← 辛普里丘

亚里士多德《物理学》注释

§313.13-314.24

作为无认知理则的自然与范型因

辛普里丘将自然界定为一种虽无认知反思但却具有目的与秩序的“理性法则”,并阐明它像印章一般凭其存在本身使结果同化于自身,因而是此种意义上的范型。此外,他提出了将内在质料的形式称为范型的双重缘由:作为自然的目标,以及作为技术所模仿的范型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24#3

καὶ οὕτως ἡ μὲν τοῦ γινομένου φύσις, εἰ ποιητικὴ λέγοιτο, οὕτως ἂν εἴη ποιητικὴ ὡς καὶ αὐτὴ γινομένη. ἡ δὲ κυρίως ποιητικὴ ἡ τοῦ ἐνεργείᾳ τοιούτου ἐστί· τοῦ γὰρ ὁμοίου ἐστὶν ἡ φύσις γεννητικὴ καὶ τὰ μεταξὺ πάντα ἐκείνου ἕνεκα προλαμβάνει καί, κἂν ἀλλοιῶται ἐν τῷ μεταξὺ ἡ φύσις τελειουμένη καὶ γινομένη ἅμα καὶ ποιοῦσα, ἀλλὰ καὶ ἕνα εἱρμὸν ἀποσῴζει μέχρι τοῦ τέλους, εἰς ὃ καὶ ἐλθοῦσα παύεται τῆς ποιήσεως. λέγει δὲ καὶ ὁ Ἀριστοτέλης, ὅτι φύσει ἐστὶν ὅσα ἀπό τινος ἐν αὐτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφικνεῖται εἰς τι τέλος, ἐν ᾧ καὶ παύεται τῆς κινήσεως. ὥστε ἐν τῷ ἀνθρώπῳ ὁ τοῦ γεννωμένου λόγος προείληπται καὶ κατ’ ἐκεῖνον γίνεται τὸ γινόμενον, τοῦ μὲν πατρὸς ἐνδόντος τὴν ἀρχὴν καὶ τὴν μέχρι τέλους κίνησιν διὰ τοῦ σπέρματος (ὡς ἐπὶ τῶν νευροσπαστουμένων ὁ τεχνίτης ἐνδίδωσι τὴν ἀρχὴν τῆς κινήσεως καὶ τὴν ἐπὶ τὸ τέλος ὁρμήν) κατὰ τὸν ἐν ἑαυτῷ προϋπάρχοντα λόγον τῆς ὅλης τεταγμένης κινήσεως, τῆς δὲ μητρικῆς φύσεως καὶ προσεχέστερον εἰδοποιούσης. πῶς δὲ ἄλογον δύναμιν τὴν φύσιν λέγει καίτοι τέλους ἕνεκά τινος ποιοῦσαν καὶ τεταγμένως προϊοῦσαν κατ’ ἀριθμοὺς καὶ μέτρα ἀφωρισμένα; ἢ διττὸς ὁ ποιητικὸς λόγος, ὁ μὲν γνωστικῶς ποιῶν, ὃν καὶ μόνον λόγον ὁ ἐξηγητὴς οἴεται, ὁ δὲ ἄνευ μὲν γνώσεως καὶ τῆς εἰς ἑαυτὸν ἐπιστροφῆς, τεταγμένως δὲ καὶ ὡρισμένως, καὶ προηγουμένου τινὸς τέλους ἕνεκεν. καὶ ὥσπερ τὸ μὴ γινῶσκον ἄλογόν ἐστιν ὡς πρὸς τὸν γνωστικὸν λόγον, οὕτως τὸ εἰκῇ καὶ ἀτάκτως ποιοῦν ἄλογόν ἐστιν ὡς πρὸς τὸ τεταγμένως καὶ ὡρισμένως καὶ ἕνεκά του ποιοῦν. ὡς οὖν κατὰ λόγον τοιοῦτον γίνεται τὰ φύσει γινόμενα, οὕτως καὶ κατὰ παράδειγμα οὐχ ὡς γνωστὸν προκείμενον τῷ ποιοῦντι, ἀλλ’ ὡς τοῦ ποιοῦντος τῷ εἶναι καὶ οὐχὶ τῷ προαιρεῖσθαι πρὸς ἑαυτὸ ἀφομοιοῦντος1 τὸ γινόμενον,2 ὡς ὁ δακτύλιος τὴν σφραγῖδα. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ τῆς Περὶ γενέσεως πρὸς Ἐμπεδοκλέα ἀποτεινόμενος τὴν φύσιν λόγον εἶναι συγχωρεῖ. ἀλλὰ πῶς ἄνευ γνώσεως τοῦ ποιοῦντος ἔστι τάξις καὶ ὡρισμένον τέλος ἐν τῇ ποιήσει; καὶ γὰρ τὰ φυσικὰ τοιάνδε ἔχει σύστασιν, ὥστε καὶ ἄνευ γνώσεως αὐτῷ τῷ εἶναι φυλάττειν τὴν ἐν τῇ γενέσει τάξιν καὶ τὸν εἱρμὸν καὶ εἰς ὡρισμένον καταντᾶν τέλος, ὡς ἡ τῶν νευροσπαστουμένων κίνησις ἔχει. ἀλλ’ εἰ 〈μὴ〉 ἐκ ταὐτομάτου τοιαῦτα τὰ φυσικά ἐστιν, ὅπερ ἄτοπον,3 ἢ ἑαυτὰ ὑπέστησε τοιαῦτα ἢ ἐξ ἄλλου τινὸς ὑπέστη· ὅπως δὲ ἂν ἔχῃ τοῦτο, γνωσθεῖσα πάντως ἡ ὑπόστασις τοιαύτη γέγονε· τὸ γὰρ συμμετρῆσαν τὴν δύναμιν πρὸς τὰ γινόμενα γινῶσκον ἄμφω τοῦτο ἐποίει. διὸ καλῶς ἔχει τὴν μὲν φύσιν συναίτιον λέγειν μᾶλλον, αἴτια δὲ προσεχῆ τῶν ἐν γενέσει καὶ φθορᾷ τὰς τῶν οὐρανίων κινήσεις, καθ’ ἃς τρέπεται τὰ τῇδε. ἀνωτέρω δὲ τοὺς ψυχικοὺς τῶν κινήσεων λόγους καὶ ἔτι τούτων ἀνωτέρω τὰ νοερὰ εἴδη, ἐξ ὧν πρώτων ἐνδίδοται πᾶσιν ἡ τῶν εἰδῶν ἔλλαμψις κατὰ τὴν τῶν δεχομένων ἐπιτηδειότητα. Παράδειγμα δὲ τὸ ἔνυλον εἶδος ὁ Ἀριστοτέλης καλεῖ ἴσως μὲν καὶ ὡς σκοπὸν τῆς φύσεως, εἰς ὃν οὐ γνωστικῶς ἀλλ’ οὐσιωδῶς ἀποτεινομένη πάντα ποιεῖ, ἴσως δὲ καὶ ὡς παράδειγμα τέχνης γινόμενον, εἴπερ τὰ μὲν φυσικὰ μὴ βούλεται πρὸς παράδειγμα γίνεσθαι, τὰ δὲ τεχνικὰ δεῖσθαι τοῦ παραδείγματός φησι. καὶ πολλὰ προειπὼν περὶ τοῦ τὴν τέχνην μιμεῖσθαι τὴν φύσιν εἰκότως νῦν ὑπέμνησεν, ὅτι τὸ φυσικὸν εἶδος παράδειγμα τῆς τέχνης ἐστί. δῆλον δὲ ὅτι εἴπερ ὁ νοῦς ἐστι τὸ κυρίως ποιητικὸν αἴτιον κατὰ τὰ ἐν αὐτῷ εἴδη ἐξομοιῶν πρὸς αὐτὰ τὰ γινόμενα, εἴη ἂν κυρίως παραδείγματα τὰ ἐν νῷ εἴδη. ἀλλὰ τούτων μὲν ἅλις. λόγον δὲ τοῦ τί ἦν εἶναι τὸν ὁρισμὸν εἶπεν. ὁ δὲ ὁρισμὸς τοῦ εἴδους δηλωτικός ἐστιν.

因此,生成之物的自然即便被称为是制造性的,也只是作为其自身亦处于生成之中而以这种方式成为制造性的。然而本义上的制造因则是现实上具有如此性质之物的[自然];因为自然产生相似之物,并且为了那个[最终目标]而预先摄取所有的中间阶段,即便在中间阶段自然在被完满化并生成的同时进行制造且受到变质,但它依然保持着一条直到终点的单一连贯系列,一旦达到这个终点便停止制造。亚里士多德也说,凡是出于其自身内某种本原连续运动而达到某一终点、并在此终点停止运动的事物,都是依自然存在的。因此,在人之中,被生育者的说明[理式]已经预先被把握,生成之物正是按照它而生成的:父亲依据自身之中预先存在的关于全部井然有序运动的说明,通过种子赋予本原以及直至终点的运动(正如在木偶戏中,工匠赋予运动的本原以及朝向终点的冲力那样),而母方的自然则更加直接地赋予形式。然而,既然自然是为了某种目的而制造,并且按照限定的数目和尺度秩序井然地推进,[解释者]又怎么能说自然是无理性的能力呢?抑或制造性的说明[理]是双重的:一种是以认知的方式进行制造,解释者认为唯有这种才是说明[理];另一种则不伴随认知、亦无反身回转,但却是有序且确定的,并为了某种首要的目的。正如不知之物相对于认知性的说明是无理性的,随兴且杂乱地制造者相对于有序、确定且为了某物而制造者同样是无理性的。因此,既然依自然生成之物是按照这样一种说明生成的,它们同样也是按照范型生成的,这一范型并非作为已知之物呈现在制造者面前,而是制造者凭借其存在本身而非凭借抉择使生成之物同化于自身,就像戒面印模同化印记那样。亚里士多德本人在《论生成与消灭》第二卷中针对恩培多克勒时,也承认自然是一种比例说明。但是在制造者缺乏认知的情况下,制造之中又怎会有秩序和确定的终点呢?因为自然事物具有这样的构造,以至于即便没有认知,单凭其存在本身也能保持生成中的秩序与连贯,并达到确定的终点,正如木偶的运动所具备的那样。但是,如果自然事物不是出于偶然才具有这种性质——而偶然是荒谬的——,那么它们要么是将自身构成为这样,要么是由某种其他事物所构成的;不论情况究竟如何,这一构成之所以成为这样,完全是经过知解的;因为将潜能与生成之物相称配合者,必然是在知晓两者的前提下进行这种制造的。因此,将自然更多地称为协同原因,并将生成与消灭之物的直接原因称为天体的运动(此世之物正是依其发生转变),是十分恰当的;而在这些之上则是诸运动的心灵说明,在这些之上更高的则是理智形式,正是首先从它们出发,形式的照耀才根据接纳者的适合性被赋予一切事物。亚里士多德将内在质料的形式称为范型,或许也是将其作为自然的目标,自然不是在认知上而是在本质上指向它而制造一切事物;或许也是因为它是作为技术的范型而生成的,既然他并不主张自然事物是朝向范型生成的,却又说技术产品需要范型。并且在之前多方谈论了技术模仿自然之后,他现在合乎情理地提醒说,自然形式乃是技术的范型。显而易见,如果理智是本义上的制造因,按照其自身之中的诸形式使生成之物同化于它们,那么理智之中的诸形式便将是本义上的范型。不过这些讨论已然足够。而他说作为其所是之存在的说明乃是定义。定义正是表明形式的。

语法注3 条
  1. 2.24τῷ εἶναι καὶ οὐχὶ τῷ προαιρεῖσθαι πρὸς ἑαυτὸ ἀφομοιοῦντος

    带冠词不定词与格 τῷ εἶναι 与 τῷ προαιρεῖσθαι 作为手段/方式与格修饰分词 ἀφομοιοῦντος。两者构成对比(“凭借其存在本身而非凭借抉择/意图”),表明自然并非通过意识性的深思熟虑、而是凭借其本性存在本身作为范型使产物同化于自身。

  2. 2.24ὡς σκοπὸν τῆς φύσεως... ὡς παράδειγμα τέχνης γινόμενον

    通过 ἴσως μὲν καὶ ὡς... ἴσως δὲ καὶ ὡς... 的对应结构,辛普里丘并列提出了亚里士多德何以将内在质料的形式称为“范型”的两种可能解释。句法上,前者引出宾格名词 σκοπόν,后者则引出分词 γινόμενον,与宾格补足语 παράδειγμα 保持呼应。

  3. 2.24ἀλλ’ εἰ 〈μὴ〉 ἐκ ταὐτομάτου τοιαῦτα τὰ φυσικά ἐστιν, ὅπερ ἄτοπον

    否定词 〈μὴ〉 属于校勘补入,底本手稿无此词。后随的关系从句 ὅπερ ἄτοπον(“这是荒谬的”)针对的是“出于偶然(ἐκ ταὐτομάτου)”这一主张,为了与后文的二选一析取肢 ἢ ἑαυτὰ ὑπέστησε... ἢ ἐξ ἄλλου... 保持一致,根据文意必须补入 〈μὴ〉,解读为“如果自然事物并非出于偶然”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:313.13-314.24