς κατὰ τὸ εἶδος ἀρχῆς ἔχεται. καὶ δεῖ μεμνῆσθαι, ὅτι ἐνταῦθα ὁ Ἀλέξανδρος ὁμολογεῖ μὴ εἶναι κυρίως ποιητικὸν αἴτιον τὴν φύσιν, ἀλλ’ εἰδικὸν μᾶλλον διὰ τὸ μὴ εἶναι πρῶτον ἐν τοῖς ποιητικοῖς. καὶ τὰ ὄργανα δὲ δοκεῖ κινήσεως αἴτια γίνεσθαι, ἀλλ’ οὐδὲ ταῦτα κυρίως ποιητικά ἐστιν, ὅτι μὴ πρώτως ἀλλὰ κινούμενα κινεῖ. καὶ τούτου δὲ χρὴ μεμνῆσθαι, ὅτι συγχωρεῖ ὁ Ἀλέξανδρος καὶ τὸ ὄργανον αἴτιόν πως εἶναι· εἰ καὶ μὴ κυρίως ποιητικόν, ἀλλ’ αὐτὸ τοῦτο ὀργανικόν. ἐπειδὴ δὲ τῶν γινομένων τὰ μὲν κινούμενα γίνεται τὰ δὲ ἱστάμενα καὶ τὸ κινοῦν τὰ κινούμενα καὶ τὸ ἱστῶν τὰ ἱστάμενα, ποιητικὸν ἂν εἴη αἴτιον τὸ μὲν κινήσεως, τὸ δὲ στάσεως. διὸ εἰπὼν ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς προσέθηκεν ἢ τῆς ἠρεμήσεως ἡ πρώτη.3 ὥστε ὁ βουλεύσας τι ἢ ἀγαθὸν ἢ κακὸν τοῦ πράξαντος κυριώτερον ἂν εἴη ποιητικὸν αἴτιον. ἡ γὰρ πρώτη ἀρχὴ ἀπὸ τοῦ βουλεύσαντος. κἀνταῦθα δὲ τὰ γενικὰ προστίθησιν ὡς ἐπὶ τοῦ ὑλικοῦ καὶ τοῦ εἰδικοῦ αἰτίου. ὁ γὰρ πατὴρ καὶ τὸ τέκνον ὑπὸ τὸ ποιοῦν καὶ ποιούμενον καὶ ταῦτα ὑπὸ τὸ μεταβάλλον καὶ μεταβαλλόμενον· καὶ γὰρ ἡ μὲν ποίησις οὐσιώδης δοκεῖ, ἡ δὲ μεταβολὴ καὶ ἐπὶ τῆς τῶν ἄλλων λέγεται κινήσεως.
“再者,变化的本原由此而来的那一端,直至:以及改变者〔是〕被改变者的〔原因〕。” 他在诸原因中第三个提出制造因,这是因为首先呈现在我们面前的是生成之物及其元素,但当我们发现它是被生成之物时,我们便去探求制造因,然后[探求]制造者为了它而制造、生成之物为了它而生成的那个原因[目的因]。他将制造者称为“变化的或者静止的第一本原由此而来的那一端”,这是因为他主张本义上的制造因应当是从生成之物中分离出来并超越于它的。因为内在的原因,正如形式和自然那样,隶属于依循形式的本原。必须记住,亚历山大在此处承认自然并不是本义上的制造因,而更多是形式性的,因为它并不是制造因中居于首位的。工具似乎也会成为运动的原因,但这些同样不是本义上的制造因,因为它们不是首要地、而是自身被推动着去推动的。这一点也应当记住:亚历山大承认工具在某种方式下也是原因;即便不是本义上的制造因,也是作为这本身的工具性原因。既然在生成之物中,有些是在被运动中生成的,有些则是在静止中生成的,并且推动者[产生]被运动者,使静止者[产生]静止者,那么制造因便一方面是运动的,另一方面是静止的。因此,他在说了“变化的本原由此而来的那一端”之后,又补充了“或者静止的”和“第一”。因此,策划某事(无论善恶)之人,比起付诸实行之人,将更本义地是制造因;因为第一本原来自策划者。在此处他也像在质料因和形式因中那样补充了属类的项;因为父亲与孩子隶属于制造者与被制造者之下,而这些又隶属于改变者与被改变者之下;因为制造似乎是实质性的,而变化亦适用于其他[偶性]运动。
- 2.25δι’ ὅλου τείνει τοῦ εἴδους
介词短语 δι’ ὅλου 与其修饰的属格名词 τοῦ εἴδους 之间插入了动词 τείνει,构成倒装隔置(hyperbaton)。整个短语意为“贯穿形式的整体”,表明定义中的各部分(属和种差)都渗透于整个形式之中。
- 2.26τότε τὴν αἰτίαν, ἧς ἕνεκα
承前省略了支配动词 ζητοῦμεν(“探求”),宾格短语 τὴν αἰτίαν 作其宾语。副词 τότε 标示认识探求的先后顺序(被生成之物→制造因→目的因)。
- 2.26προσέθηκεν ἢ τῆς ἠρεμήσεως ἡ πρώτη
辛普里丘指涉亚里士多德的原句(ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ ἠρεμήσεως),直接列举了在基本定义上所作的补充。ἢ τῆς ἠρεμήσεως 与 ἡ πρώτη 这两个引语短语作为动词 προσέθηκεν 的补充内容并置在一起。
